οὐ μὲν ἑκὰς Κόλχων· Κόλχωνγε μὲν αἶαν ἱκέσθαι οὔ οἱ ἔην· μῆνιν γὰρ ἑοῦ δειδίσσετο πατρός. Τοὔνεκεν εἰσέτι νῦν πολυφάρμακοι ἄνδρες ἔασι χώρην ναιετάοντες ἀπείριτον, οἱ μὲν ἐπʼ αὐτὰς πέτρας, αἳ φύουσιν ἀφεγγέα ναρκισσίτην, οἱ δʼ ἑκὰς ἐν λασίησι νενασμένοι εἰαμενῇσι, πώεα καλὰ νέμοντες, ἄδην βεβριθότα μαλλοῖς, τόσσον ἐπ’ ἀντολίην τετραμμένοι, ἄχρι πυλάων Κασπιάδων, αἳτʼ εἰσὶ βαθυνομένας ὑπὸ πέτρας, κληῖδες γαίης Ἀσιήτιδος, ᾗχι κέλευθος ἐκτέταται βορέηνδε καὶ ἐς νότον ἐρχομένοισιν, ἡ μὲν ἐς Ὑρκανίους, ἡ δʼ οὔρεα Περσίδος αἴης. Ἀλλʼ ἤτοι πυλέων μὲν ὑπαὶ πόδα Κασπιάων Πάρθοι ναιετάουσιν ἀρήιοι, ἀγκυλότοξοι, παντοίου πολέμοιο δαήμονες· οὐ γὰρ ἀρότρῳ αὔλακ᾿ ἐπιθύνουσι, διασχίζοντες ἀρούρας,