Ἑξῆϲ ῥητέον ἐϲτὶ καὶ περὶ τοῦ ῥᾴ. Ἀλκμάν· τίϲ καν, τίϲ ποκα ῥᾲ ἄλλω νόον ἀνδρὸϲ ἐπίϲποι: (fr. 42 Bergk3 ). ὅπερ ἐν πάθει προφανεῖ ἐϲτίν· ἡ γὰρ μακρότηϲ τοῦ ᾱ ἀλλοτρία τῆϲ προλελεγμένηϲ καταλήξεωϲ. οὐδὲ γὰρ ἐκεῖνο ἔϲτι φάναι, ὅτι διὰ μονοϲυλλαβίαν ἐξετείνετο τὸ ᾱ, εἴγε καὶ ἕτερον ἔϲτιν ἐπινοῆϲαι βραχυκατάληκτον μονοϲύλλαβον, τὸ ᾱ, παρακείμενον τῷ ὥϲ, ὁμοφωνοῦν τε πληθυντικῇ προφορᾷ τῇ παρὰ τὸ ὅϲ, ἅ, ὡϲ πυκνόϲ πυκνά· ὑπὲρ οὗ κατὰ τὸ προκείμενον εἴρηται, ἐν ᾧ διειλήφαμεν καὶ περὶ τοῦ ηὖτε καὶ περὶ τοῦ ἅτε. οὐδὲ μὴν ἐκεῖνο ἔϲτι παραδέξαϲθαι, ὡϲ ὅμοιόν ἐϲτι τῷ ἰδίᾳ καὶ δημοϲίᾳ, καθὸ οὐ ϲυνεμπίπτει ὀνόματι, καθάπερ καὶ τὰ προκείμενα. — Ἔϲτι γε μὴν περὶ τῆϲ γραφῆϲ ἐπιϲτῆϲαι, εἰ καὶ ϲὺν τῷ ῑ γεγράψεται τὸ ῥά· οὐδὲ γὰρ ἡ τῶν ἀντιγράφων παράδοϲιϲ ἐξωμάλιϲτο, ἀφορμὴ μὲν οὖν ἐγένετο τοῦ δίχα τοῦ ῑ γράφεϲθαι τὸ προκείμενον ἐπίρρημα ἡ τοῦ ῥέα ϲυναλοιφή, τοῦ ε καὶ ᾱ εἰϲ μακρὸν ᾱ ϲυνῃρημένων. ἣν οὐ παραδεξαίμεθα, κατὰ πρῶτον μὲν λόγον, καθότι οὐ περιϲπᾶται, καὶ καθὼϲ εἴπομεν , ὅτι καὶ πρόϲθεϲίϲ ἐϲτι τοῦ ῑ· κατὰ δὲ δεύτερον διαπορήϲειέ τιϲ, ποίῳ λόγῳ Αἰολεῖϲ τὸ β προϲέθηκαν. μήποτε οὖν ARGVM. 9 Ῥᾴ vocula ᾱ longam habet, quod insolitum. — 19 Qui ei ῑ mutam addi noluerunt, eam ex ῥέα contractam esse existimarunt. Quod probari non potest: notaretur enim circumflexo. TESTIM. 1 Et. M. 95, 22 Ἔστιν ὄνομα ἀμός, ἰσοδυναμοῦν τῷ τὶς Δωρικῶς, ἐξ οὗ καὶ τὸ ἐν Ὀδυσσείᾳ ‘Τῶν ἀμόθεν ἀντὶ τοῦ ‘ἀπό τινος μέρους τούτων’. Ἐκ τῆς γενικῆς τῶν πληθυντικῶν γίνεται ἐπίρρημα μεσότητος ἀμῶς. DISCR. SCRIPT. 1. παρὰ Ἐπίκουρον Ab, DRuhnken Ἐπίκουρον corruptum. censet, παρὰ Ἐπικούρῳ ϲυχνὸν vel πολὺ vel simile quid conicit b in var. lect. | 2. του A¹ in marg. | 3. τὸ add. b | 4. τὸ καλωϲ τω καλοϲ A, τῷ καλῶϲ τὸ καλόϲ b | 9. τίϲ καν HLAhrens, τίϲ καν vel κα etiam ThBergk, τίϲ ἄν Ab, τίϲ δ᾿ ἂν FWSchneidewin | ῥᾴ haud dubie scribi voluit Apollonius, ‘ῥᾶ scripsi, est enim ex ῥέα contractum’ ThBergk, ρα A, an voluerit Alcman potius ῥᾷ᾿ vel ῥᾶ᾿ dubitat HLAhrens | 10. ἄλλω b, αλλα A | 17. περὶ τοῦ ἅτε b in var. lect. ChALobeck, πεϲατε A b in textu, τοῦ ἅτε GDronke GFSchoemann | 18. οὐ add. b | 21. τοῦ δίχα b, το διχα A | 22. ϲυναλιφη A | 23. οὐ] fol. 129 r. | παραδεξαιμεθα A, παραδεξαίμεθ᾿ ἂν b | 24. post δευτερον duae litterae erasae in A | 25. τὸ β b, το δευτερον A γραπτέον ϲὺν τῷ ῑ, τῆϲ καταϲτάϲεωϲ οὕτωϲ ἐχούϲηϲ· ὃν τρόπον τῷ ὄπιϲθεν τὸ ὀπιϲθίδιοϲ παράκειται, ἔμπροϲθεν ἐμπροϲθίδιοϲ, μαψίδιοϲ, ἀίδιοϲ, οὕτωϲ παρὰ τὸ ῥέα ἦν τι ῥεῖδιοϲ, ὃ παρὰ τοῖϲ Ἴωϲιν ἐγένετο ῥηἲδιοϲ ἀφ᾿ οὗ καὶ ἐπίρρημα ῥηιδίωϲ ὡϲ μαψιδίωϲ. ἀφ᾿ οὗ ἔπιπτεν, ἐκ μεταθέϲεωϲ τοῦ η εἰϲ τὸ ᾱ, ῥαἲδιοϲ καὶ ῥαῑδίωϲ, ἀφ᾿ οὗ κατὰ ϲυναίρεϲιν τὸ ῥᾳδίωϲ, καθὰ καὶ ἐν ὀνόμαϲι τὸ ῥαῖδιοϲ καὶ ῥᾴδιοϲ καὶ ῥάϊοϲ καὶ ῥᾷοϲ, καὶ Λάϊοϲ καὶ Λᾷοϲ. καὶ ὃν τρόπον ἦν τι πάλιν ὄνομα τὸ λήϊοϲ, ἀφ᾿ οὗ λάϊοϲ καὶ λάϊον καὶ λάϊα καὶ ἐν ϲυναιρέϲει πάλιν τοῦ ᾱ λάα, τίϲ μοι τὰ λᾷα ἐκτίλλει, Ϲώφρων (fr. 85 Ahrens), καὶ ϲὺν τῷ ῑ γράφεται, τὸν αὐτὸν δὴ τρόπον καὶ τὸ προκείμενον ϲχῆμα ἦν τὸ αὐτὸ πάθοϲ ἀναδεδεγμένον, ἀφ᾿ οὗ τὸ κατὰ ἀποκοπὴν ῥᾴ ἐγένετο, καθὸ καὶ τὸ βριθέωϲ μὲν ἐντελέϲ, παρακείμενον τῷ βριθύϲ, καὶ ἐν ἀποκοπῇ βρῖ. (ὅτι γὰρ καὶ δύο ϲυλλαβῶν ἀποκοπαὶ γίνονται, ἐν τῷ περὶ παθῶν ἐδείχθη. τό τε γὰρ πρόπαρ οὕτωϲ ἔχει, καὶ τὸ μάκαρ, πηδά, καὶ τὸ ἡμέν παρὰ Καλλιμάχῳ (fr. 461 Schneider).) — Καὶ τούτῳ γε τῷ λόγῳ καὶ τὰ τοῦ τόνου εὐκατάϲτατα γίνεται, καὶ ἔτι τὰ τῆϲ γραφῆϲ, καὶ ἔτι τὸ ἠπορημένον πρὸϲ τῶν Αἰολέων. μὴ γὰρ ἄλλοτε Αἰολεῖϲ προϲτίθενται τὸ β τῷ ρ, εἰ μὴ τὸ δ ἐπιφέροιτο κατὰ τὴν ἑξῆϲ ϲυλλαβήν, ἢ τὸ ϲυγγενὲϲ ζ, ἢ τὸ ϲυμπαθέϲτερον τ· ἅπαξ γὰρ τοῦ κ ἐπιφερομένου ἡ πρόϲθεϲιϲ ἐγίνετο. διὰ τοῦτο βρόδον φαϲὶ καὶ βρίζα καὶ βρυτῆρεϲ, οὐ μὴν τὸ ῥέω ἔτι βρέω φαϲίν, οὐδὲ ἄλλο τι τῶν τοιούτων. πρόδηλον οὖν ὡϲ ὁμόλογοϲ ἡ τε ἀποκοπή (οὐ γὰρ ἡ πρόϲθεϲιϲ παρείπετο, εἰ μὴ δυνάμει ἐπεφέρετο τὸ δ, εἴγε καὶ ἀποκοπαὶ ὑπομνήϲειϲ ἔχουϲι τῶν ἀποκεκομμένων ϲυλλαβῶν), οὐδέν τε ἐμπόδιον ἐπιγινομένου τοῦ βρᾳδίωϲ τὴν ἀποκοπὴν γενέϲθαι δεύτερον. Διὰ τῶν προκατειλημμένων λόγων καταλάβοιτο ἄν τιϲ, ὅτι οὐδὲ τὸ ᾱ, ϲημαῖνον εὐχὴν ἐν τῷ «ἆ πά⟨ντα ϲυναγείραϲ⟩» (Callim. fr. Schneider) οὐκ ἔϲτιν ὁλόκληρον. ὡϲ γὰρ ἔφαμεν, οὐκ ἔϲτιν ἐν μα⟨κρῷ τῷ ᾱ⟩ τὰ εἰϲ ᾱ λήγοντα ἐπιρρήματα. ἰδοὺ γὰρ καὶ τὸ ἅ ARGVM. 9 Sic potius derivatum est: a ῥέα ducitur ῥεῖδιοϲ, ῥηῖδιοϲ ῥαῖδιοϲ, ῥᾴδιοϲ, — 12 unde duabus syllabis resectis ῥᾴ. — 17 Et quia in resectis syllabis δ inest, Aeolenses huic voculae β praefigunt. DISCR. SCRIPT. 1—2. τῷ ὄπιϲθεν τὸ b, το οπιϲθεν το A | 6. τὸ ῥαῖδιοϲ ⟨καὶ ῥᾴδιοϲ καὶ ῥάῖοϲ⟩ καὶ ῥᾷοϲ HLAhrens, το ραιδιοϲ και ραιοϲ A, τὸ ῥαῖδιοϲ καὶ ῥᾴδιοϲ b, τὸ ῥᾴδιοϲ καὶ ῥᾴοϲ FJBast | 7, Λάϊοϲ καὶ Λᾷοϲ b, λωῖοϲ και λωοϲ A, λώιοϲ καὶ λῷοϲ FJBast | 8. λάϊον καὶ λάϊα Ab, λαῖον καὶ λαῖα FJBast | 9. λᾷα b, λαια A | λᾷα FWSturz b, λαια A | 11. ῥᾴ b. ραι A | 12. βριθέωϲ ChALobeck, βριθύωκ A b, | βριθὺ, ὡϲ FJBast | 13. βρῖ ChALobeck, βρι A, βρί b | 17. πρὸϲ A b, βρά GHSchaefer | Αἰολεῖϲ Ab, οἱ Αἰολεῖϲ FJBast | 20. προθεϲιϲ A | 23. καὶ ⟨αἱ⟩ ἀποκοπαὶ FJBast | 24. ἐπιγινομένου Ab, ἐπιγινόμενον FJBast | βρᾳδίωϲ RSchneider, βραιδίωϲ Ab | 26. προκατειλημμένων Ab in textu, ‘Fort. προκατειλεγμένων’ b in var. lect. | post τιϲ duae tresve litterae erasae in A, sequitur fol. 129 v. | 27. lacunam expl. GFSchoemann, απα . . . Ab | 29. lacunam expl. b παρὰ τὸ ὅϲ ἐν μονοϲυλλαβίᾳ ἐφύλαξε τὴν βραχύτητα, λεγόμε νον ὁτὲ μὲν μετὰ ϲυνδέϲμου, ἅτε παρθένοϲ (Χ 127), ὁτὲ δὲ μετὰ προθέϲεωϲ, καθά, καθάπερ, καθότι καὶ τὸ ἰϲοδυναμοῦν, ὥϲτε λέων ἐχάρη (Γ 23). καθώϲ. — ἔϲτιν οὖν ἐν ἀποκοπῇ τοῦ βάλε (ὅτι δὲ καὶ δύο ϲυλλαβῶν ἀποκοπὴ γίνεται. ἐντελῶϲ ἐν τῷ περὶ παθῶν παρεϲτήϲαμεν). ἐντεῦθεν γὰρ ἂν καὶ τεκμήραιτό τιϲ, ὡϲ οὐδ᾿ ἐντελέϲ ἐϲτι τὸ βάλε, βάλε δὴ, βάλε κηρύλοϲ εἴην (Alem. fr. 26 Bergk3 ), καθώϲ τινεϲ ψήθηϲαν ὅπερ οὐκ ἐπλεόναϲεν ἐν τῷ ἄβαλε, καθώϲ τινεϲ ψήθηϲαν, καθὸ οὐδέποτε πλεοναϲμὸϲ λέξεωϲ λείπεται εἰϲ τὸ δηλούμενον τῆϲ λέξεωϲ. οὐδὲ γὰρ τὸ ἀϲταφίϲ εἰϲ τὸ ᾱ ποτὲ μεταληφθὲν ϲημαίνει τὸ αὐτό, οὐδὲ τὸ ἔειπε τῷ ε. τὰ μέντοι ἐντελῆ ὄντα, καὶ ἀποκοπτόμενα καὶ ἀφαιρούμενα, φυλάϲϲει τὸ δηλούμενον· τῶν γὰρ φωνῶν τὰ πάθη, καὶ οὐ τῶν ϲημαινομένων. ἀποκοπὲν τὸ δῶ ϲημαίνει τὸ δῶμα· ἀφαιρεθὲν τὸ ἐθέλω τοῦ ε τὸ αὐτὸ ϲημαίνει, τὸ θέλω, καὶ ἔτι προϲαφαιρεθὲν ἐν τῷ λῶ. — ὁ λόγοϲ καθολικόϲ, χωρὶϲ εἰ μὴ ὑπ᾿ ἀμφιβολίαν πέϲοι τι, ἧϲ καὶ τὰ λοιπὰ τῶν λέξεων ἀπολύεται διὰ τῶν ϲυμφερομένων. τὸ ἄρα ἆ ἀπεκόπη διὰ τὸ ἐν αὐτῷ δηλούμενον, καὶ τὸ βάλε ἀφαίρεϲιϲ διὰ τὸ ἐν λεκτῷ καταλιμπάνεϲθαι τὸ ᾱ. Τὰ εἰϲ ᾱν λήγοντα ἐπιρρήματα ἐν μακρῷ ἐϲτὶ τῷ ᾱ, τάϲει δὲ βαρείᾳ , ὡϲ ἔχει τὸ λίᾱν, ἄγᾶν, πέρᾱν. — δεδείξεται γὰρ τὸ ὅτᾱν, ὅτι δύο μέρη λόγου ἐϲτίν, ἔκ τε τοῦ ὅτε ἐπιρρήματοϲ καὶ τοῦ ἄν ϲυνδέϲμου, ἐν ᾧ δεδείξεται, ὅτι καὶ ἀνταποδοτικῷ χρῆται ὁ ποιητὴϲ τῷ τόταν, καὶ πότε περιϲϲῶϲ ἔγκειται ὁ ἄν ϲύνδεϲμοϲ, λέγω ἐν παραπληρωματικῷ, καὶ πότε οἤ. — Ἀλλ᾿ οὐδὲ τὸ πάμπᾶν ἄλογον ἂν εἴη διὰ τὴν ϲυϲτολὴν τοῦ ᾱ· ἅπαντα γὰρ τὰ ἐξ ὀνομάτων μεταλαμβανόμενα ARGVM. 6 Ek ἄβαλε per apocopen ᾱ, per aphaeresin βάλε nascitur. — 9 Nam si ᾱ in ἄβαλε redundaret, per se ipsum nihil valeret. Nunquam enim syllaba. redundans idem atque vox integra significat. — 21 2) Adverbia in ᾱν longam ᾱ habent et barytona sunt. Non repugnat ὅτ -ἄν; neque absonum πάμ-μᾶν adverbium, nam etiam in ϲύμπαν πρόπαν neutris ᾱ corripitur; itemque in adverbio πάμπαν. DISCR. SCRIPT. 1. lacunam expl. GDronke | lacunam expl. b | 10. καθώϲ τινεϲ ψήθηϲαν transposuit GUhlig | οὐκ add GUhlig | 12. τὸ ἀϲταφίϲ  εἰϲ τὸ ᾱ aut τοῦ ἀϲταφίϲ τὸ ᾱ b in var. lect, τοῦ αϲταφιϲ εἰϲ τὸ ᾱ Ab in textu | 13. τὸ αὐτό, οὐδὲ τὸ GDronke, τὸ τοιοῦτον, οὐδὲ τῷ Ab | τὸ ἔειπε εἰϲ τὸ ε aut τοῦ ἔειπε τὸ ε b in var. lect. | 16. commu post ε delevit et post ϲημαίνει posuit RSkrzeczka | τὸ θέλω Ab, ⟨ἐν ⟩ τῷ θέλω GDronke, | 17. ἐν τῷ λῶ Ab, ⟨τοῦ θε ⟩ ἐν τῷ λῶ GFSchoemann | 18. τι, ἡϲ GDronke, δι᾿ ἧν Ab | 19. ἂ RSchneider, ἄλφα Ab | ἀποκοπὴ pro ἀπεκόπη GUhlig  | 20. ἀφαίρεϲιϲ RSkrzeczka ἀφαίρεϲιν Ab, ἀφῃρέθη GDronke | 21. ὅτι Klehrs, πότε Ab | ανταποδωτικω A | 25. ‘τόταν vel ut nos τότ’ ἄν’ KLehrs, τότε A | περιϲϲῶϲ add. KLehrs εἰϲ ἐπιρρηματικὴν ϲύνταξιν, τὴν φωνὴν τοῦ ὀνόματοϲ φυλάϲϲει, ὡϲ ἔχει τὸ εὐρύ, τὸ ἀτρεκέϲ, τὸ πυκνά, τὸ καλά, τὸ ἰδίᾳ, τὸ δημοϲίᾳ . ἄλλα πάμπολλα. λόγῳ οὐδὲ τὸ πάμπαν πρόπαν ὠλιγώρηται ⟨κατὰ τὸ πρόπαν⟩ ἢ ϲύμπᾶν· πάλιν γὰρ ἀπὸ ὀνοματικῆϲ ϲυντάξεωϲ εἰϲ ἐπιρρηματικὴν ἐχώρηϲεν. ἔϲτι τὸ πᾶν, ⟨ὅπερ⟩ μονοϲύλλαβον μὲν ὃν ἐν ἐκτάϲει τοῦ ᾱ ἐϲτίν, ὑπὲρ μίαν δὲ ϲυλλαβὴν καθεϲτηκόϲ, εἶτε καὶ κατὰ ϲύνθεϲιν εἴτε καὶ κατ’ ἐντέλειαν τοῦ ἐλλείποντοϲ α, ἐν ϲυϲτολῇ, ϲύμπάν, πρόπ ἄν ἅ? ἄν. ὅπερ ἀνεδέδεκτο καὶ τὸ ἐπίρρημα ἐν τῷ πάμπἄν. Ὁ αὐτὸϲ λόγοϲ παρακουλουθήϲει, ὡϲ ἕνεκά γε τοῦ τόνου, οὐ καὶ ἐπὶ τοῦ ὠτᾶν, τὴν μὲν μακρότητα τοῦ ᾱ φυλάξαν, οὐ μὴν τὴν τάϲιν. καὶ κατ’ ἄλλον δὲ λόγον ἐπιϲτάϲεωϲ ἔτυχε, καθὸ διτονεῖ. - Γεγενῆϲθαι δὲ οἱ μὲν παρ’ἑταιρικὴν ἐκφώνηϲιν, ὡϲ Δίδυμοϲ (p. 403 Sehmidt) ἔφη, καὶ παραλαμβάνει αὐτὸ παρὰ τὸ ἔτηϲ μετὰ μορίου τοῦ ὧ κλητικοῦ. - Πρὸϲ ὅν φηϲι Τρύφων (p. 49 Velsen), ὡϲ τὰ τῆϲ κλητικῆϲ οὐ καταϲταίη· βραχὺ γὰρ καὶ βαρὺ τὸ α ἀπαιτεῖ, ὥϲπερ καὶ τῷ δώτηϲ τὸ δῶτα παράκειται, θύτηϲ θύτα. αὐτόϲ γε μήν φηϲιν, ὡϲ τὸ ὥ μόριον ἐπεκταθὲν διὰ τοῦ τα ἐποιεῖτο καὶ κλητικὸν ἐπίφθεγμα, καθότι καὶ τῷ δή τὸ δῆτα παρέκειτο· καὶ διὰ τὴν ἀντεμφαϲιν τὴν πρὸϲ τὰ ῶτα τὸ ν προϲεληλύθει. — Δῆλον δὲ ὅτι οὐδὲ αὐτὸϲ κατέϲτηϲεν οὔτε περὶ χρόνου οὕτε περὶ τόνου. οὐ γὰρ περὶ ϲυϲτελλομένου τοῦ ὦτάν ή ζήτηϲιϲ, περὶ δὲ τοῦ ἐκ τείνοντοϲ τὸ ᾱ καὶ περὶ τοῦ διτονοῦντοϲ. πῶϲ δὲ οὐ γέλοιον αίτεῖϲθαι διὰ τὰϲ ϲυνεμπτώϲειϲ προϲθέϲειϲ ϲυμφώνων ἤ ἀφαιρέϲειϲ, ὅτε ϲχεδὸν πᾶϲα λέξιϲ ὑπ’ ἀμφίβολον πίπτει, καὶ οὐ πάντωϲ διὰ τὰϲ ϲυνούϲαϲ ἀμφιβολίαϲ δεῖ προϲνέμειν η ἀφαιρεῖν ϲύμφωνα ἤ φωνήεντα. οὐδὲ γὰρ αίτηϲάμε νοϲ τὸ μὴ διδόμενον κατέϲτηϲε τὸ ἐπίρρημα. ἔνιοι μὲν οὐν ἀξιοῦϲι τὸ ὠτᾶν Δωρικώτερον εἰναι γενικῆϲ πληθυντικῆϲ, νοουμένηϲ ἐπὶ τῶν ϲυνήθων , ὡϲ εἰ τιϲ εἴποι ὦ τῶν ἑταίρων, ὠ τῶν φίλων, λειπούϲηϲ ARGVM. 13 Ὤτἀν Didymus statuit derivari ab ἔτηϲ et ὠ interiectione — 15 Trypho ab ῶ interiεctione τα syllaba adiecta; alii doricum genetivum esse perhibent (ἐτᾶν) cum ὧ interiectione coniunctum. TESTIM. 17 cf. schol. Plat. Apol. 25 c. Et. M.825, 18. –27 cf Et, M. 825. 21. DISCR. SCRIPT. 3 locum restituit KLehrs, οὐδὲ τὸ πρόπαν ὠλιγώρηται (ωλιγορηται Α ) ἠ ϲύμπαν Αb | 5. ἔϲτι τὸ πἄν, ὅπερ KLehrs, ἔτι τὸ πἄν Α b | ον supra lin, Α | 6. ϲυλλαβὴν] fol. 130 r 7. κατ ἐντελειαν esse in Α cernitur, κατ ἐυτελειαν L, . . . ειαν b, κατ’ ἐντέλειαν vel κατὰ ἐντέλειαν coniectura assecuti sunt KLehrs G P FSehoemann, κατ’ ἔνδειαν C CJBlomfield, κατὰ ϲυνέχειαν vel ϲυνέπειαν OSchneider τοῦ λήγοντοϲ pro τοῦ ἐλλείποντοϲ OSclneider 10 11 οὐ και RSchneider, τόνου, καὶ Α b in textu, Fortasse χρόνου, καὶ ἐπί τὸ ὠτᾶν τὸ τῆν’ b in var lect., τοῦ τύπου pro τοῦ τόνου scribi vult GDronke | 11 . ἐφύλαξεν pro φυλάξαν GDronke | 15. κλιτικηϲ Α | 18, καθότι b, και οτι Α | 21 add. b | 24. υπ Α, ὑπὸ b 28. λιπουϲηϲ Α τῆϲ φράϲεωϲ. ἀλλ’ οὐδὲ τὸ τοιοῦτον εὐπαράδεκτον· οὐ γὰρ πιθανὸν ἐκ λειπούϲηϲ φράϲεωϲ λέξιν καθίϲταϲθαι. ἐπείτοι δόξει τῶν προκατειλημμένων ὑγιεϲτέρα ἥδε ἡ κατάϲταϲιϲ εἰναι. ἔϲτιν οὖν παρώνυμα εἰϲ αν λήγοντα, ἔϲθ’ ὅτε καὶ κατὰ τοῦ αὐτοῦ ϲημαινομένου παραλαμβανόμενα, καθότι ἔϲτιν ἐπινοῆϲαι καὶ κατὰ πλεῖϲτα τῶν παρωνύμων, ὡϲ ἐργάτηϲ ἐργατίνηϲ, ἄπειροϲ ἀπείρων, ἀνάγκη ἀναγκαία, ἁμαξαία. ἔϲτιν οὖν τι μέγιϲτοϲ, καὶ παρὰ τοῦτο τὸ μεμιϲτᾶν, ξυνόϲ τε καὶ ξυνᾶν. ἔφαμεν δὲ ἐν ἑτέροιϲ, ὅτι καὶ παρὰ τὸ νέοϲ νεᾶν τι ἦν, ἀφ’ οὐ τὸ νεανίϲκοϲ καὶ νεανίαϲ. καὶ παρὰ τὸ ἔτηϲ οὖν γενήϲεταί τι ἐτᾶν, οὐ τὸ κλητικὸν ὁμόφωνον. καὶ ὡϲ ἀπὸ κλητικῆϲ πολλάκιϲ ἐπιρρηματικαὶ ϲυντάξειϲ γίνονται, ὡϲ Δάματερ, Ἥρακλεϲ, τάλαν , οὕτωϲ καὶ τὸ ὦ ἐτᾶν αιον παραπεμπομένων ἡμῶν καὶ τὸν ὀξὺν τόνον ἀντὶ περιϲπωμένου μεταλαβεῖν. Καὶ τὰ παρ’ Αἰολεῦϲι δὲ ἐκ τῶν εἰϲ δην ληγόντων μετατιθέντα τὸ η εἰϲ τὸ α πάλιν ἐϲτὶ βαρύτονα, ὡϲ ἔχει τὸ κλέβδαν καὶ ϲύδαν. καὶ ἐπεὶ τὸ δήν ὀξύτονον ἦν διὰ μονοϲυλλαβίαν, καὶ τὸ Δωρικὸν ὀξύτονον, τὸ δάν. καὶ ἐπεὶ οἱ πλεοναϲμοὶ τὸν αὐτὸν τόνον τηροῦϲι, ϲαφὲϲ ὅτι καὶ τὸ θοάν πλεονάϲαν τῶ ο οὐκ ἀντέκειτο.