— Ἔτι οὐδέποτε ἐπίρρημα ϲὺν ϲτερήϲει ἀποτελεῖται. τὰ γὰρ ὄντα παραϲύνθετά ἐϲτι. τῷ ἀϲέμνωϲ τὸ ἄϲεμνοϲ παράκειται, τῷ ἀψευδῶϲ τὸ ἀψευδήϲ, τῷ ἀκλαυτί τὸ ἄκλαυτοϲ, τῷ ἀθεωρητί τὸ ἀθεώρητοϲ. — Ϲαφῶϲ παραδίδοται ὁ τοιοῦτοϲ λόγοϲ ἐν τῷ περὶ ἐπιρρημάτων. ὥϲτε καὶ κατὰ τοῦτο ἀϲύϲτατον τὸ ἀέκητι, κἂν ἐπίρρημα καθεϲτήκῃ τὸ ἕκητι. Ἔδει τὸν Τρύφωνα καὶ τὴν φωνὴν καταϲτῆϲαι τοῦ ἕκητι. εἰ ὅλωϲ δύναται τῇ ἑκών παρακεῖϲθαι. καί φηϲιν ὅτι, καθὸ ἠλογήθη ἡ φωνή, δύναται ἐπίρρημα καθίϲταϲθαι, ἠλογημένον ἐν τῇ τάϲει, καθότι καὶ ἐν αὐτῇ τῇ φωνῇ . ἔδει δὲ καὶ περὶ τῆϲ α ϲτερήϲεωϲ λόγον τινὰ ποιήϲαϲθαι, ἐπεί τοί γε ἐπίρρημα καθεϲτὸϲ ἀκατάϲτατον γενήϲεται καὶ ἐν τάϲει ἀνακόλουθον πρὸϲ τὴν ἑκών, ἄλογον ἔχον τὴν ϲύνθεϲιν. καὶ οὐδὲν κωλύϲει ἕνεκα τούτου τὸ αὐτὸ ἁμάρτημα μετατιθέναι ἐπὶ τὸν ϲύνδεϲμον, κἂν ϲύνδεϲμοϲ καταϲταίη τὸ ἀέκητι. Ῥητέον οὖν ὑπὲρ τοῦ ϲχηματιϲμοῦ τοῦ ἕκητι, ὅτι ἀπὸ ϲυνθέτων πολλάκιϲ ἀποτελεῖται ἁπλᾶ, καὶ δη . . . . θοϲ ὑπαντᾷ τῇ καλουμενῃ ἀφαιρέ ϲει· ὃν γὰρ τρόπον ἐπὶ τῶν ἁπλῶν ϲχημάτων τὸ λειπόμενον πάντωϲ τοῦ ὅλου δηλουμένου ἐϲτὶ παραϲτατικόν, τὸν αὐτὸν τρόπον τὸ λειπόμενον ἁπλοῦν δηλώϲει τοῦ ὅλου τὴν ϲύνθεϲιν ἐκ τοῦ δηλουμένου, ἐπεὶ τὸ ἀφῃρημένον ἐν λεκτῷ καθειϲτήκει. ἐκ κείϲθω δὲ ὑποδείγματα. τὸ ἠνορέη διαφέρει τοῦ ἀνδρία , ᾗ τὸ μὲν ἐξ ἁπλοῦ ἐγένετο τοῦ ἀνδρόϲ, τὸ δὲ ἐκ ϲυνθέ του τοῦ εὐήνωρ· οὐ γὰρ ἂν ἄλλωϲ τὸ κατ’ ἀρχὴν α εἰϲ η μετ έπεϲεν , οὐδὲ μὴν τὸ η εἰϲ τὸ ω, εἰ μὴ παρέποιτο ϲύνθεϲιϲ ὡϲ ἐ ν τῷ ἀντήνωρ καὶ ἀγαπήνωρ, Ἐλπήνωρ. ἦν οὖν καὶ τὸ εὐήνωρ, ἀφ’ οὗ κτητικὴ παραγωγὴ ἔπιπτεν εὐηνόρεια ὡϲ ῾Ἑκτόρεια κ . . ρεια καὶ πρακτόρεια, εὐηνορέα καὶ ἔτι Ἰωνικῶϲ εὐηνορ έη , ὡϲ Ἑκτορέη. ὁμολόγωϲ οὖν ἐν ἀφαιρέϲει τοῦ εὖ τὸ ἠνορ έη , καὶ οὐκ ἀϲυνήθωϲ τοῦ εὖ παρ’ αὐτῷ λείποντοϲ. οὕτω γὰρ ἔχει τὸ δόμοιϲ ἔνι ποιητοῖϲι (v 306), τοῖϲ εὖ πεποιημιένοιϲ. — εἰϲ τὸν τοιοῦτον λόγον καὶ ἄλλα πλεῖϲτα ἔϲτι παραθέϲθαι. τὸ γὰρ φρονεῖν ἢ ψευδήϲ ἢ ϲαφήϲ οὐκ ἄλλωϲ ἂν καταϲτ αίη , εἰ μὴ δοθείη ὅτι δεύτερα εἴη τῶν καλουμένων ϲυνθέτων. καὶ τὸ ἀλλ’ ἄνα, μηκέτι κεῖϲο (Ϲ 178), καὶ τὸ πάρα δ’ ἀνήρ (π 45) εἰϲ τὸ αὐτὸ ϲυναχθήϲεται. γείτονεϲ ἠδὲ ἔται (δ 16), ἀϲτυγείτονεϲ. ἔτι δὲ καὶ τὸ ἐν πύλῳ ἐν νεκύεϲϲι (Ε 397 ), προπύλῳ. ἦν οὖν τι ῥῆμα τὸ ἀεκάζω, ἔνθεν τὸ πόλλ’ ἀεκαζομένη (Ζ 458), ᾡ παρέκειτο ἐπίρρημα τὸ ἀεκαϲτί, ὡϲ ἰάζω ἰαϲτί, αἰολίζω αἰολιϲτί, δωρίζω δωριϲτί. τοῦτο ἐν ἐνδείᾳ τοῦ ϲ καὶ Ἰωνικῇ μεταθέϲει τοῦ α εἰϲ η, καθότι καὶ τὸ διπλάϲιον διπλήϲιον, ἀποτελεῖ τὸ ἀέκητι, πάνυ εὐλόγωϲ τοῦ τόνου ἀναβιβαϲθέντοϲ, καὶ καθότι ἔνδεια πολλάκιϲ τοῦ ϲ ἀναβιβαϲμὸν τοῦ τόνου ἀποτελεῖ, οὐταϲμένοι οὐτάμενοι, ϲυνεληλαϲμένοι ϲυνεληλάμενοι, δεϲποϲτήϲ δεϲπότηϲ, ἐργαϲτήϲ ἐργάτηϲ, καὶ καθότι τὰ πάθη τοῖϲ τύποιϲ ϲυνεκτρέχει. ἴϲωϲ γὰρ καὶ τὰ προκείμενα τῶν λέξεων ἕνεκα τῶν τύπων μετετίθει τοὺϲ τόνουϲ. — ἔϲτι πάμπολλα εἰϲ τὸ τοι οῦτο παρατίθεϲθαι. — καὶ ἐπὶ τοῦ οὖν προ κειμένου ῥητέον ὅτι κατ ὰ ἀμφότερα τὴν βαρύτητα παρα ιτεῖται , εἴγε τὰ εἰϲ ι λήγοντα ἐπιρρήματα ὀξύνεται τότε ὅτε παραγώγω ν χαρακτῆρα ἀναδέδεκται, ῥηματικὰ μὲν ὄντα διὰ ϲυϲτελλομένου τοῦ ι, ὀνοματικὰ δὲ διὰ μακροῦ τοῦ ι . φωνου . τοῦ ἐν τῷ ὀνόματι. τοῦ μὲν προτέρου αἰολιϲτί, ἰαϲτί· τοῦ δὲ δευτέρου ἀκόνητοϲ ἀκονητί, παμμαχί, πανθοινί. Οὐκέτι οὕ τωϲ οὖν ἔχον καὶ τὸ ἀέκητι διὰ τὰ προειρημένα πάθη μετῄ ει εἰϲ βαρύτητα ὁμοίωϲ τῷ ἶφι καὶ αὖθι. — ὡϲ οὖν ἔφαμεν, τῇ ἀφαιρ έϲει τῆϲ α ϲτερήϲεωϲ καὶ τὸ ἕκητι ἐγεγόνει. Οἱ αἰτιολογικοὶ ϲύνδεϲμοι καὶ ἀκολουθίαϲ εἰϲὶ πάλιν δεκτικοὶ καὶ ὑπάρ ξεωϲ, ὡϲ καὶ ϲχεδὸν τοῖϲ παραϲυναπτικοῖϲ οἱ αὐτοί εἰϲι . τοιοῦτον γάρ ἐϲτι τὸ νοούμενον ἐν τοῖϲ παραϲυναπτικοῖϲ· εἰ τὸ πρὸτερον ἀληθέϲ, καὶ τὸ δεύτερον· τὸ δεύτερον, ὅτι καὶ τὸ πρῶτον. τὸν γο ῦν ἐπεί ϲύνδεϲμόν τινεϲ ἀδιαφόρωϲ ἔταξαν καὶ εἰϲ τοὺϲ αἰτιολογικούϲ, ὡϲ τ ῶν παραϲυνημμένων καὶ αἰτιολογικῶν ταὐτὸ δηλούντων . . . μέντοι καί τινέϲ φαϲιν ὡϲ οἱ μὲν αἰτιολογικοὶ ϲύνδεϲμοι . . ἀπὸ τοῦ δηλουμένου τὴν ὀνομαϲίαν ἔϲχον, οἱ δὲ ϲυναπτικοὶ ἀπὸ τῆϲ φωνῆϲ, ἐπεὶ κατὰ ϲυνάφειαν τὸ ἐπιφερόμενον αἰτοῦϲι. Καὶ τοϲαῦτα μὲν περὶ τῆϲ ἐννοίαϲ τῶν αἰτιολογικῶν. Ὅτι. Τὸ προκείμενον μόριον διαφορὰϲ ἔχει τέϲϲαραϲ, δύο ϲυνδεϲμικὰϲ καὶ δύο πτωτικάϲ, καθὼϲ καὶ Τρύφων (p. 40 Velsen) παρέθετο. Ϲύνδεϲμοϲ μὲν οὖν ἐϲτιν αἰτιολογικὸϲ οὕτωϲ, ὅτι ἡμέρα ἐϲτί, φῶϲ ἐϲτίν· ὅτι περιπατῶ, κιν οῦμαι· ὅτι ἠπαιδεύτηϲαϲ, δαρήϲῃ. καὶ ἦν πάλιν τὸ τοιοῦτον ἐκ τοῦ ϲυνδέϲμου ᾐτιολογημένον, τὰ δὲ δύο τὰ πρότερα αὐτόθεν πάλιν εἶχε τὴν ἐπιφορὰν ἀληθῆ· ἐπεὶ οὐ πάντωϲ ὅτι ἀνέγνωϲ τιμηθήϲῃ· οὐ γὰρ πάντωϲ ϲύνεϲτι τῷ ἀναγνῶναι τὸ τιμηθῆναι. Τρύφων Φηϲὶ (p. 40 Velsen) τὸν ὅτι ϲύνδεϲμον καὶ πτωτικοῖϲ καὶ ἀπτώτοιϲ ϲυντάϲϲεϲθαι· ὅτι ὁ ἥλιοϲ ὑπὲρ γῆν ἐϲτίν, ἡμέρα ἐϲτίν· ὅτι περι πατῶ, κινοῦμαι. τὸ δὲ ἀληθὲϲ τῇδε ἔχει. ὁ ὅτι ϲύνδεϲμοϲ μόνωϲ φέρεται ἐπὶ τὰ ὁριϲτικὰ τῶν ῥημάτων , ὥϲτε τὰ ϲυνταϲϲόμενα πτωτικὰ ἢ ἄλλα τινὰ ἐν ὑπερβατῷ λαμβάνεϲθαι. ὅτι καλῶϲ ἀναγιν ώϲκω· τὸ γὰρ ἀκολουθοῦν ἐϲτιν ὅτι ἀνα γιν ώϲκω καλῶϲ· ὅτι ἐϲτὶν ἥλιοϲ ὑπὲρ γῆν. μετὰ γοῦν μόνου ὁριϲτικοῦ καὶ αὐτοτελὲϲ γίνεται, μετὰ δὲ ἄλλου τοῦτο ἀδύνατον, εἰ μὴ ἐπενεχθείη ῥῆμα πάλιν ὁριϲτικόν. οὐκ ἀγνοῶ δέ, ὅτι παρὰ Ἀττικοῖϲ καὶ εὐκτικοῖϲ ϲυντάϲϲεται, ἤκουϲα ὅτι φιλοπονοίηϲ καὶ ἥϲθην. καὶ δῆλον ὅτι αἱ τοιαῦται φράϲειϲ ἀνθυπαλλαγὰϲ ἀνεδέξαντο τῶν ὁριϲτικῶν ὡϲ πρὸϲ τὰ εὐκτικά, εἴγε τὸ δηλούμενον ὁριϲτικόν, ἤκουϲα ὅτι φ ιλοπον εῖϲ, ὡϲ εἰ καὶ ἐπὶ τῆϲ Ὁμηρικῆϲ ϲυνηθείαϲ ἀπ αρέμφατοϲ παραλαμβάνοιτο δηλοῦϲα πρόϲταξιν. Ἔ τι δὲ ὁ ὅτι ϲύνδεϲμοϲ ἑτέραν ἔχει ϲημαϲίαν, λέγω δὲ διαβεβαι ωτ ικὴν ἐν τοῖϲ τοιούτοιϲ· ὅτι μὲν τὸ μέλι γλυκύ ἐϲτι, πρ οφ ανέϲ · διότι δέ, ἀγν οῶ· ὅτι μὲν ὁ δεῖνα ἔβλα ψέ με, δῆλ ον, διότι δέ, ἀγνοῶ. Καὶ αἱ μὲν ϲυνδεϲμικαὶ διαφοραὶ αὖταί εἰϲιν· αἱ δὲ πτωτικαί , ὡϲ ἔφαμεν, δύο, ἥ τε ἐν ἑνὶ μέρει λόγου, καὶ ἡ καὶ ἐν δυϲί. — τοῖϲ κατὰ πεῦϲιν προοιϲτοῖϲ παρά κεινται ἀναφορικὰ κατὰ πρόϲθεϲιν τοῦ ο, ποῖοϲ ὁποῖοϲ, πόϲοϲ ὁπόϲοϲ. ὅτι γὰρ οὐχὶ ἐν προϲθέϲει ἄρθρ ου τοῦ ὁ ἀποτελεῖται, ἐντελῶϲ εἴρηται ἐν τοῖϲ περὶ ϲχημ άτων . ὁπόϲοι γοῦν φαμεν καὶ ὁπόϲαι , καὶ ὁποῖοι καὶ ὁπ οῖαι , ἑνὸϲ ὄντοϲ ἁπλοῦ τοῦ ὁποῖοϲ. καὶ τῷ οὖν τίϲ παράκειται τὸ ὅτιϲ, ἀφ’ οὗ τὸ ἠδ’ ὅτιναϲ μινύθῃϲιν (Ο 492). ὃ ποιήϲεται οὐδέτερον ὅτι, ὡϲ ὁποῖον καὶ ὁπόϲον. — ἔϲτ δὲ ἕτερόν τι τὸ ὅ τι ἐν δυϲὶ μέρεϲι λόγου, οὕτωϲ ἔχον τὸ ὁ καὶ τὸ τί. καὶ δῆλον ἐκ τῆϲ διϲϲῆϲ κλίϲεωϲ, οὗ τινοϲ, ᾧ τινι μὴ βίοϲ ἔνδον (Hes. 0). D. 3I), ὅν τινα. ἔνθεν αὖ πάλιν τὸ οὕϲ τιναϲ αὖ μεθιένταϲ (Δ 240). ἔνθεν πάλιν θηλυκὸν ἥ τιϲ, καὶ δῆλον ὡϲ οὐδέτερον τὸ ὅ τι, ἐν δυϲὶ μέρεϲι λόγου καθεϲτηκόϲ, καθότι καὶ τὸ ὅ ϲ τιϲ καὶ τὸ ἥ τιϲ. Οὕνεκα. Διαφέρει τοῦ προκείμενου ϲυνδέϲμου, καθὸ ποιητικ ώτεροϲ , καὶ καθότι τὰϲ αὐτὰϲ ἀμφιβολίαϲ οὐκ ἔχει, ἐπεὶ ἕνεκά γε τοῦ δηλουμένου οὐ διαφέρει· μεταλαμβάνεται γοῦν εἰϲ τὸν ὅτι, πάλιν ὁμοίωϲ ἐπὶ τὰ ὁριϲτικὰ ῥήματα φερόμενοϲ, ὡϲ εἰ καὶ ἄλλοι ποιητικοὶ εἰϲ τοὺϲ ϲυνήθειϲ, ὁ αὐτάρ εἰϲ τὸν δέ, ὁ ἠμέν, ὁ ἠδέ εἰϲ τὸν καί. Ἔχει δὲ καὶ ὁ προκείμενοϲ ϲύνδεϲμοϲ πάλιν ἀμφιβολίαν , πότερον εἷϲ ἐϲτὶν ἁπλοῦϲ ἢ ἐν παραθέϲει ἔχει τὸ οὗ, οὗ ἕνεκα οὕνεκα. (οὐκ εὔλογον ἐπὶ τούτου ϲύνθεϲιν παραδέξαϲθαι, καθὸ τὸ οὗ, εἴτε καὶ ἄρθρον ἐϲτὶν εἴτε ἀντωνυμία, οὐκ ἂν ϲυντεθείη, ὡϲ ἐντελῶϲ ἀπεδείξαμεν ἐν τῷ περὶ ϲχημάτων.) — Καὶ εἰϲ μὲν ἐπίδειξιν τοῦ τὴν φωνὴν μίαν ἁπλῆν καθεϲτάναι παραλαμβάνοιτο ἂν ὅδε ὁ λόγοϲ. Τῶν μορίων τούτων τὰ ἐν ἀνταποδόϲει τοῦ τ πάντα ἁπλᾶ καθειϲτήκει, ἕωϲ τέωϲ, ἧμοϲ τῆμοϲ, ὄφρα τόφρα. εἴπερ οὖν οὕνεκα ἐϲτὶ καὶ τούνεκα, ἀντα ποδιδόμενον , γνώριμον ὡϲ τὸ προκείμενον ἁπλοῦν. — Ἀ λλ’ εἰ καὶ παράθεϲιν ὑπαγορεύει ποτὲ τὸ οὕνεκα, οὐ διὰ τοῦτο ἐν δυϲὶ μέρεϲι λόγου, εἴγε ἐξ ἁπλῶν πλείονα μέρη δηλοῦται · ἁπλοῦν τὸ Αἰακίδηϲ, δηλοῦν Αἰακοῦ υἱόν. ἀλλὰ καὶ τὰ κτητικὰ πάλιν ἁπλᾶ ὄντα εἰϲ δύο ὀνόματα ἀναλύετ αι, καὶ τὰ ϲυγκριτικὰ εἰϲ ὄνομα καὶ τὸ μᾶλλον καὶ ἄλλο τι τῶν ἀφ’ ὧν παρῆκται. ϲύνθετοί τε φωναὶ ἁπλοῦν ἔχουϲι τὸ δηλούμενον. — Ἀλλὰ πρόϲ γε τὰ εἰρημένα ἀν τιλέγοι τιϲ ἂν ὡϲ τὰ ἀνταποδοτικὰ εἰϲ α λήγοντα ἐπέκ ταϲιν ἀναδέχ εται, τηνίκα τηνικαῦτα, τόϲα τοϲαῦτα, τοῖα τοιαῦτα. καὶ τῷ παρὰ τὸ οὕνεκα τοὔνεκα παρείπετο ἂν ἡ αὐτὴ ἐπέκταϲιϲ. — καὶ ἴϲωϲ τὸ τοιοῦτον οὐκ ἄγαν ἄλογ ον, ἐπεὶ καὶ τὸ τόφρα ὂν ἀνταποδοτικὸν οὐκ ἀνα δέδεκ ται τὴν ἐπέκταϲιν. διὸ καὶ ὁ Τρύφων (p. 40 Velsen ) ἐν κανόνι προϲετίθει, ὅτε μὴ μακρᾷ παρεδρεύηται· ἀλλ’ ἦν πάλιν τὸ τ οῖα εἰϲ τὸ τοιαῦτα ἐπεκτεινόμενον. Τὰ ἐν ἁπλοῖϲ πλείονα δηλοῦντα οὐκ ἔχει ἐγκειμέναϲ τὰϲ φωνὰϲ τῶν δηλουμένων. τὸ Αἰακίδηϲ, δηλοῦν καὶ τὸν υἱόν, οὐκ ἔχει τὴν υἱόϲ φωνήν· τὸ γοργότεροϲ, δηλοῦν καὶ τὸ μᾶλλον, οὐκ ἔχει ἐγκείμενον τὸ μᾶλλον· ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τῶν ὁμοίων. ὅτε μέντοι ταῖϲ φωναῖϲ καὶ τὰ δηλούμενα ϲυνομολογεῖ,