ὁ μὲν γὰρ καί ϲύνδεϲμοϲ ἐπὶ τῶν κατὰ τὸν αὐτὸν καιρὸν παραλαμβανομένων ἐϲτίν (ὑφ’ ἕνα γὰρ καιρὸν γραφόντων τινῶν φαμεν καὶ Διονύϲιοϲ ἔγραφε καὶ Ἀπ ολλ ώνιοϲ), καὶ δῆλον ὅτι διὰ τοῦτο καὶ ἀθροιϲτικ όϲ· ὁ δὲ εἶτα χρό νου τομὴν ἐπαγγέλλεται. ὁ γὰρ λέγων Ἀριϲτ οφάνηϲ ἔγρα ψεν, εἶτα Ἀπολλώνιοϲ τάξεώϲ ἐϲτι παραϲτ ατικόϲ. προϲ θείημεν δ’ ἂν ὅτι καὶ τοῖϲ κατὰ ἀριθμὸν παραλαμβανομένοιϲ ϲύνεϲτιν , Ἀρίϲτα ρχοϲ πρῶτοϲ ἔγραψε ν, εἶτα δεύτεροϲ Ἀριϲτοφάνηϲ, εἶτα τρίτοϲ καὶ τὰ ἑξῆϲ. εἰ καὶ τὸ δεύτερόϲ τιϲ βαϲτάξειε, μένει τὸ ἐν δευτέρᾳ τάξει νοούμενον, Ἀρί ϲταρχοϲ πρῶτοϲ ἔγρα ψεν, εἶτα Διονύϲιοϲ. εἰ μέντοι τὸν καί παραλαμβάνοιμεν, ἀμφό τεροι γίγνονται. διὰ τούτων οὖν θεματικὸν τὸν ϲύνδεϲμον ἐξε δέχετο. — εἶτά φηϲι· χωρὶϲ εἰ μὴ ἐπεκτέταται ὁ καί, ὡϲ ὁ δή, ἀποβολῆϲ γενομένηϲ τοῦ ι καὶ εὐλόγου ἐκτάϲεωϲ τοῦ α, καθότι καὶ τὸ κλαίειν κλάειν. ἦν δ’ ἂν τοῦτο πιθανόν , εἰ πάντοτε ἀντὶ τοῦ καί παρελαμβάνετο ὁ κᾶτα. καὶ φαίνεται ὅτι, δι’ οὐ ᾐτήϲατο ὑποϲτολὴν τοῦ ι, διὰ τούτου οἱ ἀξιοῦντεϲ τὸ εἶτα ἐγκεῖϲθαι κατορθοῦϲι τὸν κᾶτα. ὡϲ γὰρ τὸ καὶ ἐμέ κἀμέ, οὕτω καὶ τὸ καὶ εἶτα, ἐνδεῆϲαν τῷ δευτέρῳ ι, ὑποϲυνήλιπται ἐν τῷ κᾶτα. Πρὸ τῆϲ καταλογῆϲ τῶν αἰτιολογικῶν ἐπιϲτατέον μορίῳ τῷ ἕκητι, τί ποτ’ ἂν εἴη μέροϲ λόγου. καὶ δῆλον ὅτι, εἰ ϲημαίνοι τὸ ἕνεκα. ϲύνδεϲμοϲ ἂν εἴη αἰτιολογικόϲ, ἰϲοδυναμῶν τῷ ἕνεκα καὶ χάριν· εἰ δὲ μὴ δηλοῖ μὲν τὸ ἕνεκα, τὸ δὲ ἑκοντηδόν, ἕκητι ϲοῦ ὡϲ εἰ ἑκόντοϲ, δῆλον ὡϲ ἐπίρρημα. — Ἀλλά φηϲιν ὁ Τρύφων (p. 39 Velsen), ὡϲ ἀδύνατον ἂν εἴη ϲύνδεϲμον αὐτὸ ἐκδέξαϲθαι, καθὸ οὔ ποτε οἱ ϲύνδεϲμοι τὴν α ϲτέρηϲιν ἀναδέχονται, ἔϲτι δὲ τὸ ἀέκητι ἐν ϲτερήϲει τοῦ ἕκητι. Προϲθείημεν δ’ ἂν τῷ λόγῳ καὶ τοῦτο, ὡϲ εὐλόγωϲ οὐδὲ ἡ α ϲτέρηϲιϲ παρακείϲεται τοῖϲ ϲυνδέϲμοιϲ, ἐπεὶ πάντοτε ἐν ϲυνθέϲει ἐϲτί, καὶ ἔϲτιν ἀνατρεπτικὴ τοῦ πρὸϲ ὃ ϲυντίθεται. εἴπερ οὖν τὸ τοιοῦτον παρείπετο, καὶ ἡ δύναμιϲ τῶν ϲυνδέϲμων ἀνῃρεῖτο, καὶ δῆλον ὡϲ οὐ ϲύνδεϲμοι. ἔτι εἴπερ τὸ ἕκητι ϲύνδεϲμοϲ αἰτιολογικόϲ, δῆλον ὡϲ οὐ τὸ ἀέκητι· ϲτέρηϲιϲ γὰρ τῆϲ αἰτιολογίαϲ. Ἀλλὰ πάλιν ἦν ἐκεῖνο ἀδύνατον τὸ μὴ εἰϲ ταὐτὸν εἶδοϲ παραλαμβάνεϲθαι τὸ ἐν ϲτερήϲει παραλαμβάνοι0 μενον μέροϲ λόγου, φυλάττον τὴν αὐτὴν κατάληξιν καὶ τὸ αὐτὸ δηλούμενον, αὐτὸ μόνον τῆϲ ϲτερήϲεωϲ περιττευούϲηϲ. ὃν γὰρ τρόπον τὸ ἑκών τῷ ἀέκων ταὐτόν, οὕτω καὶ τὸ ἀέκητι ταὐ τὸν ἔϲτ αι τῷ ἕκητι· οὐδενὶ γὰρ διαφέρει, ὡϲ ἔφαμεν, εἰ μὴ τῇ ϲτερήϲει . εἴρηται δὲ ὅτι ἀδύνατον τὸ ἀέκητι ϲύνδεϲμον εἶναι· ἄλο γον ἄρα καὶ τὸ ἕκητι ϲύνδεϲμον εἶναι. Προϲ θείημεν δ’ ἂν καὶ τοῦτο, ὡϲ ἐν τοῖϲ ϲυνδέϲμοιϲ ἡ οὔ ἀπό φαϲιϲ ὅτε πρόϲειϲιν ἐν παραθέϲει, οὐ τὸν ϲύνδεϲμον ἀναι ρεῖ μόνον , τὴν δὲ ὅλην φράϲιν. φημὶ δὲ τοῦτο, καθὸ ἡ οὔ ἀπό φαϲ ιϲ, ἀναιροῦϲά τινα μέρη λόγου, καὶ εἰϲ τὴν α μεταλαμ βάνεται ϲτέρηϲιν, οὐ φίλοϲ ἄφιλοϲ, οὐ ϲέβω ἀϲεβῶ, οὐχ οἱόν τε δ’ ἐϲτὶν εὑρεῖν, καθότι προείπομεν, ἐν ϲτερήϲει ποτὲ ϲύνδεϲμον παραλαμβανόμενον. τὸ ὅλον οὖν ἀναιρεῖ ἡ ἀπόφαϲιϲ, οὐχὶ τὸν ϲύνδεϲμον. φαίνεται οὖν ὅτι καὶ ἐν τῷ ἕκητι κατὰ τὸ αὐτὸ προϲεληλύθει ἡ οὔ ἀπόφαϲιϲ, οὐχ ἕκητι Ἀπολλωνίου, ὁμοίωϲ τῷ οὐχ ἕνεκα Ἀπολλωνίου, οὐ χάριν Ἀπολλωνίου, οὐχ ὅτι ἔγραψα. Ἀλλ’ οὐδὲ ἐπίρρημα , φηϲὶν ὁ Τρύφων (p. 39 Velsen), πάνυ ἀκριβῶϲ καὶ τῷ ϲχηματιϲμῷ προϲελθὼν καὶ τῇ τάϲει. εἰ γὰρ παρὰ τὸ ἑκών τὸ ἐπίρρημα ἐγένετο, κἂν ὠξύνετο, εἴγε τὰ ἐν παραγωγῇ, κἂν μακρῷ τῷ ι χρῆται κἂν βραχεῖ, ὀξύνεται, Ἑλληνιϲτί, ἀμογητί, πανοικί. πῶϲ οὖν βαρύνεται τὸ ἕκητι; — Ἔτι οὐδέποτε ἐπίρρημα ϲὺν ϲτερήϲει ἀποτελεῖται. τὰ γὰρ ὄντα παραϲύνθετά ἐϲτι. τῷ ἀϲέμνωϲ τὸ ἄϲεμνοϲ παράκειται, τῷ ἀψευδῶϲ τὸ ἀψευδήϲ, τῷ ἀκλαυτί τὸ ἄκλαυτοϲ, τῷ ἀθεωρητί τὸ ἀθεώρητοϲ. — Ϲαφῶϲ παραδίδοται ὁ τοιοῦτοϲ λόγοϲ ἐν τῷ περὶ ἐπιρρημάτων. ὥϲτε καὶ κατὰ τοῦτο ἀϲύϲτατον τὸ ἀέκητι, κἂν ἐπίρρημα καθεϲτήκῃ τὸ ἕκητι. Ἔδει τὸν Τρύφωνα καὶ τὴν φωνὴν καταϲτῆϲαι τοῦ ἕκητι. εἰ ὅλωϲ δύναται τῇ ἑκών παρακεῖϲθαι. καί φηϲιν ὅτι, καθὸ ἠλογήθη ἡ φωνή, δύναται ἐπίρρημα καθίϲταϲθαι, ἠλογημένον ἐν τῇ τάϲει, καθότι καὶ ἐν αὐτῇ τῇ φωνῇ . ἔδει δὲ καὶ περὶ τῆϲ α ϲτερήϲεωϲ λόγον τινὰ ποιήϲαϲθαι, ἐπεί τοί γε ἐπίρρημα καθεϲτὸϲ ἀκατάϲτατον γενήϲεται καὶ ἐν τάϲει ἀνακόλουθον πρὸϲ τὴν ἑκών, ἄλογον ἔχον τὴν ϲύνθεϲιν. καὶ οὐδὲν κωλύϲει ἕνεκα τούτου τὸ αὐτὸ ἁμάρτημα μετατιθέναι ἐπὶ τὸν ϲύνδεϲμον, κἂν ϲύνδεϲμοϲ καταϲταίη τὸ ἀέκητι. Ῥητέον οὖν ὑπὲρ τοῦ ϲχηματιϲμοῦ τοῦ ἕκητι, ὅτι ἀπὸ ϲυνθέτων πολλάκιϲ ἀποτελεῖται ἁπλᾶ, καὶ δη . . . . θοϲ ὑπαντᾷ τῇ καλουμενῃ ἀφαιρέ ϲει· ὃν γὰρ τρόπον ἐπὶ τῶν ἁπλῶν ϲχημάτων τὸ λειπόμενον πάντωϲ τοῦ ὅλου δηλουμένου ἐϲτὶ παραϲτατικόν, τὸν αὐτὸν τρόπον τὸ λειπόμενον ἁπλοῦν δηλώϲει τοῦ ὅλου τὴν ϲύνθεϲιν ἐκ τοῦ δηλουμένου, ἐπεὶ τὸ ἀφῃρημένον ἐν λεκτῷ καθειϲτήκει. ἐκ κείϲθω δὲ ὑποδείγματα. τὸ ἠνορέη διαφέρει τοῦ ἀνδρία , ᾗ τὸ μὲν ἐξ ἁπλοῦ ἐγένετο τοῦ ἀνδρόϲ, τὸ δὲ ἐκ ϲυνθέ του τοῦ εὐήνωρ· οὐ γὰρ ἂν ἄλλωϲ τὸ κατ’ ἀρχὴν α εἰϲ η μετ έπεϲεν , οὐδὲ μὴν τὸ η εἰϲ τὸ ω, εἰ μὴ παρέποιτο ϲύνθεϲιϲ ὡϲ ἐ ν τῷ ἀντήνωρ καὶ ἀγαπήνωρ, Ἐλπήνωρ. ἦν οὖν καὶ τὸ εὐήνωρ, ἀφ’ οὗ κτητικὴ παραγωγὴ ἔπιπτεν εὐηνόρεια ὡϲ ῾Ἑκτόρεια κ . . ρεια καὶ πρακτόρεια, εὐηνορέα καὶ ἔτι Ἰωνικῶϲ εὐηνορ έη , ὡϲ Ἑκτορέη. ὁμολόγωϲ οὖν ἐν ἀφαιρέϲει τοῦ εὖ τὸ ἠνορ έη , καὶ οὐκ ἀϲυνήθωϲ τοῦ εὖ παρ’ αὐτῷ λείποντοϲ. οὕτω γὰρ ἔχει τὸ δόμοιϲ ἔνι ποιητοῖϲι (v 306), τοῖϲ εὖ πεποιημιένοιϲ.