Χρύσεά τοι κείνων μὲν ἐπὶ χροῒ τεύχεα φωτῶν, χρύσεα δʼαὖθʼ ἵπποισιν ἐπὶ στομάτεσσι χαλινά, χρυσῷ δʼ ἀμφὶ πόδεσσιν ἐκοσμήσαντο πέδιλα τόσσος γάρ σφισιν ὄλβος ἀπείριτος· ἀλλά τοι εἴη Περσὶς ὅλη μεγάλοισι περίδρομος οὔρεσι γαῖα, Κασπιάδων πυλέων νοτιώτερον οἶμον ἔχουσα, ἑλκομένη καὶ μέχρις ὁμωνύμου ἀμφιτρίτης. Τριχθὰ δέ μιν ναίουσι διασταδὸν, οἱ μὲν ὑπʼ ἄρκτους τοξοφόρων σκιεροῖσι παρήμενοι οὔρεσι Μήδων, οἱ δὲ μεσήπειροι, οἱ δʼ ἐς νότον ἄχρι θαλάσσης· πρῶτα Σάβαι, μετὰ τοὺς δὲ Πασαργάδαι, ἄγχι δὲ Τασκοί, ἄλλοι θʼ, οἳ ναίουσι διάνδιχα Περσίδα γαῖαν. Καὶ τὴν μὲν πολέες ποταμοὶ περιπιαίνουσι, τῇ καὶ τῇ σκολιῇσιν ἐλαυνόμενοι προχοῇσι. Χωρὶς μὲν Κόρος ἐστὶ μέγας, χωρὶς δὲ Χοάσπης, ἕλκων Ἰνδὸν ὕδωρ, παρά τε ῥείων χθόνα Σούσων.