<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="1011">Ναὶ μὴν καὶ χρυσοῖο φέρει χαριέστερον ἄλλο,</l><l n="1012">ὑγρῆς βηρύλλου γλαυκὴν λίθον, ἣ περὶ χῶρον</l><l n="1013">φύεται ἐν προβολῆς ὀφιήτιδος ἔνδοθι πέτρης.</l><l n="1014">Αὐτὰρ ὁπὲρ Βαβυλῶνος ἐπὶ πνοιὴν βορέαο</l><l n="1015">Κισσοὶ Μεσσαβάται τε Χαλωνῖταί τε νέμονται·</l><pb n="167"/><l n="1016">ἀλλʼ ὁπότʼ Ἀρμενίων ὀρέων προπάροιθεν ὁδεύσῃς</l><l n="1017"> εἰς αὐγὰς, τότʼ ἔπειτα τὰ Μηδικὰ τέμπεα δήεις.</l><l n="1018">Τῶν πρὸς μέν βορέην ἐριθηλέα γαῖαν ἔχουσι</l><l n="1019">Τηλοί τε Μάρδοι τε καὶ ἀνέρες Ἀτροπατηνοί.</l><l n="1020">Πρὸς δὲ νότον ναίουσιν ἀγαυῶν ἔθνεα Μήδων,</l><l n="1021">κείνης τοι γενεῆς ἐρικυδέος ἐκγεγαῶτες</l><l n="1022">Αἰήταο θυγατρὸς, ἀμύμονος ἡρωίνης.</l><l n="1023">Εὖτε γὰρ Ἀκταίοιο παρὰ ῥόον Ἰλισσοῖς</l><l n="1024">φάρμακʼ ἐμήσατο λυγρὰ γόνῳ Πανδιονίδαο,</l><l n="1025">αἰδοῖ μὲν χῶρον κεῖνον λίπεν, ἐς δὲ βαθεῖαν,</l><l n="1026">πλαζομένη κατὰ φῶτας, ὁμώνυμον ἵκετο γαῖαν,</l></div></body></text></TEI>