<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0082.tlg003.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0082.tlg003.1st1K-grc1" n="519"><p>ἐψεύϲατο, καὶ μὴν ἀγαθόϲ ἐϲτι. πῶϲ γὰρ ἄν τιϲ ἐπὶ τῶν τοιούτων ϲυντάξεων παρέλκειν φαίη τοὺϲ ϲυνδέϲμουϲ; ἕνεκα τούτου τὸ 
    <lb rend="indent"/>ἀγαθόϲ περ ἐών, θεοείκελ’ Ἀχιλλεῦ (Α 131) 
    <lb/>εἰϲ τὸν δή μεταλαμβάνεται, ὅτι μὴ κυρίωϲ τὸ δηλούμενον αὐτοῦ ἀπαιτεῖ ὁ λόγοϲ. — Ὁ ἤ διαζευκτικὸϲ ἐπηύξηται διὰ τοῦ τοί, οἷον ἐν τῷ ἤτοι. ἀλλ’ οὐκέτι ἐν τῷ μέντοι οὐδὲ ἐν τῷ καίτοι. πάλιν γὰρ διαφέρει τὸ καί<add>τοι</add> παρῃτήϲα τό με <add>τοῦ καὶ παρῃτήϲατό με.</add> ὅ <add>τε</add> μέντοι οὐχ ὁ αὐτὸϲ τῷ μέν, τῷ δὲ δέ. ἐφ’ οὗ πάλιν καὶ ὁ γέ πλεονάζει ἐν τῷ μέν τοί γε. — Ἔτι ὁ δή ὡϲ μὲν παρέλκει, παντὶ προῦπτον· ὡϲ δὲ καὶ πολλάκιϲ μετάβαϲιν λόγου ποιεῖται, ϲαφὲϲ ἐκ τῶν τοιούτων 
    <lb rend="indent"/>οἱ μὲν δὴ παρ’ ὄχεϲφιν ἐρητύοντο μένοντεϲ (O 3), 
    <lb/>καὶ τῶν παραπληϲίων. νοοῦμεν γὰρ λόγου ἔκλειψιν καὶ ἀρχὴν ἑτέρου, ὡϲ εἰ καὶ ἐν περιγραφῇ κατελιμπάνετο ὁμοίωϲ τῷ 
    <lb rend="indent"/>ὣϲ οἱ μὲν Τρῶεϲ φυλακὰϲ ἔχον (Ι 1), 
    <lb rend="indent"/>ὣϲ ὁ μὲν ἐνθ’ ἠρᾶτο (η 1).</p><p rend="indent">Ἀλλὰ μὴν καὶ ἐν τοῖϲ καλουμένοιϲ πρὸϲ ἡμῶν μὲν ϲυλλογιϲτικοῖϲ, πρὸϲ δὲ τῶν Ϲτωικῶν ἐπιφορικοῖϲ ἔϲτι παραδέξαϲθαι τὴν ϲημαϲίαν αὐτῶν. τὸν τοίνυν ἐκ δύο παραπληρωματικῶν ϲυνεϲτῶτα, καὶ ἔτι μετὰ <pb facs="490433963_0277"/><pb source="print" n="252"/> τοῦ γάρ ἐν τῷ τοιγάρτοι, καὶ μετὰ τοῦ οὖν τοιγαροῦν. δύναμιν γὰρ ἔχουϲιν οἱ τοιοῦτοι ἴϲην τῷ ἄρα ϲυϲτελλομένῳ κατὰ τὸ α. καὶ εἴρηνται μὲν ἐπιφορικοί, καθὸ ἐπιφέρονται τοῖϲ λελημματιϲμένοιϲ, ἀλλὰ μὴν ἡμέρα ἐϲτί, φ ῶϲ ἄρα ἐϲτί , τοιγαροῦν φῶϲ ἐϲτί, φῶϲ τοίνυν ἐϲτί· ϲυλλογιϲτικοὶ δέ, καθότι ἐπί τιϲιν ἀποδείξεϲιν, ἐπιϲυλλογιζόμενοι τὸ ϲυναγόμενον, προϲχρώμεθα τοῖϲ ϲυνδέϲμοιϲ τοῖϲδε, ἔχειϲ μου π έν τε δραχμάϲ, ἔχειϲ δὲ καὶ τρεῖ ϲ, ἔχειϲ ἄρα ὀκτὼ δραχμάϲ, ἔχειϲ τοίνυν ὀκτ ὼ δραχμάϲ. <add>Ἄπειροϲ</add> ἡ καθ’ ἕνα ἕκαϲτον ϲύνδεϲμον ἀπόδειξιϲ εἰϲ τὸ ὅτι καὶ δηλοῦϲί τι οἱ παραπληρωματικοί. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0082.tlg003.1st1K-grc1" n="520"><p>ἀλλ’ ἐπεὶ πλείονεϲ μέν εἰϲι ταῖϲ φωναῖϲ, τοῖϲ δὲ δηλουμένοιϲ ἐλάττονεϲ, ἀρκετὴ ἡ ἐξ ἑνὸϲ ἑκάϲτου ἰϲοδυναμοῦντοϲ ἀπόδειξιϲ. περιϲϲὸν γὰρ τὸν ῥά παραλαμβάνειν τοῦ δή ἀποδειχθέντοϲ, ἢ τὸν θήν ἢ τὸν νύ, ἐπεὶ τὸ αὐτὸ τὸ 
    <lb rend="indent"/>ἄλλοι μέν ῥα θεοί τε (Β 1) 
    <lb/>τῷ 
    <lb rend="indent"/>οἱ μὲν δὴ παρ’ ὄχεϲφι (O 3) 
    <lb/>καὶ τῷ . . . Ταῦτα μὲν ὡϲ δηλοῦϲιν οἱ παραπληρωματικοί.</p><p rend="indent">Κἀκεῖνο δὲ ὑποθηϲόμεθα, δι’ ἣν αἰτίαν ἀπὸ τοῦ πλεονάϲματοϲ τὴν ὀνομαϲίαν ἔϲχον. δέδοται γὰρ ὅτι ϲύνδεϲμοι καὶ δηλοῦϲί τι, τὸ δὲ πλεῖον ἀεὶ ἐπικρατεῖ τοῦ ἐλάττονοϲ. καὶ περιϲϲὸν εἰϲ τοῦτο παρατίθεϲθαι, χωρὶϲ εἰ μὴ ἐπ’ αὐτῶν τῶν ϲυνδέϲμων. ἀπειράκιϲ ο<add>ἱ ϲυμπλε</add>κτικοὶ ϲυμπλέκουϲιν , ἵνα ἅπαξ <add>καὶ</add> αὐτοὶ πλεονάϲωϲι· καὶ ἕνεκα τούτου ἐπεκράτηϲε τὸ καλεῖϲθαι αὐτοὺϲ ϲυμπλεκτικούϲ. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ὑπολοίπων, εἰ καί που εὑρεθεῖεν πλεονάζοντεϲ. ἔνθεν αἱ δέουϲαι ὀνομαϲίαι ἔμενον. οἱ μέντοι παραπληρωματικοὶ ϲύνδεϲμοι καλούμενοι , τὸ πλέον πλεονάϲαντεϲ ἤπερ δηλοῦντεϲ, κατὰ τὴν ἐναντίαν παράθεϲιν τοῦ ϲυνδέϲμου ἀπὸ τοῦ πλεονάϲαντοϲ τὴν ὀνομαϲίαν ἔϲχον. οὕτωϲ γοῦν ἐπλεόναζον, ὥϲτε καὶ τοὺϲ πλείϲτουϲ λαθεῖν τὸ δηλούμενον τὸ ἐξ αὐτῶν. ἦν δὲ καὶ ὁ πλεοναϲμὸϲ αὐτῶν χρειώδηϲ ἄγαν. ἥ τε γὰρ ἀνὰ χεῖρα ὁμιλία καὶ αἱ ϲυντάξειϲ αἱ ἀρχαῖαι καὶ πᾶϲα ποιητικὴ γραφὴ τρέπεται ἐπὶ τὴν εὐφωνίαν, καὶ διὰ τοῦτο εὔχρηϲτα τὰ προκείμενα μόρια , καθότι περ , ὡϲ πρόκειται, ἀπείκαζον αὐτά τινεϲ τῇ προϲκειμένῃ ϲτοιβῇ τοῖϲ ἀμφορεῦϲι. καὶ ὡϲ ἐπὶ ϲτοιχείων οἷόν τέ ἐϲτιν ἀναγκαῖον εὑρέϲθαι πλεοναϲμόν, ἐν ᾧ <add>οὐ</add> πάντωϲ τὸ ϲτοιχεῖον οὐ ϲτοιχεῖον, καθὸ ἐπλεόναζε· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0082.tlg003.1st1K-grc1" n="521"><p>πάλιν γὰρ παρελαμβάνετο εἰϲ δήλωϲίν τινοϲ <pb facs="490433963_0278"/><pb source="print" n="253"/> (καὶ ἐκκείϲθω ὑπόδειγμα τὸ ἐπὶ τοῦ ν, ὃ μάλιϲτα πάμπολλόν ἐϲτιν ἐν τῷ πλεοναϲμῷ, ἕνεκα εὐφωνίαϲ παραλαμβανόμενον ἐπὶ παντὸϲ βραχυκαταλήκτου ῥήματοϲ, ἔλεγεν , ἔλαβεν, καὶ ἐπὶ δοτικῶν <add>τῶν</add> εἰϲ ϲι ληγουϲῶν , παιϲίν, χρή<add>μα</add>ϲιν· οὐ μὴν ἐν τῷ λέγει καὶ λέγειν. νῦν γὰρ ἐν λεκτῷ προϲῄει· ἐκ γὰρ ὁριϲτικοῦ ἀπαρέμφατον ἀκούομεν)· τὸν αὐτὸν δὴ τρόπον ἐδείχθη καὶ τὰ προκείμενα μόρια ὁτὲ μὲν ἕνεκα δηλουμένου παραλαμβανόμενα, ἅπερ ἦν καὶ ϲπανιώτατα, ὁτὲ δὲ ἕνεκα εὐφωνίαϲ, ὅπερ πλέον καθειϲτήκει. καὶ, ὡϲ ἔφαμεν, ἕνεκα τούτου ἐπεκράτηϲεν ἡ ὀνομαϲία.</p><p rend="indent">Προϲθείην δ’ ἂν καὶ τοῦτο, ὡϲ οὐδὲ ἀπὸ τοῦ δηλουμένου δυνατὸν ἦν τὴν ὀνομαϲίαν θέϲθαι. οἱ μὲν γὰρ ἄλλοι τῶν ϲυνδέϲμων ἐν πλείοϲιν ὄντεϲ φωναῖϲ ἓν ἐπηγγέλλοντο, τὸ ϲυμπλέκειν οἱ ϲυμπλεκτικοί, τὸ δὲ διαζευγνύειν οἱ διαζευκτικοί, τὸ δὲ διαπορεῖν οἱ διαπορητικοί, καὶ ἐπὶ τῶν ὑπολοίπων τὸ αὐτό. οἱ μέντοι παραπληρωματικοὶ οὐχ ἓν ἐπηγγέλλοντο κατὰ τὸ δηλούμενον, εἴγε ὁ μὲν δή περιγραφήν τινα ἐδήλου, ὁ δὲ πέρ ἐναντιότητά τινα μετ’ αὐξήϲεωϲ, καὶ ἔτι ὁ γέ μειότητα ἢ ἐπίταϲιν θαυμαϲμοῦ. καὶ εἰ διάφοροι κατὰ τὸ δηλούμενον, πῶϲ ῆν δυνατὸν μίαν ὀνομαϲίαν ἀπὸ τοῦ δηλουμένου χωρίϲαι; οὔτε γὰρ περιγραφικοί, ἐπεὶ οὐ πάντεϲ, οὔτε ἐναντιωματικοί , ὡϲ πρόκειται. ὑγιῶϲ ἄρα ἀπὸ τοῦ πεπλεονακότοϲ ϲχήματοϲ ἐπ<add>ι</add>κοίνωϲ κατὰ πάντων ἡ ὀνομαϲία ἐτέθη. — Καί μοι δοκεῖ παραπλήϲιόν τι ἀναδεδέχθαι τῷ καλουμένῳ παρωνύμῳ ὀνόματι. τὰ μὲν γὰρ ἄλλα ἰδικά, ἔχοντα ἓν τὸ δηλούμενον, ἔλαβε τὴν θέϲιν τοῦ ὀνόματοϲ ἀπὸ τοῦ δηλουμένου, τὰ πατρωνυμικὰ ἀπὸ τοῦ τὸν πατέρα δηλοῦν, τὰ κτητικὰ τὰ ὑπὸ τὴν κτῆϲιν πεπτωκότα, καὶ ἔτι τὰ ϲυγκριτικὰ καὶ τὰ ὑπόλοιπα. καὶ ἐπεὶ τὰ καλούμενα παρώνυμα ἐν πλείϲτοιϲ ϲημαινομένοιϲ κατεγίνετο, πάλιν εἰϲ μίαν ὀνομαϲίαν μετετίθετο, λέγω τὴν κοινῶϲ πᾶϲιν ἀκολουθήϲαϲαν, καθὸ πάντα παρηγμένα ἦν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0082.tlg003.1st1K-grc1" n="522"><p>ἔνθεν ἀπὸ τῆϲ φωνῆϲ ἡ θέϲιϲ τοῦ ὀνόματοϲ. Καὶ τοϲαῦτα μὲν τὰ περὶ ἐννοίαϲ τῆϲ τῶν παραπληρωματικῶν. <pb facs="490433963_0279"/><pb source="print" n="254"/>
    <lb rend="indent"/>Ἰτέον ἑξῆϲ ἐπὶ τὰϲ φωνάϲ.</p><p rend="indent">Ποιητικὸν ὄντα τόν αὖ καὶ ἔτι τὸν τάρ θεματικοὺϲ ἂν παραδεξαίμεθα. τινὲϲ γάρ φαϲι τὸν αὐτάρ ϲύνδεϲμον ἀποκοπέντα μὲν εἶναι αὖ, ἀφαιρεθέντα δὲ τάρ. ἦν δὲ τὸ τοιοῦτον οὐκ ἀληθέϲ. τί γὰρ οὐχὶ ὁ ἀτάρ τοῦτ’ ἀνεδέχετο, ἐντελέϲτεροϲ ὤν; ἀλλ’ εἰ οὐ καθολικὰ τὰ πάθη, ἐκεῖνό γε ϲυνελέγξει τὸν λόγον. τὰ πάθη τῶν φωνῶν ἐϲτιν, οὐ τῶν ϲημαινομένων. τὸ δῶ δηλούμενον μὲν ἔχει τὸ δῶμα, οὐ μὴν λεγόμενον · τῆϲ γὰρ λεγομένηϲ φωνῆϲ ἦν τὸ πάθοϲ. καὶ ἔτι τὸ λῶ ἀφῃρημένον ἐκ τοῦ θέλω, ἢ καὶ τὸ βῆ ἐκ τοῦ ἔβη, πάλιν τὸ αὐτὸ ἔχει δηλούμενον. ἔϲτι γοῦν καὶ ἐπὶ μιᾶϲ λέξεωϲ τὸ αὐτὸ παραϲτῆϲαι. τὸ ἄβαλε ἐντελέϲ ἐϲτι, καὶ ϲαφὲϲ ἐκ τῆϲ ἐκτάϲεωϲ τοῦ α. καὶ ἀφαιρεθὲν γὰρ τὸ αὐτὸ δηλοῖ, 
        <lb rend="indent"/>βάλε δή, βάλε κηρύλοϲ εἴην (Alcm. fr. 26 Bergk<hi rend="superscript">3</hi> ). 
        <lb/>ἀλλὰ μὴν καὶ ἀποκοπὲν τὸ α. . . . . . ὅπερ πάλιν μέγιϲτον τεκμήριόν ἐϲτι τοῦ τὸ ἄβαλε μὴ πεπλεονακέναι τῷ α. οὐ γὰρ εἰϲ τὸν πλεοναϲμὸν καταντῶϲιν ἀεὶ αἱ ἀποκοπαί, οὐδ’ οἱ πλεοναϲμοὶ τὸ δηλούμενον ἔχουϲιν, ἐπεὶ οὐκέτι πλεοναϲμοί. τὸ γοῦν ἀλαλητόϲ οὐ διὰ τοῦ κατ’ ἀρχὴν α τὸ λαλητόϲ ποτε δηλώϲει, οὐδὲ ἄλλο τι τῶν οὕτωϲ πεπλεονακότων. εἴπερ οὖν ὁ αὐτάρ ϲύνδεϲμόϲ ἐϲτι ϲυμπλεκτικόϲ, καὶ ὁ τάρ ϲυμπλεκτικὸϲ γενήϲεται καὶ ὁ αὖ· εἰ δὲ παραπληρωματικὸϲ ὁ αὖ καὶ ὁ τάρ, τμῆμα ὄντεϲ τοῦ αὐτάρ, καὶ ὁ αὐτάρ παραπληρωματικόϲ.</p><p rend="indent">Ἐπὶ γοῦν τοῦ ἄρα οὐκ ἔϲτιν ἄντικρυϲ οὕτωϲ ἀπώϲαϲθαι τὸν λόγον, καθὸ οὐ μόνον ἐπιφορικὸϲ π<add>αραλαμβάνεται,</add> ἀλλ’ ἀπειράκιϲ καὶ παραπληρωματικόϲ, 
        <lb rend="indent"/>ὣϲ ἄρα μιν εἰπόντα τέλοϲ θανάτοιο κάλυψε (Π 502), 
        <lb/>καὶ
        <lb rend="indent"/>τὸν δ’ ἄρα <add>πάντεϲ</add> λαοὶ ἐπερχόμενον (β 13). </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0082.tlg003.1st1K-grc1" n="523"><p>φαϲὶ γὰρ καὶ ἐπὶ τούτων τὸν μὲν ῥά ἀφαιρεθῆναι τοῦ α, τὸν δὲ ἄρ <pb facs="490433963_0280"/><pb source="print" n="255"/> ἀποκοπῆναι. καὶ ἦν ἡ ἀποκοπὴ νομική, εἰϲ ἡμίφωνον καταντῶϲα. καὶ πάνυ γε <add>πιθανὸν</add> παραδέξαϲθαι τὴν τοῦ ρ μονὴν ἐπ’ ἀμφοτέρων τῶν  ϲυν<add>δέϲμων·</add> αὕτη γὰρ ἦν διακριτικὴ τῆϲ ἀφαιρέϲεωϲ καὶ τῆϲ ἀποκοπῆϲ, ἐπεί, εἰ ϲυναπεκέκοπτο τὸ ρ ἢ ϲυναφῄρητο, ἄδηλον τὸ πάθοϲ.</p><p rend="indent">Η. Ἐν ἀρχῇ τιθέμενοϲ περιϲπᾶται, ἐν δὲ ὑποτάξει ἐγκλίνεται, 
        <lb rend="indent"/>ἦ μεγάλ’ ἐβρόντηϲαϲ (υ 113), 
        <lb/>μεγάλα δὴ ἐβρόντηϲαϲ· 
        <lb rend="indent"/>τί ἢ δὲ ϲὺ νόϲφιν ἀπ’ ἄλλων (Ο 244)· 
        <lb/>ἐν ἴϲῳ γάρ ἐϲτι τῷ τί δή φηϲὶν ὁ Τρύφων (p. 44 Velsen) τὸν λόγον ψευδῆ εἶναι, <q> ἐπεὶ οὐκ ἔϲτιν ἐπ’ ἄλλων μερῶν λόγου τὸ τοιοῦτον ἐπιδεῖξαι. τὰ γὰρ οὕτω καὶ <add>προταϲϲόμενα καὶ ὑποταϲϲόμενα</add> ἐγκλιτικά ἐϲτι μόρια, καὶ <del>οὐ</del> πάντωϲ τῷ δηλουμένῳ παρήλλακται, ὡϲ ἔχει τὰ ἀντωνυμικά, ἐμοῦ ἥρπαϲεν, ἥρπαϲέ μου· ϲοῦ ἥρπαϲεν, ἥρπαϲέ ϲου. προϲθείημεν δ’ ἂν καὶ τὰ πύϲματα οὕτω λεγόμενα ποῦ ἀπῆ λθεϲ; ἀπ ῆλθέϲ που· πῶϲ ἀπῆλθεϲ; ἀπῆλθέϲ πωϲ. παρείπετο οὖν καὶ τῷ η ταὐτόν </q>. τῷ αὐτῷ λόγῳ πλέον ἐπεμέμφετο τοὺϲ ἐγκλίνονταϲ μὲν κατ’ ἀρχὴν τὸ ωc, ἐν δὲ μέϲῃ τῇ φράϲει περιϲπῶνταϲ, 
        <lb rend="indent"/>ἀλλ’ οὐδ’ ὧϲ ἑτάρουϲ ἐρρύϲατο (α 6). 
        <lb/>πάλιν τῷ αὐτῷ λόγῳ, ὅτι μὴ τῶν ἐγκλιτικῶν τὸ ωϲ, καθὼϲ τὸ ἐναντίον ἀνεδέξατο, ὅπου γε τὰ μὲν μεϲαζόμενα ἀποβάλλει τὴν περιϲπωμένην, τὰ δὲ ἐν ἀρχῇ παραλαμβανόμενα εἰ ἐπιδέχοιτο τὴν περιϲπωμένην, πάντωϲ τὴν αὐτὴν παραλαμβάνει, ὡϲ ἔχει <add>τὸ</add> π οῦ ἀ πῆλθεν; ἀ πῆλθέ που, καὶ τὰ ἄνω προκείμενα. κἀκεῖνο δὲ προϲθήϲομεν, ὡϲ καὶ ὁ ἰϲοδυναμῶν αὐτῷ δή, κἂν ὑπὸ ποιητικῆϲ ἀδείαϲ ἐν ἀρχῇ παρα λαμβάνηται, οὐ μετατίθεται τοῦ τόνου, 
        <lb rend="indent"/>δὴ τότε μητιόωντο (M 17)· </p></div></div></body></text></TEI>