εἴπερ οὖν καὶ ὁ ἦρα μόνωϲ ὢν προτα κτικὸϲ ἀπεκέκοπτο, καὶ πάλιν κατ’ ἀρχὰϲ παρε λαμβ άνετο. ὅπερ οὐ παρείπετο· εἰϲ γὰρ τοὐναντίον ἐχώρηϲε, τ ὸ ἐν μέϲῃ τῇ φράϲει παραλαμβάνεϲθαι. — ἀλλ’ οὐ δ’ ὁ ἐν ἀρχῇ ἤ πάλιν ἀποκοπή ἐϲτι τοῦ ἦρα. φαμὲν γὰρ . . . ἢ δολιχὴ νοῦϲοϲ Ἄρτεμιϲ ἰοχέαιρα (λ 172)· ἦν γὰρ ἂν περιϲ πώμενοϲ, εἴγε ἡ βαρεῖα ἀποκοπτομένη τὸν αὐτὸν τηρεῖ τόνον ἐν τῷ ὑπολειπομένῳ, δῶμα δῶ. — (καὶ ἕνεκά γε τούτου τὴν νῶι ἀντωνυμίαν, μονοϲύλλαβον εὑριϲκομ ένην παρ’ Ἀττικοῖϲ ἐν τῷ νώ, οὔ φαμεν ἀποκεκόφθαι. ἢ εἴπερ ἀποκοπή, ὑφ’ ἑτέρου λόγου τὰ τοῦ τόνου μετ ετέθη· οὗ τὴν ἀπόδειξιν ἐν τῷ περὶ ἀντωνυμιῶν ἐξε θέμ ην). — ϲαφὲϲ οὖν ὅτι οὔτε ἡ τοῦ προτακτικοῦ φωνὴ ἀπεκόπη τοῦ ἦρα διὰ τὸν τόνον, οὔτε ἡ τοῦ ὑποτακτικοῦ διὰ τὴν ϲύνταξιν. — Τρύφων (p. 36 Velsen) δέ φηϲιν ὡϲ ὁ διαζευκτικὸϲ ἤ παραλαμβάνεται εἰϲ τούϲ διαπορητικοὺϲ κατ’ ἀρχὰϲ λόγουϲ , ὡϲ ἐπὶ τοῦ ἢ ἤδη ϲάφα οἶδεν (ω 404)· ἢ δολιχὴ νοῦϲοϲ, ἦ Ἄρτεμιϲ ἰοχέαιρα (λ 172). οὐ πάνυ δὲ ἀναγκαῖον. τί γὰρ τὸ κωλῦόν ἐϲτιν ὁμοφωνεῖν τῷ διαζευκτικῷ τὸν ἤ ϲύνδεϲμον, ὄντα διαπορητικόν, εἴγε καὶ ἐπ’ ἄλλων πλειόνων τὸ αὐτὸ παρέπεται; Μηδ’ ἐκεῖνο δὲ παραλείπωμεν, ὥϲ τινεϲ ὑπέλαβον τὸν ἆρα ϲύνδεϲμον μὴ εἶναι, εἴγε τοῦ ἰδίου τῶν ϲυνδέϲμων ἐκτὸϲ πίπτει. τὸ ἡμέρα ἐϲτίν αὐτοτελέϲ, ἀλλὰ τὸ ἤτοι ἡμέρα ἐϲτίν οὐκ αὐτοτελέϲ, οὐδὲ τὴν αὐτὴν θέϲιν ἐπαγγελλόμενον τῷ ἡμέρα ἐϲτίν· καὶ ἐπὶ τῶν ἄλλων τὸ αὐτό· ἐν μέντοι γε τῷ ἡμέρα ἐϲτί, λέγω κατ’ ἐρώτηϲιν, οὐδὲν πλεῖον νοεῖται μετὰ τοῦ ἆρα. εἴτε ἄρα τὸ πρότερον αὐτοτελέϲ, καὶ τὸ μετὰ τοῦ ἆρα· εἴτε ἐλλειπέϲ, πάλιν τὸ αὐτό. — ἔτι ὅτε φαμὲν οὕτωϲ ἆρα ἡμέρα ἐϲτὶν ἢ νύξ, ϲύνδεϲιν ἐποιηϲάμεθα οὐ διὰ τοῦ ἆρα, διὰ δὲ τοῦ ἤ. καὶ τοῦτο ϲαφέϲ ἐϲτιν ἐκ τοῦ τὸν μὲν ἤ ὑποϲτελλόμενον ἀϲύϲτατον τὸν λόγον καταλιπεῖν, τὸν δὲ ἆρα μηκέτι . Ἕνεκά γε τοῦ τοιούτου οὐδὲ τὸν ἤ ϲύνδεϲμον καταλείψομεν. ἔϲτι γάρ που τοιαύτη φράϲιϲ· ἀναγιν ώϲκειϲ, οὐκ ἀ ναγινώϲκειϲ· ἀπέρχῃ, οὐκ ἀπέρχῃ. ἀλλ’ ὡ μολογη μένωϲ λείπεται ἡ φράϲιϲ τοῦ ἤ . . . . . . . . . . . . ᾔομεν, ὡϲ ἐκέλευεϲ, ἀνὰ δρυμά, φαίδιμ’ Ὀδυϲϲεῦ· εὕρομεν ἐν βήϲϲῃϲι τετυγμένα δώμ ατα καλά (κ 251—52)· λείποντοϲ τοῦ καί. καὶ οὐχὶ παρὰ τὰϲ ἐλλ είψειϲ οὐ ϲύνδεϲμοι. — (ἀλλὰ μὴν οὐδὲ ἄλλη λέξιϲ, εἰ καὶ ἔϲθ’ ὅτε πλε ονάϲαιεν, οὐ παρὰ τοῦτο πλέον τι ἀναδ εδεγμέναι εἰϲί, λέγω καθόλου ἐπὶ παϲῶν λέξεων). — τὸν αὐτὸν δὴ τρόπον ἐν φράϲει ἐὰν ἐλλείπῃ ὁ ἆρα, οὐ πάντωϲ οὐ ϲύνδεϲμοϲ. — ἔτι ὁ ἤτοι ὡμολόγηται ὅτι ϲύν δεϲμοϲ δια ζευκτιAaovs. κόϲ, καὶ δῆλόν ἐϲτιν ὡϲ μόνοϲ οὐ ποιεῖ διάζευξιν εἰ μὴ παραλάβοι τὸν ἤ. τὸ αὐτὸ οὖν παρακ ολουθήϲει τῷ ἆρα. — Ἀλλ’ οὐδὲν πλέον ϲημαίνει ἐν τῷ ἆρα ἡ μέρα ἐϲτίν . — Ἕνεκα τοῦ τοιούτου οὐδ’ ὁ καί ϲύνδεϲμοϲ οὐδ’ ὁ ὅτι · τὸ γὰρ αὐτὸ ἐπαγγέλλεται τὸ καὶ γράφω καὶ γρ άφ ω . — πολλάκιϲ ἐγκειμένων τινῶν κατά τιναϲ λέξειϲ . παραλαμβάνομεν τοῦ αὐτοῦ δηλουμένου παραϲτα τικὰ μόρια. οἷον ἐν ϲυγκριτικοῖϲ ἔγκειται τὸ μᾶλλον· ἀλλὰ καί φαμεν ταχύτερον μᾶλλον περιπάτει, ῥηίτεροι γὰρ μᾶλλον (Ω 243) καὶ οὐ πάντωϲ ἕνεκα τοῦ τοιούτου ἀποβλητέον τὸ μᾶλλον ὡϲ οὐκ ἐπίρρημα. — ἔτι γε μὴν πρὸϲ τὰϲ ἐρωτήϲειϲ ὁτὲ μὲν οὕτωϲ ὑπαντῶμεν· πεποίηκαϲ ; ἀποκρινόμενοι τὸ ναί ἢ διὰ τοῦ ὁριϲμοῦ τοῦ ναὶ πεποίηκα. καὶ πάλιν οὐκ ἀπόβλητον τὸ ναί τῶν ἐπιρρημάτων. καὶ ἐπ’ ἄλλων ἀπείρων ἔϲτι τὸ τοιοῦτον παραϲτῆϲαι. τί οὖν τὸ ἐμπόδιον καὶ τῷ ἆρα ϲυνδέϲμῳ τὸ αὐτὸ παρακολουθῆϲαι; Τινὲϲ δὲ καὶ τῶν φιλοϲόφων εἰϲ ἀναπόληϲίν φαϲι τῆϲ ἐρωτήϲεωϲ τὸν ἆρα παραλαμβάνεϲθαι, καθότι καὶ εἰϲ πλείονα ϲυγκατάθεϲιν τὸ ναὶ γέγρα φα, καὶ εἰϲ μᾶλλον ὕπαρξιν τὸν καί ἐν τῷ καὶ γράφῶ . — ἔλοθε δὲ αὐτούϲ, ὅτι καὶ ἐν τῷ ἆρα ἡμέρα καὶ ἔτι τοῖϲ παραπληϲίοιϲ ἐλλειπτικόϲ ἐϲτιν ὁ λόγοϲ, ἀπεκδεχομένων ἡμῶν τὰϲ ϲυμβολικὰϲ φωνάϲ, λέγω τὴν οὔ καὶ τὴν ναί. τὰ γὰρ ἐντελῆ ἐϲτι τοιαῦτα, ἡμέρα ἐϲτὶν ἦ οὕ; ἡμέρα ἐϲτὶν ἦ νύξ; Τρύφων παρεγένετο ἦ οὔ; Τ ρύ φ ων παρεγένετο ἦ Διον ύϲιοϲ: — Προϲθείημεν δ’ ἂν καὶ τοῦτο, ὡϲ καθόλου οἱ τοιοῦτοι λόγοι ἐκ διαζευκτικῆϲ φράϲεωϲ μετατέθεινται εἰϲ διαπορητικὴν ϲύνταξιν· καὶ γὰρ κατ’ ἐρώτηϲιν διαπορούντων ἡμῶν τι πρόϲ τιναϲ λόγουϲ καθ’ ὁριϲμὸν ἐκφερομένουϲ, παρα λαμβάνεται ἡ κατ’ ἐρώτηϲιν φράϲιϲ· περιπ ατεῖ Τρύφων. περιπατεῖ Τρύ φω ν; γέγραφα . γέγρα φαϲ; γέγραφαϲ ϲήμερον γέγρα φα. ϲ ήμερον γέγρα φαϲ; — τὰ δέοντα οὖν τούτων τῶν λόγων παραλαμβανέϲθω εἰϲ διάζευξιν· τῶν μὲν ὡριϲμένων, οἷον ἡμέρα ἐϲτὶν ἢ νύξ ἐϲτι. (ϲαφὲϲ γὰρ ὅτι ὁ τὸ τοιοῦτον ἀποφαινόμενοϲ ἓν οἶδεν ἀληθὲϲ ὄν.) οὐχὶ οὖν πάλιν ἐπὶ τοῦ τοιούτου λόγου γενήϲεταί τιϲ ὑπερώτηϲιϲ· ἡμέρα ἐϲτὶ ν ἦ νύξ ἐϲτι; καὶ δῆλον ὅτι ὁ οὕτω λέγων ἀμφοτέρων ἐϲτὶ παραϲτατικόϲ, αἰτεῖ μέντοι τὸ ἕτερον, καθότι , ὡϲ ἔφαμεν , ὁ διε ζευγμένοϲ ἐπαγγέλλεται τὸ ἕτερον. Οὐκ ἀπιθάνωϲ δὲ οἶμαι καὶ τὴν τοῦ ϲυνδέϲμου φωνὴν μετατεθεῖϲθαι τοῦ . νοῦ, καθότι καὶ ὅλη ἡ φράϲιϲ τὸ αὐτὸ ἀνεδέξατο· καθότι καὶ ἐκ τοῦ πλεονάϲαντοϲ ε ϲυμφανέϲ ἐϲτιν. ὡϲ γὰρ ἐν τῷ διαζευκτικῷ ἐϲτὶν ὁ ἠέ, οὕτωϲ καὶ ἐν τῷ διαπορητικῷ, ἧε χόλον παύϲειεν ἐρητύϲειέ τε θυμόν (Α 192). ἀλλὰ κἀκ τῆϲ τάξεωϲ. ὡϲ γὰρ τὰ διεζευγμένα ἀδιαφορεῖ, οὕτωϲ καὶ τὰ διηπορημένα, ἡμέρα ἐϲτὶν ἢ νύξ ἐϲτι, νύξ ἐϲτιν ἢ ἡμέρα ἐϲτίν. εἴτε γὰρ κατὰ διαπόρηϲιν εἴτε κατὰ διάζευξιν φαίημεν, ἀδιαφορεῖ.