<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0082.tlg003.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0082.tlg003.1st1K-grc1" n="509"><p>δεῖ δὲ νοεῖν ὅτι τὸ διὅτι ἕν ἐϲτι μέροϲ λόγου, καθὸ ἐπεδείξαμεν τὰϲ προθέϲειϲ ἐν ἀπτώτοιϲ ἑνοῦϲθαι. — ἔτι ἡ διά πρόθεϲιϲ, αἰτιώδηϲ παραλαμβανομένη, ἐπ’ αἰτιατικὴν φέρεται, δι’ Ἀπολλώνιον, διὰ ϲέ. φέρε γὰρ οὕτωϲ εἰπεῖν διὰ ϲοῦ, καὶ οὐκέτι αἰτιώδηϲ ἡ διά. ἔνθεν φαμὲν αἰτιατικῆϲ τὸ τό εἶναι ἐν τῷ διὰ τὸ ἡμέραν εἶναι φ ῶϲ ἐϲτιν. ὁ δὲ ὅτι ϲύνδεϲμοϲ πτῶϲιν οὐκ ἀναδέχεται. — ἀλλ’ οὐδὲ ἐκεῖνο ἀληθέϲ ἐϲτιν, ὡϲ ἐπὶ τὸ αὐτὸ φέρεται τὸ διὅτι καὶ ὅτι. ὃ μὲν γὰρ λείπει τῷ ἀνταποδοτικῷ, ὃ δὲ οὔ. τὸ γὰρ οὕτω λεγόμενον, διὅτι ἡμέρα ἐϲτί, φῶϲ ἐϲτι λείπει τῷ διὰ τοῦτο <del>φῶϲ ἐϲτι</del>· τὸ δὲ ὅτι ἡμέρα ἐϲτί, φῶϲ ἐϲτιν αὐτοτελέϲ. ὅτι περιπα τῶ, κινοῦμαι· οὐ γὰρ δή γε τοιοῦτον ἔϲτι<add>ν</add>, <del>δι</del>ὅτι περιπατῶ, διὰ τοῦτο κινοῦμαι. — φηϲὶ δὲ καὶ ὁ Τρύφων (p. 42 Velsen ), ὡϲ τοῖϲ τοιούτοιϲ μορίοιϲ, πτωτικοῖϲ οὖϲιν, ἀνταποδίδοται τὰ τοιαῦτα, ὡϲ ἐν τοῖϲ τοιούτοιϲ ὅϲ τιϲ περιπατεῖ, ο ὗτοϲ κινεῖται· ὅ τι περιπατεῖ, τοῦτο κινεῖται. καὶ δῆλον ὅτι τὸ διὅτι, ἔχον τὴν αὐτὴν ἀνταπόδοϲιν, ἔχει ἐγκείμενον πτωτικὸν τὸ ὅ τι, ϲαφὲϲ ποιοῦν κἀκ τοῦ πνεύματοϲ, καθὸ μέϲη ἡ δαϲεῖα, ὑπαγορεύουϲα τὴν διά πρόθεϲιν ἐν τῇ παραθέϲει. (οὐ γὰρ δή γε καὶ αὐτὸ μόριόν ἐϲτι τῶν ἡμαρτημένων, ὁμοίωϲ τῷ εἶἑν, εὔἁν, εὐοἵ.) δεῖ δὲ νοεῖν ἐπὶ τῆϲ ϲυντάξεωϲ, ὅτι πτωτικὸν καθεϲτηκὸϲ τὸ διὅτι τρία μέρη λόγου δηλοῖ ἐν παραθέϲει, τήν τε πρόθεϲιν , ἣν ἔφαμεν πάντοτε ἐν παραθέϲει εἶναι αἰτιωδῶϲ παραλαμβανομένην, καὶ τὸ ὅ καὶ τὸ τί , καὶ ἐν πτώϲεϲι δὲ αἰτιατικαῖϲ, ἐφ’ ἃϲ <pb facs="490433963_0268"/><pb source="print" n="243"/> καὶ φέρεται ἡ πρόθεϲιϲ. τούτων δὲ ἀπόδειξιϲ ἡ τῶν ἑτερογενῶν παρείϲδυϲιϲ, δι’ ὅν τινα, δι’ ἥν τινα, καὶ ἐπὶ πληθυντικῶν δι’ οὕϲ τιναϲ, δι’ ἅϲ τιναϲ. τὸ γὰρ ἐπ’ οὐδετέρου ἐλελήθει ἡμᾶϲ, καθὸ ἐν ὁμοφωνίᾳ παραλαμβάνεται . . . . κλίϲεωϲ ἐπί τε εὐθείαϲ καὶ αἰτιατικῆϲ καὶ ἐπὶ . </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0082.tlg003.1st1K-grc1" n="510"><p>κλητικῆϲ. — Τοῖϲ αὐτοῖϲ ἐπιχειρήμαϲι προϲχρηϲτέον <add>καὶ ἐπὶ</add> τοῦ διὅτι καὶ ἔτι τοῦ καθὅτι. καὶ γὰρ ἡ κατά ἐ<add>ν ἴϲῳ παρα</add>λαμβάνεται τῇ διά, ὡϲ ἔφαμεν κατὰ ταύτην τὴν πρόφαϲιν ἐν ἴϲῳ τῷ διὰ ταύτην τὴν πρόφαϲιν· κατὰ τοῦτο ἐλή λυθα, διὰ τοῦτο ἐλήλυθα. — οὕτωϲ ἔχει καὶ ἡ εἴϲ καὶ ἡ πρόϲ· πρὸϲ τί λυπ ῇ; διὰ τί λυπῇ; εἰϲ τοῦτο ἐλήλυθα, διὰ τοῦτο ἐλήλυθα. </p><p rend="indent">Ἵνα. Διαφορὰϲ ἔχει τὸ μόριον τρεῖϲ, ϲυνδεϲμικὰϲ μὲν δύο καὶ ἐπιρρηματικὴν μίαν, τόπου δηλωτικήν. ϲυνδεϲμικὸν μὲν οὖν καθεϲτηκὸϲ τὰ ϲυνταϲϲόμενα ῥήματα μετατίθηϲιν εἰϲ τὰ καλούμενα ὑποτακτικά, καθότι καὶ ὁ ἐάν ἐπιζευκτικόϲ, ἵνα γρά ψω, ἵνα γράψ ῃϲ, ἵνα γρά ψῃ· ἐπιρρηματικῶϲ δὲ φυλάϲϲει τὴν ὁριϲτικὴν κλίϲιν, 
        <lb rend="indent"/>ἵνα τ’ ἔτραφεν ἠδ’ ἐγένοντο (κ 417)· 
        <lb rend="indent"/>ἔνθ’ ἵνα ἐϲ κακόν ἐϲτιν. 
        <lb/>καὶ τοῦτό γε διοίϲει, ὡϲ ϲυνήθωϲ μέν ἐϲτι ϲύνδεϲμοϲ καθεϲτηκώϲ, ποιητικῶϲ δὲ ἐπίρρημα. Ἔχει δὲ καὶ τὰϲ ϲυνδεϲμικὰϲ διαφορὰϲ δύο οὔϲαϲ, μίαν μὲν αἰτιολογικήν, ἑτέραν δὲ ἀποτελεϲτικήν. ἐν γὰρ αἰτίᾳ τοῦ ἀναγνῶναί φαμεν οὕτωϲ, ἵνα ἀναγν ῶ ἐτιμήθην, ἵν α λοιδο ῥήϲω ἐπεπλήχθην· οὐκέτι δὲ τὸ αὐτὸ παρέπεται ἐν τοῖϲ τοιούτοιϲ, δὸϲ ἵνα γρά ψω, ἵνα γρά ψῃϲ, ἵνα γρά ψῃ· Θέων διακινεῖ ἵνα ὑγιάνῃ, φιλοπονεῖ ἵν α ἐνάρετοϲ γένηται. ϲαφὲϲ γὰρ ὅτι εἰϲ ἀποτελεϲτικόν τι παραλαμβάνεται ἐπὶ τῶν τοιούτων ὁ ἵνα. </p><p rend="indent">Ὅπωϲ. Καὶ τόδε τὸ μόριον ϲύνδεϲμοϲ καθέϲτηκε, ταὐτὰ δηλῶν τῷ ἵνα· πάλιν γὰρ τὸ ἵνα ὑγιάνῃ ἐν ἴϲῳ ἐϲτὶ τῷ ὅπ ωϲ ὑγιάνῃ, 
        <lb rend="indent"/>ἵν’ ἀθανάτοιϲι φαείνοι (γ 2). 
        <lb/>οὐκέτι μέντοι, ἐπίρρημα ὄν, τὸ αὐτὸ δηλοῖ· τὸ μὲν γὰρ ἵνα τοπικόν, τὸ δὲ ὅπωϲ ἐν ἀναφορᾷ τοῦ πῶϲ. ὃν γὰρ τρόπον παρὰ τὸ ὅτε γίνεται τὸ πότε καὶ ἔτι ὁπότε, οἷοϲ ποῖοϲ ὁποῖοϲ; ἡνίκα πηνίκα ὁπηνίκα, τὸν αὐτὸν δὴ τρόπον καὶ παρὰ τὸ ὥϲ ἐϲτι τὸ πῶϲ καὶ ὅπωϲ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0082.tlg003.1st1K-grc1" n="511"><p>πολλάκι <pb facs="490433963_0269"/><pb source="print" n="244"/> γοῦν τὰ δίχα τοῦ π ἰϲοδυναμοῦντα τοῖϲ διὰ τοῦ ο παραγομένοιϲ, οἷοϲ ἦν Τ ῥυφων, τοιοῦτοϲ ἦν καὶ Διονύϲιοϲ· ὁπόϲοϲ ἦν ὄχλοϲ ἐν τῷ θεάτρ ῳ, τοϲοῦτοϲ κἀ ν τῇ ἀγορᾷ. τοιοῦτον οὖν ἐϲτι τὸ 
    <lb rend="indent"/>κείνου, ὅπωϲ δὴ δηρὸν ἀποίχεται (δ 109)· 
    <lb/>ἀντὶ γὰρ τοῦ ὡϲ. </p><p rend="indent">Ὄφρα. Πάλιν τὸ προκείμενον μόριον, ϲύνδεϲμοϲ καθεϲτηκόϲ, ἰϲοδυναμεῖ τῷ ἵνα καὶ ὅπωϲ, οὐκέτι μέντοι ἐπίρρημα ὄν, ὅμοιον χρονικῷ <add>τῷ</add> ἕ<add>ωϲ</add> παραλαμβανόμενον, 
        <lb rend="indent"/>ὄφρα μὲν ἠὼϲ ἦν (Θ 66)· 
        <lb/>ἐν ἴϲῳ γάρ ἐϲτι τῷ ἕωϲ. καὶ οἶμαί γε, ὡϲ ἐπίρρημα καθεϲτηκὸϲ καὶ ἀνταπόδοϲιν ἐπιδέχεται ἐν τῷ 
        <lb rend="indent"/>τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο (Θ 67). 
        <lb/>ἕνεκα τούτου καὶ τὸ ἐξ αὐτοῦ μεταφραζόμενον , λέγω δὲ τὸ ἕωϲ. ὡϲ δὲ εἴπομεν , καὶ ϲυνδεϲμικὸν παραλαμβάνεται, ἰϲοδυναμοῦν τῷ ἵνα καὶ τῷ ὅπωϲ, ὅθ’ οὕτωϲ ϲυντάϲϲεται, 
        <lb rend="indent"/>ὄφρα πεποίθῃϲ (Α 524. ν 344). 
        <lb/>δῆλον γὰρ ὡϲ ἕνεκα τῆϲ ἰϲοδυναμίαϲ τοῦ ἵνα πάλιν τὰ ϲυνόντα ῥήματα ὑποτακτικὰ ἀποτελοῦνται. — Ϲεϲημειώϲθω δὲ ὅτι μόνον τῶν εἰϲ α ληγόντων ἀνταποδοτικῶν ἀνεπέκτατόν ἐϲτιν· ἰδοὺ γὰρ τὸ τηνίκα τηνικαῦτα λέγεται, τόϲα τοϲαῦτα, τοῖα τοιαῦτα. ἴϲωϲ δὲ ὅτι οὐ τὴν αὐτὴν ἔχει ἐξαρίθμηϲιν, εἴγε τῷ μὲν τηνίκα καὶ τοῖϲ ὁμοίοιϲ παράκειται πηνίκα ὁπηνίκα, τῷ δὲ τόφρα οὐκέτι. ἴϲωϲ δὲ καὶ διὰ τὸ ϲυνωνυμοῦν αὐτῷ, τὸ ἕωϲ.</p><p rend="indent">Μηδὲ ἐκεῖνο δὲ παραλειπτέον, ὡϲ ὁ ἵνα καὶ οἱ ἰϲοδυναμοῦντεϲ ϲύνδεϲμοι παρὰ τὸ διάφορον τῆϲ ϲυντάξεωϲ, λέγω τὸ ἀποτελεϲτικὸν καὶ αἰτιολογικόν, καὶ διαφόρουϲ ἕξουϲι τούϲ ϲυνταϲϲομένουϲ χρόνουϲ, ὥϲτε τὸν μὲν ἀποτελεϲτικὸν καὶ μέλλουϲι ϲυντάϲϲεϲθαι, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0082.tlg003.1st1K-grc1" n="512"><p>τὸν δὲ αἰτιολογικὸν λεγόμενον παρῳχημένοιϲ· τὰ γὰρ γεγονότα αἰτιολογεῖται. ὁ γοῦν λέγων ἵνα γράψω ταῦτά μοι ἐγένετο, ὁμολογεῖ τὸ ἤδη <pb facs="490433963_0270"/><pb source="print" n="245"/> γεγραφέναι, ὥϲτε ἐνήργηϲεν ἤδη τὸ ἔγραψα καὶ αἰτίαν κατ’ αὐτοῦ ἐπήγαγε· τὸ μέντοι οὕτω λεγόμενον δὸϲ ἵνα γρά ψω οὔπω γέγονε, τὸ δὲ μὴ γεγονὸϲ μέλλοντόϲ ἐϲτιν ἀποτελεϲτικόν· μέλλοντι ἄρα ϲυντάϲϲεται. — χωρὶϲ εἰ μὴ οὕτω νοήϲαιμεν. δὸϲ ἵνα ἐν τελειώϲει γένηται τὸ γράψαι. ὅπερ οἶμαι βέλτιον. καὶ γὰρ ὁ ἀπὸ τῶν φωνῶν κανὼν ὁμολογεῖ τὸν ἀόριϲτον, τουτέϲτι τὸν παρῳχημένον, εἴγε κερῶ μὲν ὁ μέλλων, ἔκειρα δὲ ὁ ἀόριϲτοϲ, καὶ οὔ φαμεν δὸϲ ἵνα κερῶ ἀλλ’ ἵνα κείρω. καὶ ὁ Δωριεὺϲ τοὺϲ μέλλονταϲ περιϲπῶν , οὐκέτι ἐπὶ τῆϲδε τῆϲ ϲυντάξεωϲ περιέϲπαϲεν· ἦϲαν γὰρ αἱ φωναὶ οὐ μέλλοντοϲ, ἀλλὰ ἀορίϲτου. πλείϲταϲ ἔχω ἐκθέϲθαι εἰϲ τὸν τοιοῦτον λόγον παραθέϲειϲ, ἃϲ ἐν τοῖϲ περὶ ὑποτακτικῶν παραθήϲομαι, ἐν οἷϲ καὶ τὴν διαφορὰν ἐκθήϲομαι τῆϲ καταλήξεωϲ τῶν ὑποτακτικῶν, καὶ ὡϲ εἰϲ μίαν κατάληξιν πάντα ϲυνέωϲται, λέγω τὴν εἰϲ ω. ἔνθεν γὰρ καὶ ἡ ὑπόληψιϲ τοῦ ἵνα γρά ψω, ὅτι καὶ μέλλοντοϲ.</p><p rend="indent">Ἴδιόν τι παρηκολούθηϲε τοῖϲ ϲυνεμπεϲοῦϲι ϲυνδέϲμοιϲ αἰτιώδεϲιν . . . . . ἐπιρρήμαϲι χρονικοῖϲ ἢ τοπικοῖϲ. ϲυνεμπι . . . ἡ ἀπόδειξιϲ. καὶ οὐκ ἀπίθανον ἕνεκα τούτου καὶ <add>τὸν ἐπεί</add>, αἰτιωδῶϲ παραλαμβανόμενον, ἔχειν χρονικὸν παρα<add>κείμενον</add> ἐπίρρημα, 
        <lb rend="indent"/>ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦϲ ἠυκόμοιο (Θ 452), 
        <lb rend="indent"/>ἐπεὶ Τροίηϲ ἱερὸν πτολίεθρον ἔπερϲεν (α 2). 
        <lb/> ἔϲτι δὲ κἀκ τοῦ βίου τοια<add>ῦτα</add> τεκμήραϲθαι. ὁ δεῖνα ἀγα θ όϲ ἐϲτιν, ὅπου γε φιλεῖ το ὺϲ ἀγ<add>αθούϲ</add>· ἴϲον γὰρ τῷ ἐπεὶ φιλεῖ τοὺϲ ἀγαo θούϲ, ἢ ὅτι φιλεῖ τοὺϲ ἀγαθούϲ· ὅτε ἀ πέδωκε τὴν παραθ ήκην, ὁπότε γε φιλοπονεῖ. — Οὐ μὴν ἐκεῖνό γε ἀληθέϲ, ὡϲ τὰ μὲν μονοϲύλλαβα τῶν ἐπιρρημάτων, ϲυνεμπίπτοντα ϲυνδέϲμοιϲ, παραλλαγὴν ἴϲχει τόνου, τῶν μὴ οὕτωϲ ἐχόντων τὸν αὐτὸν τόνον τηρούντων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0082.tlg003.1st1K-grc1" n="513"><p><q>τὸ γὰρ ποῦ περιϲπῶμεν, ἀλλ’ οὐκέτι ἐν τῷ <pb facs="490433963_0271"/><pb source="print" n="246"/> 
    <lb rend="indent"/>Ὀδυϲϲῆοϲ δέ που εὐνή (π 34) 
    <lb/>παραπληρωματικῷ· καὶ τὸ νῦν, ἀλλ’ οὐκέτι ἐν τῷ 
    <lb rend="indent"/>καί νύ κεν (δ 363)· 
    <lb/>τὸ μέντοι ὅπωϲ καὶ τὰ τούτοιϲ ὅμοια , ὡϲ πρόκειται, ταὐτά εἰϲιν ἐν ἐπιρρήμαϲι καὶ ϲυνδέϲμοιϲ.</q> — Ἔϲτι δὲ εἰπεῖν, ὡϲ τὸ μὲν νῦν οὐδ’ ὅλωϲ ὁμοφωνεῖ, εἴγε πάντοτε μὲν τὸ ἐπίρρημα διὰ δύο, ὁ δὲ ϲύνδεϲμοϲ οὐ πάντωϲ· καὶ εἰ τοῦτο, οὐ πάντωϲ ὁμοφωνεῖ. — ἀλλ’ οὐδὲ τὸ πού ϲύνδεϲμόϲ ἐϲτι παραπληρωματικόϲ · οὐ γὰρ δή γε τὰ πλεονάϲαντα μόρια ἐν λόγῳ ϲύνδεϲμοι παραπληρωματικοί. ἰδοὺ γὰρ καὶ ἄλλα ἐπιρρήματα παρέλκει, καὶ οὐ πάντωϲ ϲύνδεϲμοι· ἐπὶ μὲν τοῦ βίου ὅϲτιϲ θέλει ὑπαγέτω, καὶ ἔτι παρὰ τῷ ποιητῇ 
    <lb rend="indent"/>ὡϲ δ’ ὅτ’ ἐν οὐρανῷ ἄϲτρα φαεινήν (Θ 555), 
    <lb rend="indent"/>εἰ δ’ ἄγε νῦν φίλε Φοῖβε (Π 667), 
    <lb rend="indent"/>οὐ ϲύ γ’ ἔπειτα 
    <lb rend="indent"/>Τυδέοϲ ἔκγονόϲ ἐϲϲι (Ε 813), 
    <lb rend="indent"/>ϲοὶ δ’ οὔπω μάλα πάγχυ θεοὶ μάκαρεϲ κοτέουϲι (Ξ 143). 
    <lb/>κατὰ τοῦτο οὖν πλεοναζέτω καὶ <add>τὸ</add> 
    <lb rend="indent"/>νῦν εἴ τί που ἔϲτι, πίθοιό μοι (δ 193) 
    <lb/>καὶ 
    <lb rend="indent"/>Ὀδυϲϲῆοϲ δέ που εὐνή (π 34), 
    <lb/>καὶ ὅϲα ἐϲτὶ τοιαῦτα. ἀλλ’ εἰ καὶ ϲύνδεϲμόϲ ἐϲτι τὸ πού, ἰδοὺ ὁμόφωνον ἐπιρρήματι ἐν τῷ 
    <lb rend="indent"/>εἴ που ἐϲαθρήϲειεν (Γ 450). 
    <lb/>ὅνπερ γὰρ τρόπον τοῖϲ ἄλλοιϲ πύϲμαϲι παράκεινται ἀόριϲτοι προφοραί, τὸ πλέον ἐν χρόνοιϲ δυϲὶν ἐγκλιτικαὶ καθεϲτῶϲαι, πῶϲ ἦλθεν; ἦλθέ πωϲ· τίϲ ἔγρα ψεν; ἔγραψέ τιϲ· πότε ἦλθεν; ἦλθέ ποτε· τὸν αὐτὸν τρόπον καὶ τῷ ποῦ παρακείϲεται ἐγκλιτικὸν ἀόριϲτον τὸ πού. </p></div></div></body></text></TEI>