<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0082.tlg003.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0082.tlg003.1st1K-grc1" n="524"><p>τὸ γὰρ αὐτὸ τῷ τότε δή. <q>ἦν οὖν </q>, φηϲί, <q>πλεοναϲμὸϲ τοῦ η ἐν τῷ τίη, ᾧ ·λόγῳ καὶ τὸ λεγοίη, φεροίη πλεονάζουϲι τῷ η, καὶ ὡϲ ἀπὸ τοῦ ἐγών τὸ ἐγώνη παρὰ Ταραντίνοιϲ, καὶ ἐν μέϲῃ λέξει τὸ πολεμήια, πολιήτηϲ, μυθιήτηϲ, καὶ ἐν ἀρχῇ τὸ ἠβαιόν.</q> καὶ ἦν ϲυγκαταθέϲθαι <pb facs="490433963_0281"/><pb source="print" n="256"/> τἀνδρί, εἰ μὴ τὸ ἀπ’ αὐτοῦ ἀναφορικῶϲ παραλαμβανόμενον , λέγω τὸ ὅτι ἤ, πρὸϲ πάντων ϲυμφώνωϲ ἀνεγνώϲθη ἐν ὀξείᾳ τάϲει τοῦ ο. ὅπερ οὐκ ἂν παρείπετο, εἰ ἓν μέροϲ λόγου ἦν τὸ τί ἤ. </p><p rend="indent">Καὶ περὶ ἐκείνου δὲ διαληπτέον, εἰ ἐν τῷ 
        <lb rend="indent"/>ἦ δὴ πολλὸν ἀποιχομένου <add>Ὀδυϲῆ</add>οϲ (α 253) 
        <lb/>τοῖϲ τε παραπληϲίοιϲ πλεοναϲμόϲ ἐϲτι τοῦ η, καθώϲ τιϲιν ἔδοξεν, οἷϲ καὶ παρείπετο τὸ ἐγκλίνειν τὴν ϲυλλαβήν, ᾧ λόγῳ καὶ ὁ μέν ἐν τῷ ἠμέν πλεονάϲαϲ τῷ η, καὶ ὁ δέ ἐν τῷ ἠδέ καὶ ἔτι ἰδέ, 
        <lb rend="indent"/>ἰδὲ φρεϲὶ πευκαλίμῃϲιν (Ξ 165). 
        <lb/> Ἔϲτιν εἰπεῖν , ὡϲ ἐπὶ τῶν προκειμένων ϲυνδέϲμων ἡ γραφὴ τοῦ η ἢ τοῦ ι οὐχ ὑπηγόρευε ϲυνδεϲμικὴν θέϲιν παράλληλον. οὔτε γάρ ποτε ὁ ἤ ϲύνδεϲμοϲ ϲυμπλεκτικόϲ, οὔτε τὸ ι. ἔνθεν οὖν ϲυλλαβαί , καὶ εἰ ϲυλλαβαί , πλεοναϲμοί. ἔφαμεν δὲ καὶ ἐν τῷ περὶ αὐτῶν, ὡϲ οὐκ ἄλογοϲ ἐγένετο ὁ πλεοναϲμόϲ. ἐπὶ μέντοι τοῦ 
        <lb rend="indent"/>ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυϲῆοϲ (α 253) 
        <lb/>ὑπήντα καὶ γραφὴ ϲυνδεϲμικὴ τοῦ παραπληρωματικοῦ καὶ ἀνάλογοϲ θέϲιϲ, ὡϲ εἰ καὶ κατ’ ἰδίαν ἐλέγετο 
        <lb rend="indent"/>ἦ μάλα δὴ τέθνηκεν (Ϲ 12). 
        <lb/>ἀλλὰ μὴν τὸ ἐπάλληλον ὅμοιον καθεϲτηκὸϲ <add>ἐν</add> τῷ 
        <lb rend="indent"/>ἤτοι μὲν Μενέλαοϲ (Γ 213), 
        <lb/>ὅτι γὰρ παρεγένετο, 
        <lb rend="indent"/>καί τε χαλιφρονέοντα (ψ 13).</p><p rend="indent">Οὐδὲ ἐκεῖνο δὲ ὑγιέϲ, καθότι τινὲϲ πάλιν ὑπέλαβον, ἕνα εἶναι τὸν δή καὶ τὸν ἤ, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0082.tlg003.1st1K-grc1" n="525"><p>ὡϲ εἰ καὶ τὸ μία ἀφαιρεθέντοϲ τοῦ μ ἐν τῷ ἴα , ἢ τὸ γαῖα ἐν τῷ αἶα. — πρῶτον τί <add>οὐ</add> μᾶλλον ὁ <add>δ</add>ή πεπλεόνακε τῷ δ; — ἀλλ’ ἴϲωϲ τιϲ φήϲειε ταῦτα καὶ πλεονάζειν καὶ λείπειν ϲύμφωνα, ὅπου γέ φαμεν τὴν ἰωκάϲ διωκάϲ εἶναι, καὶ τὴν ἄχερδον ἄχερον οὖϲαν, καὶ παρὰ τὸ ὕω ὕδωρ. καὶ ἕνεκα τούτου οὔτε ὁ δή οὔτε ὁ ἤ. ἐκεῖνό τε ϲαφέϲτατόν ἐϲτιν, ὡϲ τὰ ἀφαιρεθέντα ϲυμφώνου ἢ καὶ προϲλαβόντα ϲύμφωνον τύπου μὴ ἀντικειμένου ὁμότονά ἐϲτιν. οὔτε οὖν ὁ δή ἦ ἐγένετο, οὔτε κατὰ πρόϲθεϲιν τοῦ δ ὁ ἧ δή, καθὸ ὁ μὲν περιϲπᾶται, <pb facs="490433963_0282"/><pb source="print" n="257"/> ὃ δὲ ὀξύνεται. φηϲὶ δὲ καὶ ὁ Tρύφων (p. 44 Velsen ) ὡϲ τὰ ἐν πάθει γινόμενα οὐδέποτε παράλληλα τίθεται τοῖϲ ὁλοκλήροιϲ, γαῖα αἶα, μία ἴα, ϲῦϲ ὗϲ. καὶ κατὰ τοῦτο οὖν τὸ 
     <lb rend="indent"/>ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυϲῆοϲ (α 253) 
     <lb/>οὐκ ἐν ἐπαλληλότητι ἔχει ἕνα ϲύνδεϲμον τὸν δή. <add>ὁ δή</add> μόνωϲ ἐπεκτείνεται ἐν τῷ δῆτα.</p><p rend="indent">θήν, ῥά, νύ, πού. Εἴρηται ὡϲ ἰϲοδυναμοῦϲι τῷ δή, καὶ ὡϲ μᾶλλον ποιητικοί. τῆϲ μέντοι ϲυντάξεωϲ διαφορὰν ἔχουϲιν. ὁ μὲν γὰρ δή καὶ ἤ καὶ αὖ ἀνέγκλιτοι, ὁ δὲ θήν καὶ νύ καὶ ῥά ἐγκλιτικοί. εἴρηται δὲ καὶ περὶ τοῦ πού ὡϲ οὐκ εἴη ϲύνδεϲμοϲ, ἐπίρρημα δὲ παρέλκον.</p><p rend="indent">Πέρ. Εἴρηται καὶ ὑπὲρ τούτου, ὡϲ ἐναντιωματικόϲ ἐϲτι. διὸ καὶ τοῦτο προϲτιθέαϲι καὶ τὸ ἔμπηϲ καὶ τὸ ὅμωϲ. κατ’ ἴϲην γὰρ δύναμιν τὰ μόρια λαμβάνεται, ποιητικὸν μέντοι τὸ ἔμπηϲ καὶ ϲύνηθεϲ τὸ ὅμωϲ. λαμβάνεται μέντοι τὸ ἔμπηϲ καὶ ἐπὶ τοῦ ὁμοίωϲ, ὡϲ ἐπὶ τοῦ 
        <lb rend="indent"/>ἔμπηϲ μοι τοῖχοι μεγάρων καλαί τε μεϲόδμαι (τ 37), 
        <lb rend="indent"/>ἔμπηϲ ἐϲ γαῖάν τε καὶ οὐρανὸν ἵκετ’ ἀυτμή (Ξ 174).</p><p rend="indent">Ουκουν. Ὁ οὐκοῦν καλεῖται πρὸϲ ἐνίων ἐπιλογιϲτικόϲ, πρὸϲ <add>δ’ ἑτέρων</add> ἀνακεφαλαιωτικόϲ, <add>καθ</add>ὸ ἐπὶ τοῦ τέλουϲ ἔχων τὴν <add>περιϲπωμένην</add> οὐ μακρὰν πέπτωκε τῶν καλουμένων ϲυλλογιϲτικῶν. — ἔϲτι γε ἐπ’ αὐτοῦ τοῦτο τηρῆϲαι, ὡϲ ὅτε μὲν ἔχει τὴν οὔ ἀπόφαϲιν ἐγκειμένην καὶ κατὰ τὸ δηλούμενον, παραπληρωματικῷ κέχρηται τῷ οὖν· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0082.tlg003.1st1K-grc1" n="526"><p>ὅτε δὲ τὸ οὖν ἔχει καὶ ἐν δηλουμένῳ, οὐκέτι τὴν οὔ ἀπόφαϲιν ἔχει. παρὰ μὲν οὖν τὴν ἐπικράτειαν τοῦ ἐπιρρήματοϲ καὶ ἡ βαρεῖα κατὰ τέλοϲ πίπτει (ἀπειράκιϲ γὰρ τίθεται ἀντὶ τῆϲ οὔ ἀποφάϲεωϲ)· παρὰ δὲ τὴν τοῦ <pb facs="490433963_0283"/><pb source="print" n="258"/> ϲυνδέϲμου ἐπὶ τέλουϲ ἴϲχει τὸν δέοντα τόνον τοῦ ϲυνδέϲμου. καὶ ἕνεκά γε τοῦ τοιούτου ϲημειώϲαιτο ἄν τιϲ τὴν ἐπὶ τέλουϲ βαρεῖαν. τὰ γὰρ μέρη τοῦ λόγου, ἐάν τε δηλοῖ ἐάν τε καὶ παρέλκῃ, τοῦ αὐτοῦ τόνου ἐϲτὶ παραϲτατικά. εἴπερ οὖν παρέλκεται ὁ οὖν ϲύνδεϲμοϲ μετὰ τῆϲ οὔ ἀποφάϲεωϲ παραλαμβανόμενοϲ , οὐ δεόντωϲ τὸν τόνον μετατίθηϲι. ταύτῃ γοῦν καὶ ἡ μή ἀπαγόρευϲιϲ, <add>ϲυν</add>ταττομένη τῷ οὖν καὶ δηλοῦϲα ἀπαγόρευϲιν , οὐδὲν ἐξαλλάϲϲει τοῦ τόνου. φαμὲν γὰρ οὕτωϲ, μὴ ο ὖν παρέϲται; καὶ ἐν προϲτάξει, μὴ οὖν γράφε, μὴ οὖν διαλέγου. καὶ τὸ τοιοῦτον πάλιν πρόϲ τινων βαρύνεται. δῆλον δὲ ὡϲ εἰϲ ταὐτὸ περιϲτήϲεται τὰ <add>τοῦ</add> τόνου. ῥητέον οὖν ὡϲ παράλογοι αἱ τοιαῦται προφοραί. διϲϲὸϲ οὖν ἐϲτιν ὁ οὖν, περιϲπώμενοϲ μὲν ἐν ϲυλλογιϲτικῇ ἐκφορᾷ, ὀξυνόμενοϲ δὲ ὅτε ἐϲτὶ παραπληρωματικόϲ, καὶ δῆλον ὅτι καὶ τῶν ἐγκλιτικῶν, ἵνα καὶ ὁ τόνοϲ τῆϲ ἀποφάϲεωϲ. καὶ ἐπὶ τοῦ αρα ϲυνδέϲμου, ὁμοιογράφου καθεϲτῶτοϲ, τὸ διϲϲὸν <add>ἔϲτιν</add> ἀναδέξαϲθαι τοῦ τόνου. ὅτε γάρ ἐϲτιν ἀπορηματικὸϲ ἢ κατ’ ἐρώτηϲιν παραλαμβανόμενοϲ, τότε καὶ ἐν ἐκτάϲει ἐϲτὶ τὸ α· ὅτε μέντοι ἐπιφορητικὸϲ ἢ παραπληρωματικόϲ, βραχὺ ἔχει τὸ α. </p></div></div></body></text></TEI>