ἀλλʼ ἔμπης κατὰ δῆριν ἀμαιμακέτους περ ἐόντας Αὐσονίου βασιλῆος ἐπεπρήϋνεν ἀκωκή. Εἰ δέ σε καὶ Πέρσας ἰδέειν γλυκὺς ἵμερος αἱρεῖ, εὐφραδέως ἄν σοι καὶ τῶν γένος αὐδήσαιμι, καὶ πόρον ἀενάων ποταμῶν, ὀρέων τε κελεύθους. Μοῦνοι γάρ τʼ Ἀσίης βασιλεύτατον ἔθνος ἔχουσι, μοῦνοι δʼ ἄσπετον ὄλβον ἐνὶ μεγάροισιν ἔθεντο, ὁππότε Μῃονίην καὶ Σάρδιας ἐξαλάπαξαν. Χρύσεά τοι κείνων μὲν ἐπὶ χροῒ τεύχεα φωτῶν, χρύσεα δʼαὖθʼ ἵπποισιν ἐπὶ στομάτεσσι χαλινά, χρυσῷ δʼ ἀμφὶ πόδεσσιν ἐκοσμήσαντο πέδιλα τόσσος γάρ σφισιν ὄλβος ἀπείριτος· ἀλλά τοι εἴη Περσὶς ὅλη μεγάλοισι περίδρομος οὔρεσι γαῖα, Κασπιάδων πυλέων νοτιώτερον οἶμον ἔχουσα, ἑλκομένη καὶ μέχρις ὁμωνύμου ἀμφιτρίτης. Τριχθὰ δέ μιν ναίουσι διασταδὸν, οἱ μὲν ὑπʼ ἄρκτους τοξοφόρων σκιεροῖσι παρήμενοι οὔρεσι Μήδων, οἱ δὲ μεσήπειροι, οἱ δʼ ἐς νότον ἄχρι θαλάσσης· πρῶτα Σάβαι, μετὰ τοὺς δὲ Πασαργάδαι, ἄγχι δὲ Τασκοί, ἄλλοι θʼ, οἳ ναίουσι διάνδιχα Περσίδα γαῖαν. Καὶ τὴν μὲν πολέες ποταμοὶ περιπιαίνουσι, τῇ καὶ τῇ σκολιῇσιν ἐλαυνόμενοι προχοῇσι. Χωρὶς μὲν Κόρος ἐστὶ μέγας, χωρὶς δὲ Χοάσπης, ἕλκων Ἰνδὸν ὕδωρ, παρά τε ῥείων χθόνα Σούσων. Τὸῦ δʼ ἂν ἐπὶ πλευρῇσιν ἴδοις εὐωπὸν Ἀχάτην, κείμενον οἷα κύλινδρον ἐπὶ χθονὸς, ὅν ῥ’ ἀπὸ πέτρης χειμερίου ποταμοῖο κάτω σύρουσι χαράδραι. Αἰεὶ δ᾿ αὖ λιαροῖο γεγηθότες ἐξ ἀνέμοιο καρποὶ τηλεθάουσιν ἐπήτριμοι ἀλλήλοισιν. Φράζεο δʼ εἰς αὐγὰς λοιπὸν πόρον Ἀσίδος αἴης