ΔΙΟΝΥΣΙΟΥ ΒΥΖΑΝΤΙΟΥ ΑΝΑΠΛΟΥΣ ΒΟΣΠΟΡΟΥ Εἰ μόνην συνέβαινε τοῖς ἀναπλέουσιν εἰς τὸν Εὔξεινον Πόντον καὶ τὸ καλούμενον αὑτοῦ Στόμα τερπνὴν ἅμα καὶ θαυμαστὴν εἶναι τὴν ὄψιν, δυσχερὴς ἂν ἦν ἄλλως ἐπὶ τοῖς ὁρωμένοις ὁ λόγος· ἀπείργαστο γὰρ δὴ τὸ σύμπαν ὑπὸ τῆς ὄψεως ἀξιοθαύμαστον ἑαυτὴν παρεχομένης κατά τε ἐγγύτητα καὶ στενοχωρίαν τοῦ πορθμοῦ καὶ τὴν δι᾿ ὀλίγου τῆς θαλάττης πρὸς ἀμφοτέραν τὴν ἤπειρον ἐπιμιξίαν καὶ τὴν ἀγχιβαθῆ κόλπων καὶ λιμένων ἀνάχυσιν, ὑφ᾿ ὧν οὐχ ἧττον εὔθηρός ἐστιν ἢ σκεπανή, τοῦ ῥεύματος τὸ μὲν πλέον κατιόντος, ἔστι δὲ ὅτε κατ᾿ ἐπικράτειαν ἀναστρέφοντος, εἰσιόντων τε τῶν ἀκρωτηρίων τὴν παραγωγὴν παῤ ἀλλήλων ἀναπτυσσομένων καὶ ἐκ τῆς κατ᾿ εὐθὺ πορίας ἀναλυόντων τοῦ ῥεύματος τὴν βίαν· ἐπεὶ δὲ οὐκ ἐλάττω παρέχεται τῆς ὄψεως τὴν ἀκρόασιν, ἀναγκαῖον ἔδοξέ μοι συγγράψαι περὶ τούτων, ὡς τοῖς μὲν ἰδοῦσι μηδὲν ἐνδέοι τῆς ὁλοκλήρου καὶ τελειοτάτης ἱστορίας, οἱ δὲ μὴ θεασάμενοι τὸ γοῦν ἀκηκοέναι περὶ αὐτῶν ἔχοιεν. Ἀρχὴ δὲ αὑτὴ τοῦ τε λόγου καὶ τῆς τῶν χωρίων φύσεως πέλαγός ἐστιν ὁ Πόντος ὁ Εὔξεινος μεγέθει τῶν ἄλλων πλεῖστον, ὅσα μὴ πρὸς τὴν ἔξω θάλασσαν ἰσώσασθαι. Μόνη δὲ ὑπὲρ αὐτὸν ἀνακέχυται λίμνη Μαιῶτις, ἣν μητέρα καὶ τροφὸν τοῦ Πόντου κατεφήμισε λόγος ἐκ παλαιᾶς μνήμης παραδεδομένος. Ταύτης τὸ μὲν περίμετρόν ἐστι δισχιλίων σταδίων, τὸ δὲ πέρας ποταμὸς ὁ Τάναϊς, ὅρος τῶν δυεῖν ἠπείρων.