ὡϲ προεῖπον , ψευδὴϲ ὁ λόγοϲ. εἰ δὲ τὸ αἴτιον πρὸϲ τῷ ϲυνδέϲμῳ γένοιτο , ἀληθεύϲει καὶ ὁ λόγοϲ· φ ῶϲ ἐϲτιν, ἡμέρα γάρ ἐϲτιν. ὅτι μ ὲν οὖν τοὺϲ πρώτουϲ λόγουϲ ἐν ϲυντάξει ὁ γάρ δευτέρουϲ ἀποτελεῖ, ἐδείχθη. — Ἀλλὰ μὴν καὶ ϲυνήθωϲ ὁ ποιητὴϲ ἀρ κτικῷ αὐτῷ προϲχρῆται. καὶ οὐ τοῦτο τεκμήριον τοῦ τὸν λόγον ἀποδοκιμάζεϲθαι , εἴγε καὶ τὰ τοιαῦτα Ἀρίϲταρχοϲ παρεϲημ ειώϲατο ὡϲ ἀνατεθειμένα Ὁμηρικῇ ϲυνηθείᾳ , καθότι καὶ ἐπ’ ἄλλων πλείϲτων ἰδιάϲαντά τινά ἐϲτι παρ’ αὐτῷ. καὶ δῆλον ὅτι ἐν τῷ Ἀτρείδη, νῦν γάρ ϲε ἄναξ ἐθέλουϲιν (B 284) ὑπερβεβίβαϲται ἡ φράϲιϲ. δέον γὰρ οὕτωϲ ἐκδέξαϲθαι· οἱ Ἕλληνεϲ ν ῦν οὐκ ἐκτελέϲουϲί ϲοι τὰ τῆ ϲ ὑποϲχέϲεωϲ· θέλουϲι γὰρ ἐλέγχιϲτόν ϲε ποιῆϲαι. ἴϲωϲ δὲ κἀκεῖνοϲ οὕτωϲ ἔχει· ὦ Κίρκη, τίϲ γὰρ ταύτην ὁδὸν ἡγεμονεύϲει; εἰϲ Ἄϊδοϲ δ’ οὔ πώ τιϲ ἀφίκετο (κ 501—2)· ὦ Κίρκη, εἰϲ Ἄϊδοϲ δὲ οὔ π ώ τιϲ ἀφίκετο· τίϲ γὰρ ταύτην ὁδ ὸν ἡγεμονεύϲει; Τρύφων (p. 40 Velsen) μέντοι φηϲὶν ἐπὶ τοῦ τοιούτου ϲυν δέϲμουϲ ἀντιπαρειλῆφθαι, τὸν γάρ ἀντὶ τοῦ δέ καὶ τὸν δέ ἀντὶ τοῦ γάρ· τίϲ δὲ ταύτην τὴν ὁδὸν ἡγεμονεύϲει; εἰϲ Ἄϊδοϲ γὰρ οὔ πώ τιϲ ἀφίκετο. καὶ οὐκ ἔϲτιν ἀϲύνηθεϲ τὸν δέ εἰϲ τὸν γάρ μεταλαμβάνεϲθαι. βέλοϲ δ’ εἰϲ ἐγκέφαλον δῦ (Θ 85)· αἰτία γάρ ἐϲτι τοῦ ἀναπαλῆναι τὸν ἵππον. θάμβηϲεν δ’ Ἀχιλεύϲ, μετὰ δ’ ἐτράπετ’, αὐτίκα δ’ ἔγνω Παλλάδ’ Ἀθηναίην, δεινὼ δέ οἱ ὄϲϲε φάανθεν (Α 199 —200)· ἵν’ οὕτωϲ τὸ καταπληκτικὸν τῆϲ θεοῦ μηνύϲῃ. ἀλλὰ δύναται ὁ γάρ πλεονάζειν ἐπὶ τῆϲ ἀνταποδόϲεωϲ, ὡϲ Τρύφων , ὁμοίωϲ τῶ τίϲ γὰρ ὅδ’ ἄλλοϲ Ἀχαιὸϲ ἀνὴρ ἠύϲ τε μέγαϲ τε (Γ 226) καὶ ἐπὶ τοῦ αἲ γὰρ Τηλέμαχον βάλοι (ρ 251)· αἲ γὰρ δὴ οὕτωϲ εἴη (Δ 189). καὶ γὰρ ἐπὶ τῶν τοιούτων οὐ δόξει μάχεϲθαι ἡ ϲύνταξιϲ, τοῦ γάρ κατ’ ἀρχὴν τιθεμένου. Ἔτι ὁ γάρ διαφέρει τῶν ἄλλων αἰτιωδῶν, καθὸ ϲχεδὸν ἅπαϲι ϲυντάϲϲεται. ὅτι γὰρ παρεγένου· ἕνεκα γὰρ τούτου ἧλθεϲ. καὶ δῆλον ὅτι οἱ μὲν ἄλλοι ϲύνδεϲμοι χώραν εἶχον τὴν προτακτικήν, καὶ οὐδεὶϲ τῷ ἑτέρῳ ἐδύνατο ὑποτετάχθαι, οὔτε ὁ ἕνεκα τῷ οὕνεκα, οὔτε ὁ οὕνεκα τῷ ἕνεκα, καὶ ἐπὶ τῶν ὑπολοίπων τὸ αὐτό· ὁ μέντοι γάρ, τῷ δέοντι τόπῳ προϲχρώμενοϲ τῷ ὑποτακτικῷ, ἀκωλύτωϲ ἐν ὑποτάξει παραλαμβάνεται. — Ὁ μὲν οὖν Τρύφων φηϲὶν ὡϲ ἐκ τῶν δύο ϲυνδέϲμων ἓν καθίϲταται τὸ αἰτιολογούμενον, ἕνεκα γὰ ρ τούτου ἦλθεϲ ὡϲ εἵνεκα τούτου ἤλυθαϲ· ὅτι γὰρ παρεγένου· καὶ ἐπὶ τῶν παραπληϲίων τὸ αὐτό. τινὲϲ μέντοι ἐπιπλοκὴν ἐξεδέξαντο τῶν αἰτιωδῶν ϲυνδέϲμων, ὥϲτε ἐξ αἰτίου αἴτιον . ενδ . τὸ αἰτιολογούμενον ἕνεκα γὰρ τούτου ἦλθεϲ κα . . νουϲί τε οὕτωϲ τῷ μὲν ἤλυθεϲ τὸν γάρ ϲυντάϲϲοντεϲ, τῷ δὲ τούτου τὸν ἕνεκα, ἦλθεϲ γὰρ ἕνεκα τούτου· ὅ τι γὰρ ἦλθεϲ μέμφομαί ϲε, μέμφομαι γάρ ϲε ὅτι ἦλθεϲ . . ὁ Τρύφωνοϲ δ’ ἂν λόγοϲ ϲυνηγορηθείη, καθὸ πολλοὶ καὶ ἄλλοι ϲύνAauνπ. δεϲμοι ἰϲοδυναμοῦντεϲ παράλληλοι τίθενται, καὶ οὐ μόνοι ϲύνδεϲμοι, ἀλλὰ καὶ ἄλλα μέρη λόγου. οὐκ ἐκεῖνο μέντοι παραδεξόμεθα, ἐφ’ οὗ φηϲι (p. 4l Velsen) τὸν μὲν γάρ ἕνα εἶναι ϲύνδεϲμον, ἰϲοδυναμοῦντα τῷ δέ, ἐν ὑποδείγματι τοιούτῳ· ἐγὼ μὲν καὶ Διονύϲιοϲ ἐδειπν οῦμεν, ϲὺ μὲν γὰρ οὐ πα ρεγένου. οὔτε γάρ , φηϲιν, ὁ μέν δεόντωϲ ἐν προτάϲει , οὔτε ὁ γάρ ἐπ’ αἰτίαϲ τινὸϲ παραλαμβάνεται. εἷϲ οὖν ἐϲτιν ἀντὶ τοῦ δέ, καὶ ὁ τύποϲ τῆϲ φωνῆϲ καὶ ἔτι ὁ τόνοϲ αἴτιοί εἰϲι τοῦ μὴ δοκεῖν τὸν μέν καὶ γάρ ἕνα εἶναι, ὡϲ ἐπὶ τοῦ αὐτάρ ἓν ὑπολάβοιτό τιϲ τὸν αὖ καὶ τὸν τάρ εἶ ναι διὰ τὸν τόνον, καθὸ ὁ γάρ ἀϲυνέγκλιτοϲ ὢν ἐπάγει ἐφ’ αὑτὸν τὴν ὀξεῖαν, Ζεὺϲ γάρ. τοιοῦτον δὲ καὶ τὸ μὲν γά ρ. ἡ μὲν γὰρ φωνὴ παρειϲδύεται ἄλογοϲ, εἴγε τὰ εἰϲ ρ λήγοντα μετὰ βραχείαϲ μόρια βαρύτονά ἐϲτι, καὶ διὰ τοῦτο τοῦ πατήρ ἡ κλητικὴ ἐβαρύνθη ἐν τῷ πάτερ καὶ τοῖϲ παραπληϲίοιϲ· καὶ οὐκ ἄλογοϲ ἡ ἀνάγνωϲιϲ Πτολεμαίου τοῦ ἀναλογητικοῦ, ἐν τῷ αὐτὰρ ἐπεὶ κόϲμηθεν (Γ 1) βαρύνοντοϲ τὸ τέλοϲ. καθὸ γὰρ πρόθεϲιϲ ἡ ὑπέρ, οὐκέτι δύναται ἀντικεῖϲθαι, ὧ ν πέρ ἐϲτι τὸ τέλοϲ ὀξὺ πάντοτε. — δεύτερον καὶ οὐ παρά τινι παρειλημμένοϲ ἦ ν εἰϲ ἓν μέροϲ λόγου. — τρίτον ὡϲ καὶ ἐκ παραθέϲεών τινων ϲυνδέϲμων ἄλλαι δυνάμειϲ ϲυνδεϲμικαὶ ἀποτελοῦνται. ὁ γοῦν μέν , προϲλαβὼν τὸν τοί, ἴϲην δύναμιν ἀποτελεῖ πάλιν τῷ δέ. ἀλλὰ καὶ ὁ καί, ἔτι προϲλαβὼν τὸν τοί καὶ ἔτι τὸν μήν, ἄλλην δύναμιν ἐπαγγέλλεται. πολλάκιϲ τε δύο ἢ καὶ πλείονα μέρη λόγου ἑνὸϲ ἐπαγγέλλεται ϲημαϲίαν. τὸ γοῦν εἰϲ οἶκον τὸ αὐτὸ τῷ οἴκαδε, καὶ ἄλλα ἄπειρα. οὐδὲν οὖν κωλύοι καὶ τὸν μὲν γάρ δύναμιν ἑνὸϲ ϲυνδέϲμου ἐπαγγέλλεϲθαι. τί γάρ, εἰ καὶ οὕτω τιϲ ἐκδέξαιτο, τὸν γάρ πλεονάζοντα, τόν τε μέν οὐκ ἀϲυνήθωϲ ἀντὶ τοῦ μήν παρειλῆφθαι; . . . . . . οὐ μὲν γάρ τί ϲὲ πεζὸν ὀίομαι (α 173)· οὐ μὲν γὰρ φιλότητί γ’ ἐκεύθανον (Γ 453). τοϲαῦτα περὶ τοῦ γάρ. Διὅτι. Ἐπὶ τούτου ἐπέϲτηϲάν τινεϲ, εἰ μετὰ τῆϲ διά προθέϲεωϲ ϲύγκειται ὁ ὅτι ϲύνδεϲμοϲ ἢ τὸ ὅτι πτωτικόν, καὶ δῆλον ὅτι ἢ ἁπλοῦν ἢ ἐν παραθέϲει τοῦ ὅ. καὶ εἴη ἂν ϲυνηγορία τῆϲ τοῦ ϲυνδέϲμου ϲυνθέϲεωϲ ἥδε. τὸ αὐτὸ δηλοῖ τῷ ὅτι καὶ διὅτι, ϲύνταξίν τε τὴν αὐτὴν ἔχει, ὅτι περιπατῶ, κινοῦμαι· διὅτι περιπατῶ , κινο ῦμαι. — ἀλλὰ πρόϲ γε ταῦτα ῥητέον· οὐδέποτε ἡ διά πρόθεϲιϲ, αἰτιώδηϲ παραλαμβανομένη, ἐν ϲυνθέϲει ἐϲτί.