<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0082.tlg003.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0082.tlg003.1st1K-grc1" n="482"><p>ἀλλὰ μὴν καὶ τὸ παιδίον οὐδέτερον διὰ τὸν τύπον, ἐπεὶ ἀμφότερόν ἐστι διὰ τὸ δηλούμενον· παρατιθέμενος γοῦν τις ἀρσενικὸν καὶ θηλυκόν, εἴποι ἄν παρατίθεμαί σοι παιδία. ἀλλὰ καὶ τὸ Θῆβαι πληθυντιAaovκ. <pb facs="490433963_0241"/><pb source="print" n="216"/> κόν , καὶ μία ἡ ὑποκειμένη πόλις. ἔστι καὶ ἐπ’ ἄλλων πλειόνων τὸ τοιοῦτον παραθέσθαι. — Οἱ δὴ προκείμενοι σύνδεσμοι εἴρηνται μὲν σύνδεσμοι ἕνεκα τοῦ συνδεῖν τὰς φράσεις, ὥστε τὸ κοινὸν τῶν ϲυνδέϲμων αὐτοὺς ἀναδεδέχθαι· ἕνεκα δὲ τοῦ ἀπ’ αὐτῶν δηλουμένου διαζευκτικοὶ ὠνομάσθησαν. ὅλης γὰρ τῆς φράσεως <add>ὄντες συνδετικοί, τὰ ἐν αὐτῇ</add> πράγματα διαζευγνύουσιν. <add>ἔτι δὲ οὐκ</add> αὐτοτελὲς τὸ ἡμέρα ἐστὶ καί, <add>ἀλλ’</add> ἐζήτει ἑτέραν φράσιν, καὶ ἡμέρα <add>ἐστὶ καὶ φῶς ἐστί</add>. — τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν διαζευκτικ<add>ῶν· ἢ ἡμέρα ἐστὶν</add> ἢ νύξ ἐστι.</p><p rend="indent"> Καὶ ὡς μὲν σύνδεσμοι κα<add>τὰ τὸ συνδεῖν τὰς φράσεις</add> εἰσίν, ἀπεδείχθη· ὡς δὲ τὸ ἐπιφερόμεν<add>ον πρᾶγμα</add> παρελήφθη μὲν ὑπὸ τῆς συνδέσεως, <add>διαζεύγνυται δὲ</add> ὑπὸ τοῦ δηλουμένου τοῦ ἀπὸ τοῦ συνδ<add>έσμου, σαφὲς</add> γενήσεται ἐκ τοῦ ἢ νύξ ἐστι. μόνον γὰρ ἐν ἔστι <add>τῶν</add> νοουμένων πραγμάτων κατὰ τὸ αὐτὸ π<add>αραλαμβά</add>νεσθαι. ἡ ἐπαγγελία τῶν διαζευκτικῶν <add>ἑνὸς ὕπαρ</add>ξιν ἐπαγγέλλεται, τοῦ δ’ ὑπολειπομένου ἢ <add>τῶν ὑπολειπομένων</add> ἀναίρεσιν. — καὶ ἔστι πάλιν αὐτῶν ἃ μὲν <add>ἀληθῆ</add> <pb facs="490433963_0242"/><pb source="print" n="217"/> τὴν διάζευξιν ἀναδεδεγμένα, ἃ δὲ οὐ<add>κ ἀληθῆ</add> τὴν διάζευξιν παρειληφότα.  τὸ γὰρ λεγόμε<add>νον ἤ</add> ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν ἐν ἀληθεῖ καθέστηκε <add>δ</add>ιεζευγμένῳ· ταῦτα γὰρ τὰ καταστήματα ο<add>ὐδέποτε</add> κατὰ ταὐτὸ γενήσεται. τὸ δὲ λεγόμενον ἢ Ἀπολλώνιος παρέσται ἢ Τρύφων ὡς πρὸς καιρὸν τὴν διάζευξιν ἐπαγγέλλεται. τὸ γοῦν πρότερον ὑπόδειγμα, κἂν μὴ <add>λάβῃ</add> τὸν διαζευκτικὸν σύνδεσμον, πάλιν ἐν διαζεύξει <add>ἔσται</add> , ἡμέρα ἐστί, νύξ ἐστι. τὸ ἕτερον ἀληθές, εἰ φαί<add>ημεν οὕτως·</add> ἡμέρας οὔσης ἡμέρα ἐστί· τὸ δὲ ἕτερον οὐ πάντωϲ, Τρύφων παρέσται, Ἀπολλώνιος οὐ παρέσται· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0082.tlg003.1st1K-grc1" n="483"><p>οὐ διαζεύγνυται γὰρ τὰ τοιαῦτα, ἐὰν μὴ λάβῃ τὸν διαζευκτικὸν σύνδεσμον. ἐφ’ ὧν ἔστι καὶ τοὺς μαχομένους τοῖς διαζευκτικοῖς συνδέσμους παραθέϲθαι, καὶ Ἀπολλώνιος παρέσται καὶ Τρύφων παρέσται· εἰ Τρύφων παρέσται, καὶ Ἀπολλώνιος παρέσται. ἐπὶ μέντοι τῶν κατὰ φύσιν διεζευγμένων οὐκέτι· οὐ γὰρ συστήσεται τὸ καὶ ἡμέρα ἐστὶ καὶ νύξ ἐστιν, οὐδὲ τὸ εἰ ἡμέρα ἐστί, νύξ ἐστιν. ὡς εἰσί τινες λόγοι ὑπὸ τῶν συνδέσμων διαζευγνύμενοι <add>ἢ</add> ϲυμπλεκόμtνοι, τινὲς δὲ συναπτόμενοι, τινές τε οὐ πάντως ὑπὸ τῶν συνδέσμων τὸ συναφὲς ἐπαγγελλόμενοι, ἀλλὰ καὶ δι’ αὐτῶν δηλοῦντες· ἢ καὶ διαζευγνύμενοι πάλιν οὐχ ὑπὸ τῶν διαζευκτικῶν, ἀλλ’ ἐξ αὐτῶν τὴν διάζευξιν δηλοῦντες. ἐφ’ ὧν οὐκ ἐναλλαγαὶ γενήσονται <add>συνδέσμων. ἐκκείσθ</add>ω δὲ ὑποδείγματα. ὁ λέγων τὸ <add>ἡμέρα ἐστί δεδήλ</add>ωκεν ὅτι καὶ φῶς ἐστίν. ἐπὶ τούτου οὐκ<add>έτι</add> ἐγχωρήσει τὸ ἤτοι ἡμέρα ἐστὶν ἤ φῶς ἐστι. <add>καὶ ζῶ καὶ</add> ἀναπνέω· οὐ γὰρ ἔτι ἐγχωρήσει τὸ <add>ἤτοι ζῶ ἢ ἀνα</add>πνέω. ἡ συνάφεια γὰρ ἐν τῷ ζῆν τοῦ ἀναπνεῖν <add>ἀπαράδεκτός ἐστι τοῦ διαζε</add>υκτικοῦ, καθὼς προείπομεν. διὰ <add>δὲ τὸ κατὰ φύσιν διεζεῦχθαι ἡμέραν εἰ</add>ναι, νύκτα εἶναι, τὸ ἕτερον ἀληθεύει. <pb facs="490433963_0243"/><pb source="print" n="218"/> ἐπὶ <add>τοῦ τοιούτου τὸ</add> συναπτικὸν οὐ συστήσεται. ἐπεὶ ἅμα τῷ λέγειν <add>ἡμέρα ἐστ</add>ίν δεδήλωται ὅτι οὐ νύξ. τὸ δ’ ἐν συναφείᾳ <add>δεῖ καὶ ἐν</add> ἀκολουθίᾳ καθίστασθαι. τὰ μέντοι ὑπολειπο . . . τα τῶν λόγων, λέγω τὰ μὴ ὑποπίπτοντα <add>ὑπὸ τὸ τοιοῦ</add>τον εἶδος, ὑπ’ αὐτῶν τῶν συνδέσμων πείσεται <add>τὸ διεζεῦχ</add>θαι ἢ συνῆφθαι. ὡς εἴ τις λέγοι 
    <lb rend="indent"/>ἠὲ διαπρα<add>θέειν ἢ ἄν</add>διχα πάντα δάσασθαι (Σ 511) 
    <lb/>καὶ διαπραθέειν <add>καὶ ἄνδι</add>χα πάντα δάσασθαι. καὶ ὃν τρόπον οὐχ οἷόν <add>τε</add> παντὶ πτωτικῷ ἄρθρον προσνέμειν, τῷ δὲ <add>δυνα</add>μένῳ ἐπιδέξασθαι, τὸν αὐτὸν τρόπον οὐχ οἷόν τέ ἐστι <add>παντ</add>ὶ λόγῳ πάντα σύνδεσμον συντάττειν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0082.tlg003.1st1K-grc1" n="484"><p>λέγω δὲ <add>λόγον</add> τὸν δι’ ἑαυτοῦ ἐπαγγελλόμένον συνάφειαν. ἐφ’ οὖ γὰρ ὁ διαζευκτικός, ἐκεῖ οὐχ ὁ συναπτικός· καὶ ὅπου ὁ συναπτικός,· ἐκεῖ οὐκέτι ὁ διαζευκτικός. καὶ σαφὲς ἐκ τοῦ προκειμένου, ὡς μάχεται ἥ τε τῶν συναπτικῶν ἐπαγγελία, καὶ ἔτι τῶν συμπλεκτικῶν, πρὸς τὴν τῶν διαζευκτικῶν, καθ’ ἕνα τρόπον τῶν συμπλεκτικῶν ἀδιαφορούντων. ὡς γὰρ οἱ διαζευκτικοὶ οὐκ ἐν ἀκολουθίᾳ , οὐδ’ οἱ συμπλεκτικοί. εἰ γὰρ ὧδ’ ἀποφαινοίμεθα, ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν, ἢ καὶ κατὰ ἀναστροφήν, ἤτοι νύξ ἐστιν ἢ ἡμέρα ἐστίν, ἀδιαφορεῖ, ὡς εἰ καὶ Ἀπολλώνιος παρέσται καὶ Τρύφων παρέσται, καὶ Τρύφων παρέσται καὶ Ἀπολλώνιος.</p><p rend="indent">Μηδὲ τὸ πρὸς τῶν Στωικῶν λεγόμενον παραλείπωμεν, παρ’ οἶς ἐστί τις διαφορὰ ἐν τοῖς κατὰ φύσιν διεζευγμένοις μαχομένου καὶ ἀντικειμένου. καὶ ἦν μαχόμενον τὸ μὴ δυνάμενον κατὰ τὸ αὐτὸ παραληφθῆναι, ὑπὲρ οὗ καὶ ἐν τοῖς προκειμένοις εἴρηται, ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν, ἢ φθέγγομαι ἢ σιγῶ, καὶ ἔτι τὰ τούτοις ὅμοια. ἀντικείμενον  δὲ τὸ πλεονάζον ἀποφάσει, ὅπερ δυνάμει πάλιν μαχόμενον, <add>ἢ φθέγγομαι ἢ οὐ φθέγγομαι</add>, ἢ ἡμέρα ἐστὶν ἢ οὐκ ἔστιν ἡμέρα. <add>ὁ γὰρ ἕτερος λό</add>γος ἐπλεόνασε τῇ ἀποφάσει. ἡ γὰρ φ . . . . ἢ κάθημαι ἢ οὐ κάθημαι. καὶ τοῦτό φασιν <add>διαφέρειν τὸ ἀντικείμενον</add> τοῦ μαχομένου, ἡ τῷ μὲν μαχομένῳ πάντως <add>τι</add> ἀντιστατοῦν <pb facs="490433963_0244"/><pb source="print" n="219"/> ἐπιφέρεται, <add>τῷ δὲ ἀντικειμένῳ οὐκέτι</add> . μὲν γὰρ εἰ οὕτως ἐπηνέχθη . . . . . . οὐκ ἔστιν ἡμέρα. δύο δὲ εἰ ουτ . . . . ἐστὶν ἡμέρα ἢ ἡμέρα ἐστίν. πλ . . . . γων ἔχει περισσὴν τὴν ἀπόφαϲιν . . . . . . ἡμέρα οὐκ ἔστιν ἢ οὐχ ἡμέρα ἐστίν . . . τῶν λόγων μιᾷ ἀποφάσει πλεον . . . . . τήρησις παρὰ τοῖς Στωικοῖς ἀντι<add>κειμένου καὶ μα</add>χομένου. χρὴ μέντοι γινώσκειν ο . . . τὸ δηλούμενον. </p></div></div></body></text></TEI>