τὸν δὲ αἰτιολογικὸν λεγόμενον παρῳχημένοιϲ· τὰ γὰρ γεγονότα αἰτιολογεῖται. ὁ γοῦν λέγων ἵνα γράψω ταῦτά μοι ἐγένετο, ὁμολογεῖ τὸ ἤδη γεγραφέναι, ὥϲτε ἐνήργηϲεν ἤδη τὸ ἔγραψα καὶ αἰτίαν κατ’ αὐτοῦ ἐπήγαγε· τὸ μέντοι οὕτω λεγόμενον δὸϲ ἵνα γρά ψω οὔπω γέγονε, τὸ δὲ μὴ γεγονὸϲ μέλλοντόϲ ἐϲτιν ἀποτελεϲτικόν· μέλλοντι ἄρα ϲυντάϲϲεται. — χωρὶϲ εἰ μὴ οὕτω νοήϲαιμεν. δὸϲ ἵνα ἐν τελειώϲει γένηται τὸ γράψαι. ὅπερ οἶμαι βέλτιον. καὶ γὰρ ὁ ἀπὸ τῶν φωνῶν κανὼν ὁμολογεῖ τὸν ἀόριϲτον, τουτέϲτι τὸν παρῳχημένον, εἴγε κερῶ μὲν ὁ μέλλων, ἔκειρα δὲ ὁ ἀόριϲτοϲ, καὶ οὔ φαμεν δὸϲ ἵνα κερῶ ἀλλ’ ἵνα κείρω. καὶ ὁ Δωριεὺϲ τοὺϲ μέλλονταϲ περιϲπῶν , οὐκέτι ἐπὶ τῆϲδε τῆϲ ϲυντάξεωϲ περιέϲπαϲεν· ἦϲαν γὰρ αἱ φωναὶ οὐ μέλλοντοϲ, ἀλλὰ ἀορίϲτου. πλείϲταϲ ἔχω ἐκθέϲθαι εἰϲ τὸν τοιοῦτον λόγον παραθέϲειϲ, ἃϲ ἐν τοῖϲ περὶ ὑποτακτικῶν παραθήϲομαι, ἐν οἷϲ καὶ τὴν διαφορὰν ἐκθήϲομαι τῆϲ καταλήξεωϲ τῶν ὑποτακτικῶν, καὶ ὡϲ εἰϲ μίαν κατάληξιν πάντα ϲυνέωϲται, λέγω τὴν εἰϲ ω. ἔνθεν γὰρ καὶ ἡ ὑπόληψιϲ τοῦ ἵνα γρά ψω, ὅτι καὶ μέλλοντοϲ. Ἴδιόν τι παρηκολούθηϲε τοῖϲ ϲυνεμπεϲοῦϲι ϲυνδέϲμοιϲ αἰτιώδεϲιν . . . . . ἐπιρρήμαϲι χρονικοῖϲ ἢ τοπικοῖϲ. ϲυνεμπι . . . ἡ ἀπόδειξιϲ. καὶ οὐκ ἀπίθανον ἕνεκα τούτου καὶ τὸν ἐπεί , αἰτιωδῶϲ παραλαμβανόμενον, ἔχειν χρονικὸν παρα κείμενον ἐπίρρημα, ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦϲ ἠυκόμοιο (Θ 452), ἐπεὶ Τροίηϲ ἱερὸν πτολίεθρον ἔπερϲεν (α 2). ἔϲτι δὲ κἀκ τοῦ βίου τοια ῦτα τεκμήραϲθαι. ὁ δεῖνα ἀγα θ όϲ ἐϲτιν, ὅπου γε φιλεῖ το ὺϲ ἀγ αθούϲ · ἴϲον γὰρ τῷ ἐπεὶ φιλεῖ τοὺϲ ἀγαo θούϲ, ἢ ὅτι φιλεῖ τοὺϲ ἀγαθούϲ· ὅτε ἀ πέδωκε τὴν παραθ ήκην, ὁπότε γε φιλοπονεῖ. — Οὐ μὴν ἐκεῖνό γε ἀληθέϲ, ὡϲ τὰ μὲν μονοϲύλλαβα τῶν ἐπιρρημάτων, ϲυνεμπίπτοντα ϲυνδέϲμοιϲ, παραλλαγὴν ἴϲχει τόνου, τῶν μὴ οὕτωϲ ἐχόντων τὸν αὐτὸν τόνον τηρούντων. τὸ γὰρ ποῦ περιϲπῶμεν, ἀλλ’ οὐκέτι ἐν τῷ Ὀδυϲϲῆοϲ δέ που εὐνή (π 34) παραπληρωματικῷ· καὶ τὸ νῦν, ἀλλ’ οὐκέτι ἐν τῷ καί νύ κεν (δ 363)· τὸ μέντοι ὅπωϲ καὶ τὰ τούτοιϲ ὅμοια , ὡϲ πρόκειται, ταὐτά εἰϲιν ἐν ἐπιρρήμαϲι καὶ ϲυνδέϲμοιϲ. — Ἔϲτι δὲ εἰπεῖν, ὡϲ τὸ μὲν νῦν οὐδ’ ὅλωϲ ὁμοφωνεῖ, εἴγε πάντοτε μὲν τὸ ἐπίρρημα διὰ δύο, ὁ δὲ ϲύνδεϲμοϲ οὐ πάντωϲ· καὶ εἰ τοῦτο, οὐ πάντωϲ ὁμοφωνεῖ. — ἀλλ’ οὐδὲ τὸ πού ϲύνδεϲμόϲ ἐϲτι παραπληρωματικόϲ · οὐ γὰρ δή γε τὰ πλεονάϲαντα μόρια ἐν λόγῳ ϲύνδεϲμοι παραπληρωματικοί. ἰδοὺ γὰρ καὶ ἄλλα ἐπιρρήματα παρέλκει, καὶ οὐ πάντωϲ ϲύνδεϲμοι· ἐπὶ μὲν τοῦ βίου ὅϲτιϲ θέλει ὑπαγέτω, καὶ ἔτι παρὰ τῷ ποιητῇ ὡϲ δ’ ὅτ’ ἐν οὐρανῷ ἄϲτρα φαεινήν (Θ 555), εἰ δ’ ἄγε νῦν φίλε Φοῖβε (Π 667), οὐ ϲύ γ’ ἔπειτα Τυδέοϲ ἔκγονόϲ ἐϲϲι (Ε 813), ϲοὶ δ’ οὔπω μάλα πάγχυ θεοὶ μάκαρεϲ κοτέουϲι (Ξ 143). κατὰ τοῦτο οὖν πλεοναζέτω καὶ τὸ νῦν εἴ τί που ἔϲτι, πίθοιό μοι (δ 193) καὶ Ὀδυϲϲῆοϲ δέ που εὐνή (π 34), καὶ ὅϲα ἐϲτὶ τοιαῦτα. ἀλλ’ εἰ καὶ ϲύνδεϲμόϲ ἐϲτι τὸ πού, ἰδοὺ ὁμόφωνον ἐπιρρήματι ἐν τῷ εἴ που ἐϲαθρήϲειεν (Γ 450). ὅνπερ γὰρ τρόπον τοῖϲ ἄλλοιϲ πύϲμαϲι παράκεινται ἀόριϲτοι προφοραί, τὸ πλέον ἐν χρόνοιϲ δυϲὶν ἐγκλιτικαὶ καθεϲτῶϲαι, πῶϲ ἦλθεν; ἦλθέ πωϲ· τίϲ ἔγρα ψεν; ἔγραψέ τιϲ· πότε ἦλθεν; ἦλθέ ποτε· τὸν αὐτὸν τρόπον καὶ τῷ ποῦ παρακείϲεται ἐγκλιτικὸν ἀόριϲτον τὸ πού. Χάριν. Δοκεῖ ἰϲοδυναμεῖν ϲυνδέϲμῳ τῷ ἕνεκα, χάριν Ἀπ ολ λωνίου ἕνεκα Ἀπολλωνίου. φηϲὶ δὲ καὶ ὁ Τρύφων (p. 42 Velsen), ὡϲ ἕνεκα τούτου τὸ μὲν ὄνομα καὶ χάριτα λέγεται καὶ χάριν, τὸ δὲ εἰϲ τοιαύτην ϲύνταξιν παραληφθὲν ὡϲ ἀντὶ ϲυνδέϲμου καθ’ ἕνα ϲχηματιϲμὸν παραλαμβάνεται, ὅπερ παρείπετο ϲυνδέϲμοιϲ . Ἔτι μέντοι φηϲὶν ὁ Τρύφων, ὡϲ παρὰ τὸν Εὐριπίδην καὶ ἔτι ἄλλοιϲ ποιηταῖϲ ὀνοματικῆϲ ϲυντάξεωϲ ἔτυχεν. ἐν μὲν γὰρ Κρήϲϲαιϲ (fr. 469 Dindorf Nauck) ἐγὼ χάριν ϲὴν παῖδά ϲου κατακτενῶ, καὶ ἐν Αὔγῃ (fr. 270 Dindorf Nauck)· καὶ βουθυτεῖν γὰρ ἠξίουϲ ἐμὴν χάριν. τὰ γὰρ κτητικαῖϲ ἀντωνυμίαιϲ ϲυνταϲϲόμενα ὀνόματά ἐϲτι, τῆϲ αὐτῆϲ πτώϲεωϲ τυχόντα καὶ τοῦ αὐτοῦ ἀριθμοῦ , ἐμὸν αὐλόν, ἐμὴν οἰκίαν, ἐμὴν χάριν. . . . ἐμοῦ οἷόν τέ ἐϲτι παραθέϲθαι τὸ ἕνεκα, ἕνεκα ἐμοῦ, ἐπὶ δὲ τοῦ χάριν ἐμὴν οὐκέτι, ἕνεκα ἐμήν. τὸ τοιοῦτον δέ φαμεν εἰϲ ἀπόδειξιν τοῦ τὸ χάριν ὄνομα εἶναι κατὰ τὰϲ τοιαύταϲ ϲυντάξειϲ. — οὐδὲν μέντοι κωλύοι καὶ τὸ ἔθιμον ἐκδέξαϲθαι ὄνομα , λιπούϲηϲ προθέϲεωϲ τῆϲ εἴϲ, ὥϲτε οὕτωϲ ἀκούειν, χάριν Ἀπολλωνίου εἰϲ χάριν Ἀπολλωνίου, εἴγε καὶ τὸ ἐμὴν χάριν ἐν ἴϲῳ ἐϲτὶ τῷ εἰϲ ἐμὴν χάριν. καὶ φαίνεται ὅτι ἡ ὕφεϲιϲ τῆϲ προθέϲεωϲ προῆξε τὸ χάριν ἰϲοδυναμεῖν τῷ ἕνεκα. πάνυ δέ ἐϲτι κἀκείνου ἀπόδειξιϲ. ἡ τοιαύτη ϲύνταξιϲ ἐπὶ γενικὴν φέρεται, χάριν Θἐωνοϲ, χάριν Δίωνοϲ, ἐφ’ οὐ ἔφαμεν λείπειν τὴν εἴϲ. τοιοῦτον δέ ἐϲτι καὶ τὸ ἐμὴν χάριν, εἴγε πᾶϲα κτητικὴ ἀντωνυμία γενικῆϲ ἐϲτι πτώϲεωϲ ἀντωνυμία, τοῦ ἐπιφερομένου κτήματοϲ ἀδιάφορον ἔχοντοϲ τὴν ἐπιo φορὰν τῆϲ πτώϲεωϲ. τούτου οὖν τῇδε ἔχοντοϲ, πάλιν τὸ ἐμὴν χάριν ἢ ϲὴν χάριν ἴϲον ἐϲτὶ τῷ χάριν μου, ὡϲ εἰ ἐμὴν δ ούλην δούλην μου, ἐμὴν οἰκίαν οἰκίαν μου. Τοϲαῦτα περὶ τῶν αἰτιολογικῶν.