— ὁμολόγωϲ οὖν οἱ κατ’ ἀρχὴν τιθέμενοι ϲύνδεϲμοι τῶν προκειμένων λόγων καὶ κατὰ φωνὴν διαλλαγὴν ἔϲχον, ὥϲτε ἐν μὲν διαζευκτικῷ παραλαμβάνεϲθαι τὸν ἤτοι, ἐν δὲ διαπορητικῷ τὸν ἆρα, ἤτοι Τρύφων πα ρέϲται ἢ Θέων, ἆρα Τρύφων παραγεν ήϲεται ἧ Θέων; μόνου τοῦ κατ’ ἀρχὴν ἤ κοινῶϲ εἰλημμένου ἐπί τε διαζεύξεωϲ ἐπί τε διαπορήϲεωϲ. Eἴρηται ὡϲ τὸ α τοῦ ἆρα εἰϲ η μετετίθετο παρὰ ταῖϲ ἄλλαιϲ διαλέκτοιϲ, ὑπεϲταλμένηϲ τῆϲ Ἀττικῆϲ καὶ κοινῆϲ. καί πού τινεϲ ἐπὶ τῆϲδε τῆϲ μεταθέϲεωϲ ἐπιϲτοῦντο, ὡϲ τὸ μακρὸν α εἰϲ η μετατίθεται παρ’ Ἴωϲιν, οὐ τὸ βραχύ, καθότι ὁ ἐν βραχεῖ τῷ α λεγόμενοϲ ἄρα ϲυλλογιϲτικόϲ ἐϲτι καλούμενοϲ ἢ ἐπιφορικόϲ, ὃν οὐ μετατιθεῖϲι. καὶ ἀντέλεγε Τρύφων (p. 36 Velsen), παρατιθέμενοϲ ὡϲεὶ καὶ τὸ βραχὺ α εἰϲ η μετατίθεται, ὡϲ τὸ ἀναιδείην ἐπιειμένε (Α 149), διπλάϲιον διπλήϲιον, τὴν ἀμαιμάκετον Ϲκύλλην, πείνη δ’ οὔ ποτε δῆμον ἐπέρχεται (ο 407 ), ὕψι δ’ ἀέλλη (Π 374). ἐρχῆν δὲ κἀκεῖνο παραθέϲθαι, ὡϲ καὶ ἐπ’ αὐτοῦ τοῦ ϲυνδέϲμου ἡ μετάθεϲιϲ γεγόνοι. τὸ γὰρ ἦρά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμόϲ (Κ 401 ) οὐκ ἀ πὸ τοῦ διαπορητικοῦ· οὐδὲ τὸ . ἧρά νύ μοι ξεῖνοϲ πατρώιόϲ ἐϲϲι παλαιόϲ (Ζ 215), ἦρά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν (Γ 183)· τοιοῦτον γάρ τί φηϲι· ξένοϲ ἄρα πατρ ώιοϲ εἶ , μεγάλων ἄρα δώρ ων ἐπιθυμεῖϲ. καὶ ἐπ’ ἄλλων πολλῶν. Μῶν. Ϲυνήθηϲ ἐϲτὶ ποιηταῖϲ. καὶ πρόϲ τινων . . . ὡϲ εἴη ϲυνεϲτὼϲ ἐκ τοῦ μή καὶ οὖν. πρὸ ϲ οὓϲ ἀντι τίθηϲι Τρύφων (p. 36 Velsen) κἀκ τοῦδηλουμένου κἀ κ τῆϲ φωνῆϲ . ἐκ μὲν οὖν τοῦ δηλουμένου, ὡϲ ἀϲυϲτατεῖ ἡ μή ἀπαγό ρευϲιϲ μετὰ ϲυλλογιϲτικοῦ τοῦ οὖν διαπορητικ ὸν ἀποτελέϲαι, εἴγε διαφέρει τὸ ϲυλλογίζεϲθαι το ῦ διαπορεῖν. καὶ ἔτι ὡϲ ὁ οὖν ἐν ὑποτάξει ἐϲτίν, ὁ δὲ μῶν προτακτικόϲ. ἐκ δὲ τῆϲ φωνῆϲ, καθὸ ὁ μῶν ϲύνδεϲμοϲ τὸ υ ἐκθλίβει· οὐ γὰρ οἷόν τε εὑρέϲθαι τὸ υ ἐκθλιβόμενον, πρ οϲλαμ βανόμενον δὲ κατὰ τὰϲ γινομέναϲ ϲυναλοιφάϲ, ὡϲ ἐν τῷ δὴ αὖτε δηῦτε, ὁ αὐτόϲ ωὑτόϲ, ἐμέο αὐτοῦ ἐμωυτοῦ. ἧν ἂν οὖν καὶ μωῦν . Καὶ πρὸϲ τὸ τοιοῦτόν τινεϲ ἔφαϲαν , ὡϲ διὰ κακοφωνίαν ἐκθλιβείη τὸ υ. Δέον δὲ πρ ὸϲ μὲν τὸν ἀπὸ τῆϲ φωνῆϲ λόγον φάναι, ὡϲ οὐ παρὰ τὸν οὖν ἡ ϲύνθεϲιϲ, ἀλλὰ παρὰ τὸν ὦν, ὄντα καὶ Ἰωνικὸν καὶ Αἰολικὸν καὶ Δωρικόν. Ἀλλὰ πῶϲ παρὰ τοῖϲ Ἀθηναίοιϲ; ὅτι δυνάμει Ἴωνεϲ. ἀλλ’ εἰ καὶ ἀπὸ Δωρίδοϲ διαλέκτου ἦν τι παρ’ Ἀθηναίοιϲ, οὐ ξένον, ὅπου γε καὶ δαρ όν φαϲιν. — ἀλλὰ καὶ ἐπὶ ϲυναλοιφῆϲ ἔϲτι τὸ τοιοῦτον παραϲτῆϲαι. τὸ θάτερον παρ’ αὐτοῖϲ ἀϲύϲτατον, ἐὰν παρὰ τὸ ἕτερον ᾖ ϲυνηλιμμένον, εἴγε ἡ τοιαύτη ϲυνέλευϲιϲ εἰϲ τὴν ου δίφθογγον μεθίϲταται, τὸ ἐμόν τοὐμόν, τὸ ἔργον τοὖργον, τὸ ἔλαιον τοὔλαιον. πῶϲ οὖν τὸ ἕτερον οὐ θούτερον; ψυχρὸν τὸ λέγειν, ὅτι ἀπὸ πληθυντικῆϲ ἐκφορᾶϲ εἰϲ ἑνικὴν μετῆλθε. πότε γὰρ πληθυντικὸν ἑνικὸν ἐκαAnιuνω. νόνιϲε; καὶ πότε οὐχὶ αἱ παραθέϲειϲ κατὰ τοὺϲ ἰδίουϲ ἀριθμοὺϲ τὰϲ ϲυναλοιφὰϲ ἀναδέχονται; ἔϲτω δὲ ἐν ὑποδείγματι τὸ ἔργον τοὖργον, τὰ ἔργα τἆργα. καὶ ὡϲ οὐχ ὑγιὲϲ τὸ λέγειν τοὖργα ἢ τἆργον , δῆλον ὡϲ καὶ ἐπὶ τοῦ προκειμένου ταὐτὸν παρακολουθήϲει, καὶ ἡ ἀπολογία περιίϲταται εἰϲ ϲολοικιϲμόν. — ἄμεινον οὖν παραδέξαϲθαι Δωρικὴν μετάθεϲιν τοῦ ε εἰϲ τὸ α, καὶ ὡϲ ὁ ἀνήρ ἁνήρ, ὁ ἄνθρωποϲ ἅνθρωποϲ, οὕτωϲ τὸ ἅτερον θάτερόν ἐϲτι, καὶ ἄλλ α , τὸ πεινῆν καὶ διψῆν. καὶ οὐκ ἐπὶ πλέον δεῖ περὶ τούτων παραθέϲθαι. Καθίϲταται οὖν κα τὰ φωνὴν ὁ μῶν οὕτωϲ. πρὸϲ δὲ τὸν ἀπὸ τοῦ δηλου μένο υ λόγον ἐκεῖνα ἂν φήϲαιμεν. πρῶτον ὅτι αἱ ϲυνθετοι τῶν λέξεων οὐ τὸ αὐτὸ ἐπαγγέλλονται ταῖϲ ἁπλῶϲ ἐκφερομέναιϲ, ἐν τοῖϲ περὶ ϲχημάτων εἴρηται. καὶ ἐξ αὐ τῶν τῶν ϲυνδέϲμων πλεῖϲτα ἔϲτι παραθέϲθαι, καθὸ ἑξῆϲ εἰρήϲεται, εἴγε ἄλλο μὲν τὸ καί, ἄλλο δὲ τὸ καίτοι δηλοῖ . — ἀλλ’ εἰ καὶ τὸ τοιοῦτον παραθείη τιϲ , ἔϲτι κα ταϲτῆϲ αι κυρίωϲ τὴν κατάϲταϲιν τοῦ ϲυνδέϲμου, ὡϲ βούλεται ὁ Τ ρύφ ων. τὸ μή οὐ πάντοτέ ἐϲτιν ἀπαγορευτικόν, ἀλλὰ καὶ διαπορητικῶϲ παραλαμβάνεται· μὴ γρά ψεῖ; μὴ λήϲεται ἡμᾶϲ ; ἴϲον γάρ ἐϲτι τῷ ἆρα λήϲεται ἡμᾶϲ. ἀλλὰ μὴν καὶ ὁ οὖν παραπληρωματικόϲ ἐϲτι. ϲυνέϲτηκεν οὖν ὁ μῶν ἔκ τε διαπορητικοῦ τοῦ μή καὶ τοῦ ὦν παραπληρωματικοῦ, καὶ οὕτωϲ ἐϲτὶ διαπορητικόϲ. μαριτυρεῖ δὲ ϲυλλογιϲτικῷ μὲν ὄντι τῷ οὖν τὸ οὐκοῦν οὐ βαρυνόμενον κατὰ τέλοϲ, παραπληρωματικῷ δ’ ὄντι τὸ βαρυνόμενον. Κᾶτα. Οὗτοϲ πολλάκιϲ ἐν ἴϲῳ τῷ καί παραλαμβάνεται. οὐ γὰρ . . . ον παρ’ Ἀριϲτοφάνει ἐν Βατράχοιϲ (v. 203) τὸ κᾶτα πῶϲ δυν ήϲομαι ἀντὶ τοῦ καί παραλαμβάνεϲθαι. ἴϲωϲ μέν τοι ἐκεῖνο διαπορητικόν ἐϲτιν ἐν Φοινίϲϲαιϲ Εὐριπίδου (v. 598 Kirchhoff) κᾶτα ϲὺν πολλοῖϲιν ἦλθεϲ. Τρύφων (p. 37 Velsen) μέντοι ἐν τῷ περὶ ἐπιρρημάτων ὡϲ περὶ ἐπιρρήματοϲ χρονικοῦ τὸν λόγον ποιεῖται, ἐν ῷ καὶ ἐζήτηϲεν, εἰ ἐγκειται τὸ εἶτα. ἐν δὲ τῷ περὶ ϲυνδέϲμων, ὁμοίωϲ τοῖϲ περὶ Ἀπολλώνιον καὶ Κόμανον καὶ ϲχεδὸν ἅπαϲι ϲύνδεϲμον ἐκδεχόμενοϲ, πάλιν λόγουϲ τινὰϲ προὐφέρετο ἐξεταϲτικοὺϲ τοῦ ἐγκεῖϲθαι τὸν καί καὶ τὸ εἶτα, καθό τινεϲ ᾠήθηϲαν, καὶ ἦϲαν τοιοῦτοι οἱ κανόνεϲ· ὁ καί ϲύνδεϲμοϲ ἔκθλιψιν τοῦ ι καὶ κρᾶϲιν τοῦ α ποιεῖται εἰϲ μακρὸν α, τοῦ ε μόνου ἐπιφερομένου (φαίνεται ὅτι καὶ τοῦ η)· καὶ ἐμέ κἀμέ, καὶ ἐκεῖνοϲ κἀκεῖνοϲ. ὅτε μέντοι δίφθογγοϲ ἐπιφέρεται, ἐκθλίβεται τὸ α καὶ τὸ ι, καὶ εἶχον κεἶχον. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ο. ἐπιφερόμενον γὰρ μόνον τὸ ο κρᾶϲιν ποιεῖται, καὶ ὁ ϲόϲ χὡ ϲόϲ, καὶ ὁ οἶνοϲ χοἷνοϲ, καὶ ὁ φίλοϲ χὡ φίλοϲ. εἴπερ οὖν ἔγκειται τὸ εἶτα, ἦν ἂν κεῖτα. καὶ ἔτι ἐν τῷ περὶ ἐπιρρημάτων καὶ τὸ δηλούμενόν φηϲι μάχεϲθαι.