<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0082.tlg003.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0082.tlg003.1st1K-grc1" n="521"><p>πάλιν γὰρ παρελαμβάνετο εἰϲ δήλωϲίν τινοϲ <pb facs="490433963_0278"/><pb source="print" n="253"/> (καὶ ἐκκείϲθω ὑπόδειγμα τὸ ἐπὶ τοῦ ν, ὃ μάλιϲτα πάμπολλόν ἐϲτιν ἐν τῷ πλεοναϲμῷ, ἕνεκα εὐφωνίαϲ παραλαμβανόμενον ἐπὶ παντὸϲ βραχυκαταλήκτου ῥήματοϲ, ἔλεγεν , ἔλαβεν, καὶ ἐπὶ δοτικῶν <add>τῶν</add> εἰϲ ϲι ληγουϲῶν , παιϲίν, χρή<add>μα</add>ϲιν· οὐ μὴν ἐν τῷ λέγει καὶ λέγειν. νῦν γὰρ ἐν λεκτῷ προϲῄει· ἐκ γὰρ ὁριϲτικοῦ ἀπαρέμφατον ἀκούομεν)· τὸν αὐτὸν δὴ τρόπον ἐδείχθη καὶ τὰ προκείμενα μόρια ὁτὲ μὲν ἕνεκα δηλουμένου παραλαμβανόμενα, ἅπερ ἦν καὶ ϲπανιώτατα, ὁτὲ δὲ ἕνεκα εὐφωνίαϲ, ὅπερ πλέον καθειϲτήκει. καὶ, ὡϲ ἔφαμεν, ἕνεκα τούτου ἐπεκράτηϲεν ἡ ὀνομαϲία.</p><p rend="indent">Προϲθείην δ’ ἂν καὶ τοῦτο, ὡϲ οὐδὲ ἀπὸ τοῦ δηλουμένου δυνατὸν ἦν τὴν ὀνομαϲίαν θέϲθαι. οἱ μὲν γὰρ ἄλλοι τῶν ϲυνδέϲμων ἐν πλείοϲιν ὄντεϲ φωναῖϲ ἓν ἐπηγγέλλοντο, τὸ ϲυμπλέκειν οἱ ϲυμπλεκτικοί, τὸ δὲ διαζευγνύειν οἱ διαζευκτικοί, τὸ δὲ διαπορεῖν οἱ διαπορητικοί, καὶ ἐπὶ τῶν ὑπολοίπων τὸ αὐτό. οἱ μέντοι παραπληρωματικοὶ οὐχ ἓν ἐπηγγέλλοντο κατὰ τὸ δηλούμενον, εἴγε ὁ μὲν δή περιγραφήν τινα ἐδήλου, ὁ δὲ πέρ ἐναντιότητά τινα μετ’ αὐξήϲεωϲ, καὶ ἔτι ὁ γέ μειότητα ἢ ἐπίταϲιν θαυμαϲμοῦ. καὶ εἰ διάφοροι κατὰ τὸ δηλούμενον, πῶϲ ῆν δυνατὸν μίαν ὀνομαϲίαν ἀπὸ τοῦ δηλουμένου χωρίϲαι; οὔτε γὰρ περιγραφικοί, ἐπεὶ οὐ πάντεϲ, οὔτε ἐναντιωματικοί , ὡϲ πρόκειται. ὑγιῶϲ ἄρα ἀπὸ τοῦ πεπλεονακότοϲ ϲχήματοϲ ἐπ<add>ι</add>κοίνωϲ κατὰ πάντων ἡ ὀνομαϲία ἐτέθη. — Καί μοι δοκεῖ παραπλήϲιόν τι ἀναδεδέχθαι τῷ καλουμένῳ παρωνύμῳ ὀνόματι. τὰ μὲν γὰρ ἄλλα ἰδικά, ἔχοντα ἓν τὸ δηλούμενον, ἔλαβε τὴν θέϲιν τοῦ ὀνόματοϲ ἀπὸ τοῦ δηλουμένου, τὰ πατρωνυμικὰ ἀπὸ τοῦ τὸν πατέρα δηλοῦν, τὰ κτητικὰ τὰ ὑπὸ τὴν κτῆϲιν πεπτωκότα, καὶ ἔτι τὰ ϲυγκριτικὰ καὶ τὰ ὑπόλοιπα. καὶ ἐπεὶ τὰ καλούμενα παρώνυμα ἐν πλείϲτοιϲ ϲημαινομένοιϲ κατεγίνετο, πάλιν εἰϲ μίαν ὀνομαϲίαν μετετίθετο, λέγω τὴν κοινῶϲ πᾶϲιν ἀκολουθήϲαϲαν, καθὸ πάντα παρηγμένα ἦν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0082.tlg003.1st1K-grc1" n="522"><p>ἔνθεν ἀπὸ τῆϲ φωνῆϲ ἡ θέϲιϲ τοῦ ὀνόματοϲ. Καὶ τοϲαῦτα μὲν τὰ περὶ ἐννοίαϲ τῆϲ τῶν παραπληρωματικῶν. <pb facs="490433963_0279"/><pb source="print" n="254"/>
    <lb rend="indent"/>Ἰτέον ἑξῆϲ ἐπὶ τὰϲ φωνάϲ.</p><p rend="indent">Ποιητικὸν ὄντα τόν αὖ καὶ ἔτι τὸν τάρ θεματικοὺϲ ἂν παραδεξαίμεθα. τινὲϲ γάρ φαϲι τὸν αὐτάρ ϲύνδεϲμον ἀποκοπέντα μὲν εἶναι αὖ, ἀφαιρεθέντα δὲ τάρ. ἦν δὲ τὸ τοιοῦτον οὐκ ἀληθέϲ. τί γὰρ οὐχὶ ὁ ἀτάρ τοῦτ’ ἀνεδέχετο, ἐντελέϲτεροϲ ὤν; ἀλλ’ εἰ οὐ καθολικὰ τὰ πάθη, ἐκεῖνό γε ϲυνελέγξει τὸν λόγον. τὰ πάθη τῶν φωνῶν ἐϲτιν, οὐ τῶν ϲημαινομένων. τὸ δῶ δηλούμενον μὲν ἔχει τὸ δῶμα, οὐ μὴν λεγόμενον · τῆϲ γὰρ λεγομένηϲ φωνῆϲ ἦν τὸ πάθοϲ. καὶ ἔτι τὸ λῶ ἀφῃρημένον ἐκ τοῦ θέλω, ἢ καὶ τὸ βῆ ἐκ τοῦ ἔβη, πάλιν τὸ αὐτὸ ἔχει δηλούμενον. ἔϲτι γοῦν καὶ ἐπὶ μιᾶϲ λέξεωϲ τὸ αὐτὸ παραϲτῆϲαι. τὸ ἄβαλε ἐντελέϲ ἐϲτι, καὶ ϲαφὲϲ ἐκ τῆϲ ἐκτάϲεωϲ τοῦ α. καὶ ἀφαιρεθὲν γὰρ τὸ αὐτὸ δηλοῖ, 
        <lb rend="indent"/>βάλε δή, βάλε κηρύλοϲ εἴην (Alcm. fr. 26 Bergk<hi rend="superscript">3</hi> ). 
        <lb/>ἀλλὰ μὴν καὶ ἀποκοπὲν τὸ α. . . . . . ὅπερ πάλιν μέγιϲτον τεκμήριόν ἐϲτι τοῦ τὸ ἄβαλε μὴ πεπλεονακέναι τῷ α. οὐ γὰρ εἰϲ τὸν πλεοναϲμὸν καταντῶϲιν ἀεὶ αἱ ἀποκοπαί, οὐδ’ οἱ πλεοναϲμοὶ τὸ δηλούμενον ἔχουϲιν, ἐπεὶ οὐκέτι πλεοναϲμοί. τὸ γοῦν ἀλαλητόϲ οὐ διὰ τοῦ κατ’ ἀρχὴν α τὸ λαλητόϲ ποτε δηλώϲει, οὐδὲ ἄλλο τι τῶν οὕτωϲ πεπλεονακότων. εἴπερ οὖν ὁ αὐτάρ ϲύνδεϲμόϲ ἐϲτι ϲυμπλεκτικόϲ, καὶ ὁ τάρ ϲυμπλεκτικὸϲ γενήϲεται καὶ ὁ αὖ· εἰ δὲ παραπληρωματικὸϲ ὁ αὖ καὶ ὁ τάρ, τμῆμα ὄντεϲ τοῦ αὐτάρ, καὶ ὁ αὐτάρ παραπληρωματικόϲ.</p><p rend="indent">Ἐπὶ γοῦν τοῦ ἄρα οὐκ ἔϲτιν ἄντικρυϲ οὕτωϲ ἀπώϲαϲθαι τὸν λόγον, καθὸ οὐ μόνον ἐπιφορικὸϲ π<add>αραλαμβάνεται,</add> ἀλλ’ ἀπειράκιϲ καὶ παραπληρωματικόϲ, 
        <lb rend="indent"/>ὣϲ ἄρα μιν εἰπόντα τέλοϲ θανάτοιο κάλυψε (Π 502), 
        <lb/>καὶ
        <lb rend="indent"/>τὸν δ’ ἄρα <add>πάντεϲ</add> λαοὶ ἐπερχόμενον (β 13). </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0082.tlg003.1st1K-grc1" n="523"><p>φαϲὶ γὰρ καὶ ἐπὶ τούτων τὸν μὲν ῥά ἀφαιρεθῆναι τοῦ α, τὸν δὲ ἄρ <pb facs="490433963_0280"/><pb source="print" n="255"/> ἀποκοπῆναι. καὶ ἦν ἡ ἀποκοπὴ νομική, εἰϲ ἡμίφωνον καταντῶϲα. καὶ πάνυ γε <add>πιθανὸν</add> παραδέξαϲθαι τὴν τοῦ ρ μονὴν ἐπ’ ἀμφοτέρων τῶν  ϲυν<add>δέϲμων·</add> αὕτη γὰρ ἦν διακριτικὴ τῆϲ ἀφαιρέϲεωϲ καὶ τῆϲ ἀποκοπῆϲ, ἐπεί, εἰ ϲυναπεκέκοπτο τὸ ρ ἢ ϲυναφῄρητο, ἄδηλον τὸ πάθοϲ.</p><p rend="indent">Η. Ἐν ἀρχῇ τιθέμενοϲ περιϲπᾶται, ἐν δὲ ὑποτάξει ἐγκλίνεται, 
        <lb rend="indent"/>ἦ μεγάλ’ ἐβρόντηϲαϲ (υ 113), 
        <lb/>μεγάλα δὴ ἐβρόντηϲαϲ· 
        <lb rend="indent"/>τί ἢ δὲ ϲὺ νόϲφιν ἀπ’ ἄλλων (Ο 244)· 
        <lb/>ἐν ἴϲῳ γάρ ἐϲτι τῷ τί δή φηϲὶν ὁ Τρύφων (p. 44 Velsen) τὸν λόγον ψευδῆ εἶναι, <q> ἐπεὶ οὐκ ἔϲτιν ἐπ’ ἄλλων μερῶν λόγου τὸ τοιοῦτον ἐπιδεῖξαι. τὰ γὰρ οὕτω καὶ <add>προταϲϲόμενα καὶ ὑποταϲϲόμενα</add> ἐγκλιτικά ἐϲτι μόρια, καὶ <del>οὐ</del> πάντωϲ τῷ δηλουμένῳ παρήλλακται, ὡϲ ἔχει τὰ ἀντωνυμικά, ἐμοῦ ἥρπαϲεν, ἥρπαϲέ μου· ϲοῦ ἥρπαϲεν, ἥρπαϲέ ϲου. προϲθείημεν δ’ ἂν καὶ τὰ πύϲματα οὕτω λεγόμενα ποῦ ἀπῆ λθεϲ; ἀπ ῆλθέϲ που· πῶϲ ἀπῆλθεϲ; ἀπῆλθέϲ πωϲ. παρείπετο οὖν καὶ τῷ η ταὐτόν </q>. τῷ αὐτῷ λόγῳ πλέον ἐπεμέμφετο τοὺϲ ἐγκλίνονταϲ μὲν κατ’ ἀρχὴν τὸ ωc, ἐν δὲ μέϲῃ τῇ φράϲει περιϲπῶνταϲ, 
        <lb rend="indent"/>ἀλλ’ οὐδ’ ὧϲ ἑτάρουϲ ἐρρύϲατο (α 6). 
        <lb/>πάλιν τῷ αὐτῷ λόγῳ, ὅτι μὴ τῶν ἐγκλιτικῶν τὸ ωϲ, καθὼϲ τὸ ἐναντίον ἀνεδέξατο, ὅπου γε τὰ μὲν μεϲαζόμενα ἀποβάλλει τὴν περιϲπωμένην, τὰ δὲ ἐν ἀρχῇ παραλαμβανόμενα εἰ ἐπιδέχοιτο τὴν περιϲπωμένην, πάντωϲ τὴν αὐτὴν παραλαμβάνει, ὡϲ ἔχει <add>τὸ</add> π οῦ ἀ πῆλθεν; ἀ πῆλθέ που, καὶ τὰ ἄνω προκείμενα. κἀκεῖνο δὲ προϲθήϲομεν, ὡϲ καὶ ὁ ἰϲοδυναμῶν αὐτῷ δή, κἂν ὑπὸ ποιητικῆϲ ἀδείαϲ ἐν ἀρχῇ παρα λαμβάνηται, οὐ μετατίθεται τοῦ τόνου, 
        <lb rend="indent"/>δὴ τότε μητιόωντο (M 17)· </p></div></div></body></text></TEI>