— ὁμολόγωϲ οὖν οἱ κατ’ ἀρχὴν τιθέμενοι ϲύνδεϲμοι τῶν προκειμένων λόγων καὶ κατὰ φωνὴν διαλλαγὴν ἔϲχον, ὥϲτε ἐν μὲν διαζευκτικῷ παραλαμβάνεϲθαι τὸν ἤτοι, ἐν δὲ διαπορητικῷ τὸν ἆρα, ἤτοι Τρύφων πα ρέϲται ἢ Θέων, ἆρα Τρύφων παραγεν ήϲεται ἧ Θέων; μόνου τοῦ κατ’ ἀρχὴν ἤ κοινῶϲ εἰλημμένου ἐπί τε διαζεύξεωϲ ἐπί τε διαπορήϲεωϲ. Eἴρηται ὡϲ τὸ α τοῦ ἆρα εἰϲ η μετετίθετο παρὰ ταῖϲ ἄλλαιϲ διαλέκτοιϲ, ὑπεϲταλμένηϲ τῆϲ Ἀττικῆϲ καὶ κοινῆϲ. καί πού τινεϲ ἐπὶ τῆϲδε τῆϲ μεταθέϲεωϲ ἐπιϲτοῦντο, ὡϲ τὸ μακρὸν α εἰϲ η μετατίθεται παρ’ Ἴωϲιν, οὐ τὸ βραχύ, καθότι ὁ ἐν βραχεῖ τῷ α λεγόμενοϲ ἄρα ϲυλλογιϲτικόϲ ἐϲτι καλούμενοϲ ἢ ἐπιφορικόϲ, ὃν οὐ μετατιθεῖϲι. καὶ ἀντέλεγε Τρύφων (p. 36 Velsen), παρατιθέμενοϲ ὡϲεὶ καὶ τὸ βραχὺ α εἰϲ η μετατίθεται, ὡϲ τὸ ἀναιδείην ἐπιειμένε (Α 149), διπλάϲιον διπλήϲιον, τὴν ἀμαιμάκετον Ϲκύλλην, πείνη δ’ οὔ ποτε δῆμον ἐπέρχεται (ο 407 ), ὕψι δ’ ἀέλλη (Π 374). ἐρχῆν δὲ κἀκεῖνο παραθέϲθαι, ὡϲ καὶ ἐπ’ αὐτοῦ τοῦ ϲυνδέϲμου ἡ μετάθεϲιϲ γεγόνοι. τὸ γὰρ ἦρά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμόϲ (Κ 401 ) οὐκ ἀ πὸ τοῦ διαπορητικοῦ· οὐδὲ τὸ . ἧρά νύ μοι ξεῖνοϲ πατρώιόϲ ἐϲϲι παλαιόϲ (Ζ 215), ἦρά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν (Γ 183)· τοιοῦτον γάρ τί φηϲι· ξένοϲ ἄρα πατρ ώιοϲ εἶ , μεγάλων ἄρα δώρ ων ἐπιθυμεῖϲ. καὶ ἐπ’ ἄλλων πολλῶν. Μῶν. Ϲυνήθηϲ ἐϲτὶ ποιηταῖϲ. καὶ πρόϲ τινων . . . ὡϲ εἴη ϲυνεϲτὼϲ ἐκ τοῦ μή καὶ οὖν. πρὸ ϲ οὓϲ ἀντι τίθηϲι Τρύφων (p. 36 Velsen) κἀκ τοῦδηλουμένου κἀ κ τῆϲ φωνῆϲ . ἐκ μὲν οὖν τοῦ δηλουμένου, ὡϲ ἀϲυϲτατεῖ ἡ μή ἀπαγό ρευϲιϲ μετὰ ϲυλλογιϲτικοῦ τοῦ οὖν διαπορητικ ὸν ἀποτελέϲαι, εἴγε διαφέρει τὸ ϲυλλογίζεϲθαι το ῦ διαπορεῖν. καὶ ἔτι ὡϲ ὁ οὖν ἐν ὑποτάξει ἐϲτίν, ὁ δὲ μῶν προτακτικόϲ. ἐκ δὲ τῆϲ φωνῆϲ, καθὸ ὁ μῶν ϲύνδεϲμοϲ τὸ υ ἐκθλίβει· οὐ γὰρ οἷόν τε εὑρέϲθαι τὸ υ ἐκθλιβόμενον, πρ οϲλαμ βανόμενον δὲ κατὰ τὰϲ γινομέναϲ ϲυναλοιφάϲ, ὡϲ ἐν τῷ δὴ αὖτε δηῦτε, ὁ αὐτόϲ ωὑτόϲ, ἐμέο αὐτοῦ ἐμωυτοῦ. ἧν ἂν οὖν καὶ μωῦν . Καὶ πρὸϲ τὸ τοιοῦτόν τινεϲ ἔφαϲαν , ὡϲ διὰ κακοφωνίαν ἐκθλιβείη τὸ υ. Δέον δὲ πρ ὸϲ μὲν τὸν ἀπὸ τῆϲ φωνῆϲ λόγον φάναι, ὡϲ οὐ παρὰ τὸν οὖν ἡ ϲύνθεϲιϲ, ἀλλὰ παρὰ τὸν ὦν, ὄντα καὶ Ἰωνικὸν καὶ Αἰολικὸν καὶ Δωρικόν. Ἀλλὰ πῶϲ παρὰ τοῖϲ Ἀθηναίοιϲ; ὅτι δυνάμει Ἴωνεϲ. ἀλλ’ εἰ καὶ ἀπὸ Δωρίδοϲ διαλέκτου ἦν τι παρ’ Ἀθηναίοιϲ, οὐ ξένον, ὅπου γε καὶ δαρ όν φαϲιν. — ἀλλὰ καὶ ἐπὶ ϲυναλοιφῆϲ ἔϲτι τὸ τοιοῦτον παραϲτῆϲαι. τὸ θάτερον παρ’ αὐτοῖϲ ἀϲύϲτατον, ἐὰν παρὰ τὸ ἕτερον ᾖ ϲυνηλιμμένον, εἴγε ἡ τοιαύτη ϲυνέλευϲιϲ εἰϲ τὴν ου δίφθογγον μεθίϲταται, τὸ ἐμόν τοὐμόν, τὸ ἔργον τοὖργον, τὸ ἔλαιον τοὔλαιον. πῶϲ οὖν τὸ ἕτερον οὐ θούτερον; ψυχρὸν τὸ λέγειν, ὅτι ἀπὸ πληθυντικῆϲ ἐκφορᾶϲ εἰϲ ἑνικὴν μετῆλθε. πότε γὰρ πληθυντικὸν ἑνικὸν ἐκαAnιuνω. νόνιϲε; καὶ πότε οὐχὶ αἱ παραθέϲειϲ κατὰ τοὺϲ ἰδίουϲ ἀριθμοὺϲ τὰϲ ϲυναλοιφὰϲ ἀναδέχονται; ἔϲτω δὲ ἐν ὑποδείγματι τὸ ἔργον τοὖργον, τὰ ἔργα τἆργα. καὶ ὡϲ οὐχ ὑγιὲϲ τὸ λέγειν τοὖργα ἢ τἆργον , δῆλον ὡϲ καὶ ἐπὶ τοῦ προκειμένου ταὐτὸν παρακολουθήϲει, καὶ ἡ ἀπολογία περιίϲταται εἰϲ ϲολοικιϲμόν. — ἄμεινον οὖν παραδέξαϲθαι Δωρικὴν μετάθεϲιν τοῦ ε εἰϲ τὸ α, καὶ ὡϲ ὁ ἀνήρ ἁνήρ, ὁ ἄνθρωποϲ ἅνθρωποϲ, οὕτωϲ τὸ ἅτερον θάτερόν ἐϲτι, καὶ ἄλλ α , τὸ πεινῆν καὶ διψῆν. καὶ οὐκ ἐπὶ πλέον δεῖ περὶ τούτων παραθέϲθαι. Καθίϲταται οὖν κα τὰ φωνὴν ὁ μῶν οὕτωϲ. πρὸϲ δὲ τὸν ἀπὸ τοῦ δηλου μένο υ λόγον ἐκεῖνα ἂν φήϲαιμεν. πρῶτον ὅτι αἱ ϲυνθετοι τῶν λέξεων οὐ τὸ αὐτὸ ἐπαγγέλλονται ταῖϲ ἁπλῶϲ ἐκφερομέναιϲ, ἐν τοῖϲ περὶ ϲχημάτων εἴρηται. καὶ ἐξ αὐ τῶν τῶν ϲυνδέϲμων πλεῖϲτα ἔϲτι παραθέϲθαι, καθὸ ἑξῆϲ εἰρήϲεται, εἴγε ἄλλο μὲν τὸ καί, ἄλλο δὲ τὸ καίτοι δηλοῖ . — ἀλλ’ εἰ καὶ τὸ τοιοῦτον παραθείη τιϲ , ἔϲτι κα ταϲτῆϲ αι κυρίωϲ τὴν κατάϲταϲιν τοῦ ϲυνδέϲμου, ὡϲ βούλεται ὁ Τ ρύφ ων. τὸ μή οὐ πάντοτέ ἐϲτιν ἀπαγορευτικόν, ἀλλὰ καὶ διαπορητικῶϲ παραλαμβάνεται· μὴ γρά ψεῖ; μὴ λήϲεται ἡμᾶϲ ; ἴϲον γάρ ἐϲτι τῷ ἆρα λήϲεται ἡμᾶϲ. ἀλλὰ μὴν καὶ ὁ οὖν παραπληρωματικόϲ ἐϲτι. ϲυνέϲτηκεν οὖν ὁ μῶν ἔκ τε διαπορητικοῦ τοῦ μή καὶ τοῦ ὦν παραπληρωματικοῦ, καὶ οὕτωϲ ἐϲτὶ διαπορητικόϲ. μαριτυρεῖ δὲ ϲυλλογιϲτικῷ μὲν ὄντι τῷ οὖν τὸ οὐκοῦν οὐ βαρυνόμενον κατὰ τέλοϲ, παραπληρωματικῷ δ’ ὄντι τὸ βαρυνόμενον. Κᾶτα. Οὗτοϲ πολλάκιϲ ἐν ἴϲῳ τῷ καί παραλαμβάνεται. οὐ γὰρ . . . ον παρ’ Ἀριϲτοφάνει ἐν Βατράχοιϲ (v. 203) τὸ κᾶτα πῶϲ δυν ήϲομαι ἀντὶ τοῦ καί παραλαμβάνεϲθαι. ἴϲωϲ μέν τοι ἐκεῖνο διαπορητικόν ἐϲτιν ἐν Φοινίϲϲαιϲ Εὐριπίδου (v. 598 Kirchhoff) κᾶτα ϲὺν πολλοῖϲιν ἦλθεϲ. Τρύφων (p. 37 Velsen) μέντοι ἐν τῷ περὶ ἐπιρρημάτων ὡϲ περὶ ἐπιρρήματοϲ χρονικοῦ τὸν λόγον ποιεῖται, ἐν ῷ καὶ ἐζήτηϲεν, εἰ ἐγκειται τὸ εἶτα. ἐν δὲ τῷ περὶ ϲυνδέϲμων, ὁμοίωϲ τοῖϲ περὶ Ἀπολλώνιον καὶ Κόμανον καὶ ϲχεδὸν ἅπαϲι ϲύνδεϲμον ἐκδεχόμενοϲ, πάλιν λόγουϲ τινὰϲ προὐφέρετο ἐξεταϲτικοὺϲ τοῦ ἐγκεῖϲθαι τὸν καί καὶ τὸ εἶτα, καθό τινεϲ ᾠήθηϲαν, καὶ ἦϲαν τοιοῦτοι οἱ κανόνεϲ· ὁ καί ϲύνδεϲμοϲ ἔκθλιψιν τοῦ ι καὶ κρᾶϲιν τοῦ α ποιεῖται εἰϲ μακρὸν α, τοῦ ε μόνου ἐπιφερομένου (φαίνεται ὅτι καὶ τοῦ η)· καὶ ἐμέ κἀμέ, καὶ ἐκεῖνοϲ κἀκεῖνοϲ. ὅτε μέντοι δίφθογγοϲ ἐπιφέρεται, ἐκθλίβεται τὸ α καὶ τὸ ι, καὶ εἶχον κεἶχον. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ο. ἐπιφερόμενον γὰρ μόνον τὸ ο κρᾶϲιν ποιεῖται, καὶ ὁ ϲόϲ χὡ ϲόϲ, καὶ ὁ οἶνοϲ χοἷνοϲ, καὶ ὁ φίλοϲ χὡ φίλοϲ. εἴπερ οὖν ἔγκειται τὸ εἶτα, ἦν ἂν κεῖτα. καὶ ἔτι ἐν τῷ περὶ ἐπιρρημάτων καὶ τὸ δηλούμενόν φηϲι μάχεϲθαι. ὁ μὲν γὰρ καί ϲύνδεϲμοϲ ἐπὶ τῶν κατὰ τὸν αὐτὸν καιρὸν παραλαμβανομένων ἐϲτίν (ὑφ’ ἕνα γὰρ καιρὸν γραφόντων τινῶν φαμεν καὶ Διονύϲιοϲ ἔγραφε καὶ Ἀπ ολλ ώνιοϲ), καὶ δῆλον ὅτι διὰ τοῦτο καὶ ἀθροιϲτικ όϲ· ὁ δὲ εἶτα χρό νου τομὴν ἐπαγγέλλεται. ὁ γὰρ λέγων Ἀριϲτ οφάνηϲ ἔγρα ψεν, εἶτα Ἀπολλώνιοϲ τάξεώϲ ἐϲτι παραϲτ ατικόϲ. προϲ θείημεν δ’ ἂν ὅτι καὶ τοῖϲ κατὰ ἀριθμὸν παραλαμβανομένοιϲ ϲύνεϲτιν , Ἀρίϲτα ρχοϲ πρῶτοϲ ἔγραψε ν, εἶτα δεύτεροϲ Ἀριϲτοφάνηϲ, εἶτα τρίτοϲ καὶ τὰ ἑξῆϲ. εἰ καὶ τὸ δεύτερόϲ τιϲ βαϲτάξειε, μένει τὸ ἐν δευτέρᾳ τάξει νοούμενον, Ἀρί ϲταρχοϲ πρῶτοϲ ἔγρα ψεν, εἶτα Διονύϲιοϲ. εἰ μέντοι τὸν καί παραλαμβάνοιμεν, ἀμφό τεροι γίγνονται. διὰ τούτων οὖν θεματικὸν τὸν ϲύνδεϲμον ἐξε δέχετο. — εἶτά φηϲι· χωρὶϲ εἰ μὴ ἐπεκτέταται ὁ καί, ὡϲ ὁ δή, ἀποβολῆϲ γενομένηϲ τοῦ ι καὶ εὐλόγου ἐκτάϲεωϲ τοῦ α, καθότι καὶ τὸ κλαίειν κλάειν. ἦν δ’ ἂν τοῦτο πιθανόν , εἰ πάντοτε ἀντὶ τοῦ καί παρελαμβάνετο ὁ κᾶτα. καὶ φαίνεται ὅτι, δι’ οὐ ᾐτήϲατο ὑποϲτολὴν τοῦ ι, διὰ τούτου οἱ ἀξιοῦντεϲ τὸ εἶτα ἐγκεῖϲθαι κατορθοῦϲι τὸν κᾶτα. ὡϲ γὰρ τὸ καὶ ἐμέ κἀμέ, οὕτω καὶ τὸ καὶ εἶτα, ἐνδεῆϲαν τῷ δευτέρῳ ι, ὑποϲυνήλιπται ἐν τῷ κᾶτα. Πρὸ τῆϲ καταλογῆϲ τῶν αἰτιολογικῶν ἐπιϲτατέον μορίῳ τῷ ἕκητι, τί ποτ’ ἂν εἴη μέροϲ λόγου. καὶ δῆλον ὅτι, εἰ ϲημαίνοι τὸ ἕνεκα. ϲύνδεϲμοϲ ἂν εἴη αἰτιολογικόϲ, ἰϲοδυναμῶν τῷ ἕνεκα καὶ χάριν· εἰ δὲ μὴ δηλοῖ μὲν τὸ ἕνεκα, τὸ δὲ ἑκοντηδόν, ἕκητι ϲοῦ ὡϲ εἰ ἑκόντοϲ, δῆλον ὡϲ ἐπίρρημα. — Ἀλλά φηϲιν ὁ Τρύφων (p. 39 Velsen), ὡϲ ἀδύνατον ἂν εἴη ϲύνδεϲμον αὐτὸ ἐκδέξαϲθαι, καθὸ οὔ ποτε οἱ ϲύνδεϲμοι τὴν α ϲτέρηϲιν ἀναδέχονται, ἔϲτι δὲ τὸ ἀέκητι ἐν ϲτερήϲει τοῦ ἕκητι. Προϲθείημεν δ’ ἂν τῷ λόγῳ καὶ τοῦτο, ὡϲ εὐλόγωϲ οὐδὲ ἡ α ϲτέρηϲιϲ παρακείϲεται τοῖϲ ϲυνδέϲμοιϲ, ἐπεὶ πάντοτε ἐν ϲυνθέϲει ἐϲτί, καὶ ἔϲτιν ἀνατρεπτικὴ τοῦ πρὸϲ ὃ ϲυντίθεται. εἴπερ οὖν τὸ τοιοῦτον παρείπετο, καὶ ἡ δύναμιϲ τῶν ϲυνδέϲμων ἀνῃρεῖτο, καὶ δῆλον ὡϲ οὐ ϲύνδεϲμοι. ἔτι εἴπερ τὸ ἕκητι ϲύνδεϲμοϲ αἰτιολογικόϲ, δῆλον ὡϲ οὐ τὸ ἀέκητι· ϲτέρηϲιϲ γὰρ τῆϲ αἰτιολογίαϲ. Ἀλλὰ πάλιν ἦν ἐκεῖνο ἀδύνατον τὸ μὴ εἰϲ ταὐτὸν εἶδοϲ παραλαμβάνεϲθαι τὸ ἐν ϲτερήϲει παραλαμβάνοι0 μενον μέροϲ λόγου, φυλάττον τὴν αὐτὴν κατάληξιν καὶ τὸ αὐτὸ δηλούμενον, αὐτὸ μόνον τῆϲ ϲτερήϲεωϲ περιττευούϲηϲ. ὃν γὰρ τρόπον τὸ ἑκών τῷ ἀέκων ταὐτόν, οὕτω καὶ τὸ ἀέκητι ταὐ τὸν ἔϲτ αι τῷ ἕκητι· οὐδενὶ γὰρ διαφέρει, ὡϲ ἔφαμεν, εἰ μὴ τῇ ϲτερήϲει . εἴρηται δὲ ὅτι ἀδύνατον τὸ ἀέκητι ϲύνδεϲμον εἶναι· ἄλο γον ἄρα καὶ τὸ ἕκητι ϲύνδεϲμον εἶναι. Προϲ θείημεν δ’ ἂν καὶ τοῦτο, ὡϲ ἐν τοῖϲ ϲυνδέϲμοιϲ ἡ οὔ ἀπό φαϲιϲ ὅτε πρόϲειϲιν ἐν παραθέϲει, οὐ τὸν ϲύνδεϲμον ἀναι ρεῖ μόνον , τὴν δὲ ὅλην φράϲιν. φημὶ δὲ τοῦτο, καθὸ ἡ οὔ ἀπό φαϲ ιϲ, ἀναιροῦϲά τινα μέρη λόγου, καὶ εἰϲ τὴν α μεταλαμ βάνεται ϲτέρηϲιν, οὐ φίλοϲ ἄφιλοϲ, οὐ ϲέβω ἀϲεβῶ, οὐχ οἱόν τε δ’ ἐϲτὶν εὑρεῖν, καθότι προείπομεν, ἐν ϲτερήϲει ποτὲ ϲύνδεϲμον παραλαμβανόμενον. τὸ ὅλον οὖν ἀναιρεῖ ἡ ἀπόφαϲιϲ, οὐχὶ τὸν ϲύνδεϲμον. φαίνεται οὖν ὅτι καὶ ἐν τῷ ἕκητι κατὰ τὸ αὐτὸ προϲεληλύθει ἡ οὔ ἀπόφαϲιϲ, οὐχ ἕκητι Ἀπολλωνίου, ὁμοίωϲ τῷ οὐχ ἕνεκα Ἀπολλωνίου, οὐ χάριν Ἀπολλωνίου, οὐχ ὅτι ἔγραψα. Ἀλλ’ οὐδὲ ἐπίρρημα , φηϲὶν ὁ Τρύφων (p. 39 Velsen), πάνυ ἀκριβῶϲ καὶ τῷ ϲχηματιϲμῷ προϲελθὼν καὶ τῇ τάϲει. εἰ γὰρ παρὰ τὸ ἑκών τὸ ἐπίρρημα ἐγένετο, κἂν ὠξύνετο, εἴγε τὰ ἐν παραγωγῇ, κἂν μακρῷ τῷ ι χρῆται κἂν βραχεῖ, ὀξύνεται, Ἑλληνιϲτί, ἀμογητί, πανοικί. πῶϲ οὖν βαρύνεται τὸ ἕκητι;