<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="1059">Χρύσεά τοι κείνων μὲν ἐπὶ χροῒ τεύχεα φωτῶν,</l><l n="1060">χρύσεα δʼαὖθʼ ἵπποισιν ἐπὶ στομάτεσσι χαλινά,</l><l n="1061">χρυσῷ δʼ ἀμφὶ πόδεσσιν ἐκοσμήσαντο πέδιλα</l><l n="1062">τόσσος γάρ σφισιν ὄλβος ἀπείριτος· ἀλλά τοι εἴη</l><l n="1063">Περσὶς ὅλη μεγάλοισι περίδρομος οὔρεσι γαῖα,</l><l n="1064">Κασπιάδων πυλέων νοτιώτερον οἶμον ἔχουσα,</l><l n="1065">ἑλκομένη καὶ μέχρις ὁμωνύμου ἀμφιτρίτης.</l><l n="1066">Τριχθὰ δέ μιν ναίουσι διασταδὸν, οἱ μὲν ὑπʼ ἄρκτους</l><pb n="169"/><l n="1067">τοξοφόρων σκιεροῖσι παρήμενοι οὔρεσι Μήδων,</l><l n="1068">οἱ δὲ μεσήπειροι, οἱ δʼ ἐς νότον ἄχρι θαλάσσης·</l><l n="1069">πρῶτα Σάβαι, μετὰ τοὺς δὲ Πασαργάδαι, ἄγχι δὲ
Τασκοί,</l><pb n="170"/><l n="1070">ἄλλοι θʼ, οἳ ναίουσι διάνδιχα Περσίδα γαῖαν.</l><l n="1071">Καὶ τὴν μὲν πολέες ποταμοὶ περιπιαίνουσι,</l><l n="1072">τῇ καὶ τῇ σκολιῇσιν ἐλαυνόμενοι προχοῇσι.</l><l n="1073">Χωρὶς μὲν Κόρος ἐστὶ μέγας, χωρὶς δὲ Χοάσπης,</l><l n="1074">ἕλκων Ἰνδὸν ὕδωρ, παρά τε ῥείων χθόνα Σούσων.</l></div></body></text></TEI>