Τὸῦ δʼ ἂν ἐπὶ πλευρῇσιν ἴδοις εὐωπὸν Ἀχάτην, κείμενον οἷα κύλινδρον ἐπὶ χθονὸς, ὅν ῥ’ ἀπὸ πέτρης χειμερίου ποταμοῖο κάτω σύρουσι χαράδραι. Αἰεὶ δ᾿ αὖ λιαροῖο γεγηθότες ἐξ ἀνέμοιο καρποὶ τηλεθάουσιν ἐπήτριμοι ἀλλήλοισιν. Φράζεο δʼ εἰς αὐγὰς λοιπὸν πόρον Ἀσίδος αἴης ἐγγύθι γάρ τοι πέζα τελείεται ἠπείροιο. Ἤτοι μὲν παρὰ χεῦμα τὸ Περσικὸν Ὠκεανοῖο Καρμανοὶ ναίουσιν ὑπʼ ἠελίῳ ἀνιόντι, Περσίδος οὐκ ἀπάνευθε διάνδιχα γαῖαν ἔχοντες, οἱ μὲν ὑπειράλιοι, τοὶ δʼ ἔνδοθεν ἠπειρῶται. Τῶν δὲ πρὸς ἀντολίην Γεδρωσῶν ἕλκεται αἶα, γείτων Ὠκεανοῦ μεγακήτεος, οἷσι πρὸς αὐγὰς Ἰνδὸν πὰρ ποταμὸν νότιοι Σκύθαι ἐνναίουσιν, ὅς ῥά τʼ Ἐρυθραίης κατεναντίον εἶσι θαλάσσης, λαβρότατον ῥόον ὠκὺν ἐπὶ νότον ὀρθὸν ἐλαύνων,