<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0082.tlg003.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0082.tlg003.1st1K-grc1" n="518"><p>καὶ παντί γε προῦπτον, ὡϲ διαφέρει τὸ τοῦτο εἰπέ <add>τοῦ</add> τοῦτό γε εἰπέ. πῶϲ οὖν ἔτι οὐδὲν πλ<add>η</add>ροῦϲιν οἱ παραπληρωματικοί; — Ἔτι ὁ δέ ϲύνδεϲμοϲ ὅπωϲ παραλαμβάνεται καὶ ἐπὶ ποίᾳ δυνάμει, ἐκτεθείμεθα. ἀλλὰ προϲλαβὼν τὸν γέ ἄλλο τι ἐπηγγείλατο. οὐ γὰρ ὡϲ ἐν τῷ ἀρά γε ἡμέρα; παρείλκετο ὁ γέ καὶ ἐν τῷ δέ γε. καλούμενον γοῦν ἔϲτιν εὑρέϲθαι παρὰ τοῖϲ Ϲτωικοῖϲ τὸν δέ γε ὄντα προϲληπτικόν. τοὺϲ γὰρ ἀπὸ ϲυναφῆϲ λόγουϲ εἰϲ ϲχηματιϲμὸν μετιόνταϲ ἡ τοιαύτη ϲύνταξιϲ ἡ τῶν ϲυνδέϲμων ὑπάγει, εἰ ἡμέρα ἐϲτί, φῶ ϲ ἐϲτιν· ἡμέρα δέ γέ ἐϲτιν· καὶ ἐπεὶ ἐν προϲλήψει ἐγένετο ὁ λόγοϲ, προϲληπτικοὶ οἱ τοιοῦτοι ϲύνδεϲμοι. — Τὸ δ’ αὐτὸ ϲυμβέβηκε καὶ ἐπὶ τοῦ ἀλλά καὶ ἀλλὰ μή ν. πάλιν γὰρ ὁ μήν παραπληρωματικόϲ, ϲυνών τῷ ἀλλά, τὴν αὐτὴν πρόϲληψιν ἀποτελεῖ, ἀλλὰ μὴν ἡμέρα ἐϲτί, καὶ ϲχεδὸν ἀμφοτέρων τῶν ϲυντάξεων μία δύναμιϲ· ἐκ γὰρ τῶν αὐτῶν εἰϲιν. ὁ γὰρ δέ ἰϲοδυναμεῖ τῷ ἀλλά (καὶ τοῦτο ἐδείχθη), ὃϲ προϲλαβὼν παραπληρωματικὸν τὸν γέ προϲληπτικὸϲ ἐγένετο· καὶ πάλιν ὁ ἀλλά, παραπληρωματικὸν προϲλαβὼν τὸν μήν, τὸ αὐτὸ ἐγένετο. πολλάκιϲ δὲ καὶ ὁ γάρ προϲέρχεται τῷ ἀλλά, ἀλλὰ γὰρ ἡμέρα ἐϲτί· καὶ εἰ ὁ γάρ ϲύνδεϲμοϲ, καὶ ὁ μήν καὶ ὁ γέ ϲύνδεϲμοι. Ἔτι ὁ πέρ παρέλκει <pb facs="490433963_0276"/><pb source="print" n="251"/> ἐν τῷ εἴπερ ἡμέρα ἐϲτί (καὶ διὅτι, εἴρηται)· ἀλλ’ οὐκέτι ἐν τῷ καίπερ ἀγαθὸϲ ὤν. ὑπεναντίωϲιν γὰρ ἐδήλωϲεν ὁ καί<add>περ</add> καὶ δῆλον ὅτι διὰ τὸν πέρ, ὅπου γε καὶ κατ’ ἰδίαν ὁ πέρ ἐναντιωματικόϲ ἐϲτι μετ’ αὐξήϲεωϲ, 
    <lb rend="indent"/>ἀγαθόϲ περ ἐών (Α 131), 
    <lb/>ϲώφρων περ ὤν· τὸ γὰρ ἐναντίον τῷ 
    <lb rend="indent"/>τοῦτό γέ μοι χάριϲαι (lyr. gr. III<hi rend="superscript">3</hi> p. 1356 Bergk), 
    <lb/>ἀπειργάϲατο. — Ἃϲ ἔχει δυνάμειϲ ὁ καί, εἴπομεν. ἀλλὰ προϲλαβὼν τὸν μήν ἀποδεικτικὸϲ γίνεται, πάλιν ὑπαγομένηϲ ἐναντιώϲεωϲ, οὐ βλέπω, καὶ μ ὴν ἡμέρα ἐϲτίν· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0082.tlg003.1st1K-grc1" n="519"><p>ἐψεύϲατο, καὶ μὴν ἀγαθόϲ ἐϲτι. πῶϲ γὰρ ἄν τιϲ ἐπὶ τῶν τοιούτων ϲυντάξεων παρέλκειν φαίη τοὺϲ ϲυνδέϲμουϲ; ἕνεκα τούτου τὸ 
    <lb rend="indent"/>ἀγαθόϲ περ ἐών, θεοείκελ’ Ἀχιλλεῦ (Α 131) 
    <lb/>εἰϲ τὸν δή μεταλαμβάνεται, ὅτι μὴ κυρίωϲ τὸ δηλούμενον αὐτοῦ ἀπαιτεῖ ὁ λόγοϲ. — Ὁ ἤ διαζευκτικὸϲ ἐπηύξηται διὰ τοῦ τοί, οἷον ἐν τῷ ἤτοι. ἀλλ’ οὐκέτι ἐν τῷ μέντοι οὐδὲ ἐν τῷ καίτοι. πάλιν γὰρ διαφέρει τὸ καί<add>τοι</add> παρῃτήϲα τό με <add>τοῦ καὶ παρῃτήϲατό με.</add> ὅ <add>τε</add> μέντοι οὐχ ὁ αὐτὸϲ τῷ μέν, τῷ δὲ δέ. ἐφ’ οὗ πάλιν καὶ ὁ γέ πλεονάζει ἐν τῷ μέν τοί γε. — Ἔτι ὁ δή ὡϲ μὲν παρέλκει, παντὶ προῦπτον· ὡϲ δὲ καὶ πολλάκιϲ μετάβαϲιν λόγου ποιεῖται, ϲαφὲϲ ἐκ τῶν τοιούτων 
    <lb rend="indent"/>οἱ μὲν δὴ παρ’ ὄχεϲφιν ἐρητύοντο μένοντεϲ (O 3), 
    <lb/>καὶ τῶν παραπληϲίων. νοοῦμεν γὰρ λόγου ἔκλειψιν καὶ ἀρχὴν ἑτέρου, ὡϲ εἰ καὶ ἐν περιγραφῇ κατελιμπάνετο ὁμοίωϲ τῷ 
    <lb rend="indent"/>ὣϲ οἱ μὲν Τρῶεϲ φυλακὰϲ ἔχον (Ι 1), 
    <lb rend="indent"/>ὣϲ ὁ μὲν ἐνθ’ ἠρᾶτο (η 1).</p><p rend="indent">Ἀλλὰ μὴν καὶ ἐν τοῖϲ καλουμένοιϲ πρὸϲ ἡμῶν μὲν ϲυλλογιϲτικοῖϲ, πρὸϲ δὲ τῶν Ϲτωικῶν ἐπιφορικοῖϲ ἔϲτι παραδέξαϲθαι τὴν ϲημαϲίαν αὐτῶν. τὸν τοίνυν ἐκ δύο παραπληρωματικῶν ϲυνεϲτῶτα, καὶ ἔτι μετὰ <pb facs="490433963_0277"/><pb source="print" n="252"/> τοῦ γάρ ἐν τῷ τοιγάρτοι, καὶ μετὰ τοῦ οὖν τοιγαροῦν. δύναμιν γὰρ ἔχουϲιν οἱ τοιοῦτοι ἴϲην τῷ ἄρα ϲυϲτελλομένῳ κατὰ τὸ α. καὶ εἴρηνται μὲν ἐπιφορικοί, καθὸ ἐπιφέρονται τοῖϲ λελημματιϲμένοιϲ, ἀλλὰ μὴν ἡμέρα ἐϲτί, φ ῶϲ ἄρα ἐϲτί , τοιγαροῦν φῶϲ ἐϲτί, φῶϲ τοίνυν ἐϲτί· ϲυλλογιϲτικοὶ δέ, καθότι ἐπί τιϲιν ἀποδείξεϲιν, ἐπιϲυλλογιζόμενοι τὸ ϲυναγόμενον, προϲχρώμεθα τοῖϲ ϲυνδέϲμοιϲ τοῖϲδε, ἔχειϲ μου π έν τε δραχμάϲ, ἔχειϲ δὲ καὶ τρεῖ ϲ, ἔχειϲ ἄρα ὀκτὼ δραχμάϲ, ἔχειϲ τοίνυν ὀκτ ὼ δραχμάϲ. <add>Ἄπειροϲ</add> ἡ καθ’ ἕνα ἕκαϲτον ϲύνδεϲμον ἀπόδειξιϲ εἰϲ τὸ ὅτι καὶ δηλοῦϲί τι οἱ παραπληρωματικοί. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0082.tlg003.1st1K-grc1" n="520"><p>ἀλλ’ ἐπεὶ πλείονεϲ μέν εἰϲι ταῖϲ φωναῖϲ, τοῖϲ δὲ δηλουμένοιϲ ἐλάττονεϲ, ἀρκετὴ ἡ ἐξ ἑνὸϲ ἑκάϲτου ἰϲοδυναμοῦντοϲ ἀπόδειξιϲ. περιϲϲὸν γὰρ τὸν ῥά παραλαμβάνειν τοῦ δή ἀποδειχθέντοϲ, ἢ τὸν θήν ἢ τὸν νύ, ἐπεὶ τὸ αὐτὸ τὸ 
    <lb rend="indent"/>ἄλλοι μέν ῥα θεοί τε (Β 1) 
    <lb/>τῷ 
    <lb rend="indent"/>οἱ μὲν δὴ παρ’ ὄχεϲφι (O 3) 
    <lb/>καὶ τῷ . . . Ταῦτα μὲν ὡϲ δηλοῦϲιν οἱ παραπληρωματικοί.</p><p rend="indent">Κἀκεῖνο δὲ ὑποθηϲόμεθα, δι’ ἣν αἰτίαν ἀπὸ τοῦ πλεονάϲματοϲ τὴν ὀνομαϲίαν ἔϲχον. δέδοται γὰρ ὅτι ϲύνδεϲμοι καὶ δηλοῦϲί τι, τὸ δὲ πλεῖον ἀεὶ ἐπικρατεῖ τοῦ ἐλάττονοϲ. καὶ περιϲϲὸν εἰϲ τοῦτο παρατίθεϲθαι, χωρὶϲ εἰ μὴ ἐπ’ αὐτῶν τῶν ϲυνδέϲμων. ἀπειράκιϲ ο<add>ἱ ϲυμπλε</add>κτικοὶ ϲυμπλέκουϲιν , ἵνα ἅπαξ <add>καὶ</add> αὐτοὶ πλεονάϲωϲι· καὶ ἕνεκα τούτου ἐπεκράτηϲε τὸ καλεῖϲθαι αὐτοὺϲ ϲυμπλεκτικούϲ. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ὑπολοίπων, εἰ καί που εὑρεθεῖεν πλεονάζοντεϲ. ἔνθεν αἱ δέουϲαι ὀνομαϲίαι ἔμενον. οἱ μέντοι παραπληρωματικοὶ ϲύνδεϲμοι καλούμενοι , τὸ πλέον πλεονάϲαντεϲ ἤπερ δηλοῦντεϲ, κατὰ τὴν ἐναντίαν παράθεϲιν τοῦ ϲυνδέϲμου ἀπὸ τοῦ πλεονάϲαντοϲ τὴν ὀνομαϲίαν ἔϲχον. οὕτωϲ γοῦν ἐπλεόναζον, ὥϲτε καὶ τοὺϲ πλείϲτουϲ λαθεῖν τὸ δηλούμενον τὸ ἐξ αὐτῶν. ἦν δὲ καὶ ὁ πλεοναϲμὸϲ αὐτῶν χρειώδηϲ ἄγαν. ἥ τε γὰρ ἀνὰ χεῖρα ὁμιλία καὶ αἱ ϲυντάξειϲ αἱ ἀρχαῖαι καὶ πᾶϲα ποιητικὴ γραφὴ τρέπεται ἐπὶ τὴν εὐφωνίαν, καὶ διὰ τοῦτο εὔχρηϲτα τὰ προκείμενα μόρια , καθότι περ , ὡϲ πρόκειται, ἀπείκαζον αὐτά τινεϲ τῇ προϲκειμένῃ ϲτοιβῇ τοῖϲ ἀμφορεῦϲι. καὶ ὡϲ ἐπὶ ϲτοιχείων οἷόν τέ ἐϲτιν ἀναγκαῖον εὑρέϲθαι πλεοναϲμόν, ἐν ᾧ <add>οὐ</add> πάντωϲ τὸ ϲτοιχεῖον οὐ ϲτοιχεῖον, καθὸ ἐπλεόναζε· </p></div></div></body></text></TEI>