<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="1021">κείνης τοι γενεῆς ἐρικυδέος ἐκγεγαῶτες</l><l n="1022">Αἰήταο θυγατρὸς, ἀμύμονος ἡρωίνης.</l><l n="1023">Εὖτε γὰρ Ἀκταίοιο παρὰ ῥόον Ἰλισσοῖς</l><l n="1024">φάρμακʼ ἐμήσατο λυγρὰ γόνῳ Πανδιονίδαο,</l><l n="1025">αἰδοῖ μὲν χῶρον κεῖνον λίπεν, ἐς δὲ βαθεῖαν,</l><l n="1026">πλαζομένη κατὰ φῶτας, ὁμώνυμον ἵκετο γαῖαν,</l><l n="1027">οὐ μὲν ἑκὰς Κόλχων· Κόλχωνγε μὲν αἶαν ἱκέσθαι</l><l n="1028">οὔ οἱ ἔην· μῆνιν γὰρ ἑοῦ δειδίσσετο πατρός.</l><l n="1029">Τοὔνεκεν εἰσέτι νῦν πολυφάρμακοι ἄνδρες ἔασι</l><l n="1030">χώρην ναιετάοντες ἀπείριτον, οἱ μὲν ἐπʼ αὐτὰς</l><l n="1031">πέτρας, αἳ φύουσιν ἀφεγγέα ναρκισσίτην,</l><pb n="168"/><l n="1032">οἱ δʼ ἑκὰς ἐν λασίησι νενασμένοι εἰαμενῇσι,</l><l n="1033">πώεα καλὰ νέμοντες, ἄδην βεβριθότα μαλλοῖς,</l><l n="1034">τόσσον ἐπ’ ἀντολίην τετραμμένοι, ἄχρι πυλάων</l><l n="1035">Κασπιάδων, αἳτʼ εἰσὶ βαθυνομένας ὑπὸ πέτρας,</l><l n="1036">κληῖδες γαίης Ἀσιήτιδος, ᾗχι κέλευθος</l><l n="1037">ἐκτέταται βορέηνδε καὶ ἐς νότον ἐρχομένοισιν,</l><l n="1038">ἡ μὲν ἐς Ὑρκανίους, ἡ δʼ οὔρεα Περσίδος αἴης.</l><l n="1039">Ἀλλʼ ἤτοι πυλέων μὲν ὑπαὶ πόδα Κασπιάων</l><l n="1040">Πάρθοι ναιετάουσιν ἀρήιοι, ἀγκυλότοξοι,</l><l n="1041">παντοίου πολέμοιο δαήμονες· οὐ γὰρ ἀρότρῳ</l><l n="1042">αὔλακ᾿  ἐπιθύνουσι, διασχίζοντες ἀρούρας,</l><l n="1043">οὐδὲ μὲν ἐν νήεσσιν ἅλα τμήγουσιν ἐρετμοῖς,</l><l n="1044">οὐδὲ νομῷ φέρβουσι βοῶν γένος· ἐκ δὲ γενέθλης</l><l n="1045">νηπίαχοι τόξοισι καὶ ἱπποσύνησι μέλονται,</l><l n="1046">αἰεὶ δʼ ἠχήεσσαν ἀνὰ χθόνα δοῦπος ἀκόντων</l><l n="1047">ἢ βελέων, πάντη δέ τʼ ἀελλοπόδων δρόμος ἵππων</l><l n="1048">θυνόντων· οὐ γάρ σφι θέμις δόρποιο πάσασθαι,</l><l n="1049">πρὶν πολέμου μόχθοισι κάρην ἱδρῶτι παλῦναι·</l><l n="1050">φέρβονται δʼ ἄγρῃσι δορικτήτου βιότοιο·</l></div></body></text></TEI>