Ναὶ μὴν καὶ χρυσοῖο φέρει χαριέστερον ἄλλο, ὑγρῆς βηρύλλου γλαυκὴν λίθον, ἣ περὶ χῶρον φύεται ἐν προβολῆς ὀφιήτιδος ἔνδοθι πέτρης. Αὐτὰρ ὁπὲρ Βαβυλῶνος ἐπὶ πνοιὴν βορέαο Κισσοὶ Μεσσαβάται τε Χαλωνῖταί τε νέμονται· ἀλλʼ ὁπότʼ Ἀρμενίων ὀρέων προπάροιθεν ὁδεύσῃς εἰς αὐγὰς, τότʼ ἔπειτα τὰ Μηδικὰ τέμπεα δήεις. Τῶν πρὸς μέν βορέην ἐριθηλέα γαῖαν ἔχουσι Τηλοί τε Μάρδοι τε καὶ ἀνέρες Ἀτροπατηνοί. Πρὸς δὲ νότον ναίουσιν ἀγαυῶν ἔθνεα Μήδων, κείνης τοι γενεῆς ἐρικυδέος ἐκγεγαῶτες Αἰήταο θυγατρὸς, ἀμύμονος ἡρωίνης. Εὖτε γὰρ Ἀκταίοιο παρὰ ῥόον Ἰλισσοῖς φάρμακʼ ἐμήσατο λυγρὰ γόνῳ Πανδιονίδαο, αἰδοῖ μὲν χῶρον κεῖνον λίπεν, ἐς δὲ βαθεῖαν, πλαζομένη κατὰ φῶτας, ὁμώνυμον ἵκετο γαῖαν,