<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="1">Ἀρχόμενος γαῖάν τε καὶ εὐρέα πόντον ἀείδειν</l><l n="2">καὶ ποταμοὺς πόλιάς τε καὶ ἀνδρῶν ἄκριτα φῦλα,</l><l n="3">μνήσομαι Ὠκεανοῖο βαθυρρόου· ἐν γὰρ ἐκείνῳ</l><l n="4">πᾶσα χθὼν, ἅτε νῆσος ἀπείριτος, ἐστεφάνωται,</l><l n="5">οὐ μὲν πᾶσα διαπρὸ περίδρομος, ἀλλὰ διαμφὶς</l><l n="6">ὀξυτέρη βεβαυῖα πρὸς ἠελίοιο κελεύθους,</l><pb n="105"/><l n="7">σφενδόνῃ εἰοικυῖα· μίαν δέ ἑ καίπερ ἐοῦσαν</l><l n="8">ἄνθρωποι τρισσῇσιν ἐπ’ ἠπείροισι δάσαντο·</l><l n="9">πρώτην μέν Λιβύην, μετὰ δʼ Εὐρώπην Ἀσίην τε.</l><l n="10">Ἀλλʼ ἤτοι Λιβύη μὲν ἀπʼ Εὐρώπης ἔχει οὖρον</l><l n="11">λοξὸν ἐπὶ γραμμῆσι, Γάδειρά τε καὶ στόμα Νείλου,</l><l n="12">ἔνθα βορειότατος πέλεται μυχὸς Λλγύλπτοιο</l><l n="13">καὶ τέμενος περίπυστον Ἀμυκλαίοιο Κανώβου</l><l n="14">Εὐρώπην δʼ Ἀσίης Τάναϊς διὰ μέσσον ὁρίζει,</l><l n="15">ὅς ῥά θʼ ἑλισσόμενος γαίης διὰ Σαυροματάων</l><l n="16">σύρεται ἐς Σκυθίην τε καὶ ἐς Μαιώτιδα λίμνην,</l><l n="17">πρὸς βορέην· νότιον δὲ μεσούριον Ἑλλήσποντος·</l><l n="18">σῆμα δ ὑπερτέταται νοτιώτερον ἐς στόμα Νείλου·</l><l n="19">Ἄλλοι δʼ ἠπείροισι διὰ χθόνα νοσφίζουσιν.</l><l n="20">Ἰσθμὸς ἄνω τέταταί τις ὑπέρτατος Ἀσίδος αἴης,</l><l n="21">Κασπίης τε μεσηγὺ καὶ Εὐξείνοιο Οκλάσσης·</l><l n="22">κεῖνον δ᾿  Εὐρώπης Ἀσίης θ΄ ὅρον ηὐδάξαντο· </l><l n="23">ἄλλος δʼ αὖ μακρὸς καὶ ἀθέσφατος ἐς νότον ἕρπει,</l><l n="24">Ἀραβίου κόλποιο καὶ Αἰγύπτοιο μεσηγὺ,</l><l n="25">ὅς ῥά τε νοσφίζει Λιβύην Ἀσιήτιδος αἴης.</l><l n="26">Τοῖα μὲν ἀμφʼ οὔροισι βροτοὶ διεφημίξαντο·</l><l n="27">πάντη δʼ ἀκαμάτου φέρεται ῥόος Ὠκεανοῖο,</l><pb n="106"/><l n="28">εἷς μὲν ἐὼν, πολλῇσι δʼ ἐπωνυμίῃσιν ἀρηρώς·</l><l n="29">ἤτοι ὁ μὲν Λοκροῖο παρʼ ἐσχατιὴν ζεφύροιο</l><l n="30">Ἄτλας ἑσπέριος κικλήσκεται, αὐτὰρ ὕπερθεν</l></div></body></text></TEI>