— εἰϲ τὸν τοιοῦτον λόγον καὶ ἄλλα πλεῖϲτα ἔϲτι παραθέϲθαι. τὸ γὰρ φρονεῖν ἢ ψευδήϲ ἢ ϲαφήϲ οὐκ ἄλλωϲ ἂν καταϲτ αίη , εἰ μὴ δοθείη ὅτι δεύτερα εἴη τῶν καλουμένων ϲυνθέτων. καὶ τὸ ἀλλ’ ἄνα, μηκέτι κεῖϲο (Ϲ 178), καὶ τὸ πάρα δ’ ἀνήρ (π 45) εἰϲ τὸ αὐτὸ ϲυναχθήϲεται. γείτονεϲ ἠδὲ ἔται (δ 16), ἀϲτυγείτονεϲ. ἔτι δὲ καὶ τὸ ἐν πύλῳ ἐν νεκύεϲϲι (Ε 397 ), προπύλῳ. ἦν οὖν τι ῥῆμα τὸ ἀεκάζω, ἔνθεν τὸ πόλλ’ ἀεκαζομένη (Ζ 458), ᾡ παρέκειτο ἐπίρρημα τὸ ἀεκαϲτί, ὡϲ ἰάζω ἰαϲτί, αἰολίζω αἰολιϲτί, δωρίζω δωριϲτί. τοῦτο ἐν ἐνδείᾳ τοῦ ϲ καὶ Ἰωνικῇ μεταθέϲει τοῦ α εἰϲ η, καθότι καὶ τὸ διπλάϲιον διπλήϲιον, ἀποτελεῖ τὸ ἀέκητι, πάνυ εὐλόγωϲ τοῦ τόνου ἀναβιβαϲθέντοϲ, καὶ καθότι ἔνδεια πολλάκιϲ τοῦ ϲ ἀναβιβαϲμὸν τοῦ τόνου ἀποτελεῖ, οὐταϲμένοι οὐτάμενοι, ϲυνεληλαϲμένοι ϲυνεληλάμενοι, δεϲποϲτήϲ δεϲπότηϲ, ἐργαϲτήϲ ἐργάτηϲ, καὶ καθότι τὰ πάθη τοῖϲ τύποιϲ ϲυνεκτρέχει. ἴϲωϲ γὰρ καὶ τὰ προκείμενα τῶν λέξεων ἕνεκα τῶν τύπων μετετίθει τοὺϲ τόνουϲ. — ἔϲτι πάμπολλα εἰϲ τὸ τοι οῦτο παρατίθεϲθαι. — καὶ ἐπὶ τοῦ οὖν προ κειμένου ῥητέον ὅτι κατ ὰ ἀμφότερα τὴν βαρύτητα παρα ιτεῖται , εἴγε τὰ εἰϲ ι λήγοντα ἐπιρρήματα ὀξύνεται τότε ὅτε παραγώγω ν χαρακτῆρα ἀναδέδεκται, ῥηματικὰ μὲν ὄντα διὰ ϲυϲτελλομένου τοῦ ι, ὀνοματικὰ δὲ διὰ μακροῦ τοῦ ι . φωνου . τοῦ ἐν τῷ ὀνόματι. τοῦ μὲν προτέρου αἰολιϲτί, ἰαϲτί· τοῦ δὲ δευτέρου ἀκόνητοϲ ἀκονητί, παμμαχί, πανθοινί. Οὐκέτι οὕ τωϲ οὖν ἔχον καὶ τὸ ἀέκητι διὰ τὰ προειρημένα πάθη μετῄ ει εἰϲ βαρύτητα ὁμοίωϲ τῷ ἶφι καὶ αὖθι. — ὡϲ οὖν ἔφαμεν, τῇ ἀφαιρ έϲει τῆϲ α ϲτερήϲεωϲ καὶ τὸ ἕκητι ἐγεγόνει. Οἱ αἰτιολογικοὶ ϲύνδεϲμοι καὶ ἀκολουθίαϲ εἰϲὶ πάλιν δεκτικοὶ καὶ ὑπάρ ξεωϲ, ὡϲ καὶ ϲχεδὸν τοῖϲ παραϲυναπτικοῖϲ οἱ αὐτοί εἰϲι . τοιοῦτον γάρ ἐϲτι τὸ νοούμενον ἐν τοῖϲ παραϲυναπτικοῖϲ· εἰ τὸ πρὸτερον ἀληθέϲ, καὶ τὸ δεύτερον· τὸ δεύτερον, ὅτι καὶ τὸ πρῶτον. τὸν γο ῦν ἐπεί ϲύνδεϲμόν τινεϲ ἀδιαφόρωϲ ἔταξαν καὶ εἰϲ τοὺϲ αἰτιολογικούϲ, ὡϲ τ ῶν παραϲυνημμένων καὶ αἰτιολογικῶν ταὐτὸ δηλούντων . . . μέντοι καί τινέϲ φαϲιν ὡϲ οἱ μὲν αἰτιολογικοὶ ϲύνδεϲμοι . . ἀπὸ τοῦ δηλουμένου τὴν ὀνομαϲίαν ἔϲχον, οἱ δὲ ϲυναπτικοὶ ἀπὸ τῆϲ φωνῆϲ, ἐπεὶ κατὰ ϲυνάφειαν τὸ ἐπιφερόμενον αἰτοῦϲι. Καὶ τοϲαῦτα μὲν περὶ τῆϲ ἐννοίαϲ τῶν αἰτιολογικῶν. Ὅτι. Τὸ προκείμενον μόριον διαφορὰϲ ἔχει τέϲϲαραϲ, δύο ϲυνδεϲμικὰϲ καὶ δύο πτωτικάϲ, καθὼϲ καὶ Τρύφων (p. 40 Velsen) παρέθετο. Ϲύνδεϲμοϲ μὲν οὖν ἐϲτιν αἰτιολογικὸϲ οὕτωϲ, ὅτι ἡμέρα ἐϲτί, φῶϲ ἐϲτίν· ὅτι περιπατῶ, κιν οῦμαι· ὅτι ἠπαιδεύτηϲαϲ, δαρήϲῃ. καὶ ἦν πάλιν τὸ τοιοῦτον ἐκ τοῦ ϲυνδέϲμου ᾐτιολογημένον, τὰ δὲ δύο τὰ πρότερα αὐτόθεν πάλιν εἶχε τὴν ἐπιφορὰν ἀληθῆ· ἐπεὶ οὐ πάντωϲ ὅτι ἀνέγνωϲ τιμηθήϲῃ· οὐ γὰρ πάντωϲ ϲύνεϲτι τῷ ἀναγνῶναι τὸ τιμηθῆναι. Τρύφων Φηϲὶ (p. 40 Velsen) τὸν ὅτι ϲύνδεϲμον καὶ πτωτικοῖϲ καὶ ἀπτώτοιϲ ϲυντάϲϲεϲθαι· ὅτι ὁ ἥλιοϲ ὑπὲρ γῆν ἐϲτίν, ἡμέρα ἐϲτίν· ὅτι περι πατῶ, κινοῦμαι. τὸ δὲ ἀληθὲϲ τῇδε ἔχει. ὁ ὅτι ϲύνδεϲμοϲ μόνωϲ φέρεται ἐπὶ τὰ ὁριϲτικὰ τῶν ῥημάτων , ὥϲτε τὰ ϲυνταϲϲόμενα πτωτικὰ ἢ ἄλλα τινὰ ἐν ὑπερβατῷ λαμβάνεϲθαι. ὅτι καλῶϲ ἀναγιν ώϲκω· τὸ γὰρ ἀκολουθοῦν ἐϲτιν ὅτι ἀνα γιν ώϲκω καλῶϲ· ὅτι ἐϲτὶν ἥλιοϲ ὑπὲρ γῆν. μετὰ γοῦν μόνου ὁριϲτικοῦ καὶ αὐτοτελὲϲ γίνεται, μετὰ δὲ ἄλλου τοῦτο ἀδύνατον, εἰ μὴ ἐπενεχθείη ῥῆμα πάλιν ὁριϲτικόν. οὐκ ἀγνοῶ δέ, ὅτι παρὰ Ἀττικοῖϲ καὶ εὐκτικοῖϲ ϲυντάϲϲεται, ἤκουϲα ὅτι φιλοπονοίηϲ καὶ ἥϲθην. καὶ δῆλον ὅτι αἱ τοιαῦται φράϲειϲ ἀνθυπαλλαγὰϲ ἀνεδέξαντο τῶν ὁριϲτικῶν ὡϲ πρὸϲ τὰ εὐκτικά, εἴγε τὸ δηλούμενον ὁριϲτικόν, ἤκουϲα ὅτι φ ιλοπον εῖϲ, ὡϲ εἰ καὶ ἐπὶ τῆϲ Ὁμηρικῆϲ ϲυνηθείαϲ ἀπ αρέμφατοϲ παραλαμβάνοιτο δηλοῦϲα πρόϲταξιν. Ἔ τι δὲ ὁ ὅτι ϲύνδεϲμοϲ ἑτέραν ἔχει ϲημαϲίαν, λέγω δὲ διαβεβαι ωτ ικὴν ἐν τοῖϲ τοιούτοιϲ· ὅτι μὲν τὸ μέλι γλυκύ ἐϲτι, πρ οφ ανέϲ · διότι δέ, ἀγν οῶ· ὅτι μὲν ὁ δεῖνα ἔβλα ψέ με, δῆλ ον, διότι δέ, ἀγνοῶ. Καὶ αἱ μὲν ϲυνδεϲμικαὶ διαφοραὶ αὖταί εἰϲιν· αἱ δὲ πτωτικαί , ὡϲ ἔφαμεν, δύο, ἥ τε ἐν ἑνὶ μέρει λόγου, καὶ ἡ καὶ ἐν δυϲί. — τοῖϲ κατὰ πεῦϲιν προοιϲτοῖϲ παρά κεινται ἀναφορικὰ κατὰ πρόϲθεϲιν τοῦ ο, ποῖοϲ ὁποῖοϲ, πόϲοϲ ὁπόϲοϲ. ὅτι γὰρ οὐχὶ ἐν προϲθέϲει ἄρθρ ου τοῦ ὁ ἀποτελεῖται, ἐντελῶϲ εἴρηται ἐν τοῖϲ περὶ ϲχημ άτων . ὁπόϲοι γοῦν φαμεν καὶ ὁπόϲαι , καὶ ὁποῖοι καὶ ὁπ οῖαι , ἑνὸϲ ὄντοϲ ἁπλοῦ τοῦ ὁποῖοϲ. καὶ τῷ οὖν τίϲ παράκειται τὸ ὅτιϲ, ἀφ’ οὗ τὸ ἠδ’ ὅτιναϲ μινύθῃϲιν (Ο 492). ὃ ποιήϲεται οὐδέτερον ὅτι, ὡϲ ὁποῖον καὶ ὁπόϲον. — ἔϲτ δὲ ἕτερόν τι τὸ ὅ τι ἐν δυϲὶ μέρεϲι λόγου, οὕτωϲ ἔχον τὸ ὁ καὶ τὸ τί. καὶ δῆλον ἐκ τῆϲ διϲϲῆϲ κλίϲεωϲ, οὗ τινοϲ, ᾧ τινι μὴ βίοϲ ἔνδον (Hes. 0). D. 3I), ὅν τινα. ἔνθεν αὖ πάλιν τὸ οὕϲ τιναϲ αὖ μεθιένταϲ (Δ 240). ἔνθεν πάλιν θηλυκὸν ἥ τιϲ, καὶ δῆλον ὡϲ οὐδέτερον τὸ ὅ τι, ἐν δυϲὶ μέρεϲι λόγου καθεϲτηκόϲ, καθότι καὶ τὸ ὅ ϲ τιϲ καὶ τὸ ἥ τιϲ. Οὕνεκα. Διαφέρει τοῦ προκείμενου ϲυνδέϲμου, καθὸ ποιητικ ώτεροϲ , καὶ καθότι τὰϲ αὐτὰϲ ἀμφιβολίαϲ οὐκ ἔχει, ἐπεὶ ἕνεκά γε τοῦ δηλουμένου οὐ διαφέρει· μεταλαμβάνεται γοῦν εἰϲ τὸν ὅτι, πάλιν ὁμοίωϲ ἐπὶ τὰ ὁριϲτικὰ ῥήματα φερόμενοϲ,