κείνης τοι γενεῆς ἐρικυδέος ἐκγεγαῶτες Αἰήταο θυγατρὸς, ἀμύμονος ἡρωίνης. Εὖτε γὰρ Ἀκταίοιο παρὰ ῥόον Ἰλισσοῖς φάρμακʼ ἐμήσατο λυγρὰ γόνῳ Πανδιονίδαο, αἰδοῖ μὲν χῶρον κεῖνον λίπεν, ἐς δὲ βαθεῖαν, πλαζομένη κατὰ φῶτας, ὁμώνυμον ἵκετο γαῖαν, οὐ μὲν ἑκὰς Κόλχων· Κόλχωνγε μὲν αἶαν ἱκέσθαι οὔ οἱ ἔην· μῆνιν γὰρ ἑοῦ δειδίσσετο πατρός. Τοὔνεκεν εἰσέτι νῦν πολυφάρμακοι ἄνδρες ἔασι χώρην ναιετάοντες ἀπείριτον, οἱ μὲν ἐπʼ αὐτὰς πέτρας, αἳ φύουσιν ἀφεγγέα ναρκισσίτην, οἱ δʼ ἑκὰς ἐν λασίησι νενασμένοι εἰαμενῇσι, πώεα καλὰ νέμοντες, ἄδην βεβριθότα μαλλοῖς, τόσσον ἐπ’ ἀντολίην τετραμμένοι, ἄχρι πυλάων Κασπιάδων, αἳτʼ εἰσὶ βαθυνομένας ὑπὸ πέτρας, κληῖδες γαίης Ἀσιήτιδος, ᾗχι κέλευθος ἐκτέταται βορέηνδε καὶ ἐς νότον ἐρχομένοισιν, ἡ μὲν ἐς Ὑρκανίους, ἡ δʼ οὔρεα Περσίδος αἴης. Ἀλλʼ ἤτοι πυλέων μὲν ὑπαὶ πόδα Κασπιάων Πάρθοι ναιετάουσιν ἀρήιοι, ἀγκυλότοξοι, παντοίου πολέμοιο δαήμονες· οὐ γὰρ ἀρότρῳ αὔλακ᾿ ἐπιθύνουσι, διασχίζοντες ἀρούρας, οὐδὲ μὲν ἐν νήεσσιν ἅλα τμήγουσιν ἐρετμοῖς, οὐδὲ νομῷ φέρβουσι βοῶν γένος· ἐκ δὲ γενέθλης νηπίαχοι τόξοισι καὶ ἱπποσύνησι μέλονται, αἰεὶ δʼ ἠχήεσσαν ἀνὰ χθόνα δοῦπος ἀκόντων ἢ βελέων, πάντη δέ τʼ ἀελλοπόδων δρόμος ἵππων θυνόντων· οὐ γάρ σφι θέμις δόρποιο πάσασθαι, πρὶν πολέμου μόχθοισι κάρην ἱδρῶτι παλῦναι· φέρβονται δʼ ἄγρῃσι δορικτήτου βιότοιο·