Τὰ δὴ ἐπιρρήματα καὶ πρωτότυπά ἐϲτι καὶ παραγωγά. καὶ τὰ τούτων παραγωγὰ ἃ μὲν ἀπὸ ἐπιρρημάτων, ὡϲ παρὰ τὸ ἄνω ἀνωτέρω, ἢ παρὰ ὀνόματα , ὡϲ παρὰ τὸ βότρυϲ βοτρυδόν, ἢ παρὰ ῥήματα, ὡϲ παρὰ τὸ κλέπτω κλέβδην , ἢ παρὰ ἀντωνυμίαν, ὡϲ παρὰ τὸ ἐκεῖνοϲ ἐκείνωϲ, οὖτοϲ οὕτωϲ, αὐτόϲ αὐτόθεν, ἢ παρὰ μετοχάϲ, ὡϲ παρὰ τὸ ἐπιϲτάμενοϲ ἐπιϲταμένωϲ καὶ ἐρρωμένοϲ ἐρρωμένωϲ, ἢ παρὰ προθέϲειϲ ὡϲ ἔξ ἔξωκαὶ παρὰ τὸ ἔν ἔνδον. καθὼϲ ἔϲτιν ἐπινοῆϲαι καὶ τὰϲ τοῦ ὀνόματοϲ παραγωγὰϲ ἢ καὶ ῥήματοϲ παρὰ τὰϲ αὐτὰϲ ἰδέαϲ τῶν λέξεων παραγομέναϲ ϲ〈ἤ παρ’ ἑτέραϲ⟩, εἴγε ἀπὸ μὲν ὀνόματοϲ ὄνομα, ὡϲ λίθοϲ λίθινοϲ, ἢ καὶ ῥῆμα, ὡϲ παρὰ τὴν εὐδαίμονοϲ εὐδαιμονῶ, ἡ καὶ παρ’ ἐπίρρημα, ὡϲ ὀψέ ὀψίζω, αἰαί αἰάζω, καὶ παρὰ πρόθεϲιν , ὑπὲρ ὑπέρτεροϲ, πρό πρότεροϲ, πάλιν καὶ τῆϲ τῶν ῥημάτων παραγωγῆϲ, ὡϲ πρόκειται, εἰϲ ταῦτα παραγομένηϲ. ἐχθέϲ ἢ χθέϲ ῥητέον; Τρύφων (p.48 Velsen) φηϲὶν ἐν τῷ περὶ ἐπιρρημάτων τὸ ἐχθέϲ ἐντελέϲτερον εἶναι τοῦ χθέϲ Ἀττικοῦ, παρατιθέμενοϲ τὴν ἐν τοῖϲ μονοϲυλλάβοιϲ ἐπιρρήμαϲιν ἀναλογίαν, ὡϲ εἴη ἐν μακραῖϲ ϲυλλαβαῖϲ ἑκάϲτοτε, ναί, μή, ποῦ, πῶϲ, οὔ, καὶ τὰ τοιαῦτα· μηκυνόμενα διὰ τοῦ διπλοῦ, γνύξ, πύξ. πιϲτοὔται δὲ καὶ ἐντεῦθεν μὴ ἐντελῆ εἶναι τό τε δίϲ καὶ τρίϲ, ἐκ δὲ τοῦ δυάκιϲ καὶ τριάκιϲ ϲυγκεκόφθαι, ἐπειδὴ τὰ εἰϲ ϲ λήγοντα μετὰ βραχείαϲ ἐκφορᾶϲ ἐϲτιν ὑπὲρ μίαν ϲυλλαβήν, εἰκόϲ, ἐγγύϲ, ἐντόϲ, ἅλιϲ, ἄχριϲ, πάροϲ· ἐξ οὐ πάλιν ϲυνῆγε τὸ ἐχθέϲ ἀναλογώτερον , ἀφηρῆϲθαι δὲ πρὸϲ τῆϲ Ἀττικῆϲ χρήϲεωϲ τὸ ἐ. Οὐ γὰρ πάνυ ἐκεῖνο ὑγιέϲ, τὸ τὰ εἰϲ εϲ λήγοντα φάναι ῥήματα, ϲχέϲ, ARGVM, 1 Adverbia quib ibus rationibus formentur. —2 Adverbia Rnt primitiva aut derivata sunt. Et derivata quidem ab adverbiis nominibus verbis pronominibus participiis praepositionibus oriunda sunt. — 15 Nonnulla adverbia. separatin pereensentur. Trypho ἐχθέϲ pleniorem formam esec censet. — 23 Non licet argumentum, quo χθέϲ plenum esec comprobetur, petere a similibus verborum formis. TESTIM, 1 cf Schol. Dion. Thr. B A 936, 9 -21. Prisc. XV, 5p.63. 7 Hertz. DISCR. SCRIPT. 1 inscriptio δευτερα διαλυϲιϲ διερμηνευουϲα και διαλυουϲα τα των φωνων ϲχηματα των ἐπιρρημάτων η γαρ πρωτη περι τηϲ εννοιαϲ ουτων διηλεχθη maiusc. Α, διελεχθη b, qui hunc titulum scriptoris verbis inseruit 8 Cod. και ωϲ, unde facias καθψϲ b in var. lect., ψϲ id. in textu 10. ἢ vel ἢ⟨καὶ ⟩παρ’ ἑτέραϲ vel διαφόρουϲ adieeit RSkrzecxka | 12. ωϲ Α, om. b | 15 Ante ἐχθέϲ ἢ χθέϲ ῥητέον lacunau maioris amb itus statuit, et ante ἐχθέϲ inseri vult ⟨πρῶτον περὶ τοῦ ⟩ GDronke; interrogandi signum post ῥητέον posuit RSclneider, punctum b | φ pro φηϲιν abbr. Α 18. μηκυνουμενα Α 19. δεῖ πλου pro διπλοῦ Α | 20. ἐκ δὲ] fol. 125 r. | 23. post ἀναλογώτερον comnia pro puncto posuit RSkrzeczka 24. λήγοντα ⟨μονοϲύλλαβα 〉 GUhlig ϲπέϲ, ἕϲ, οἰϲ ϲυνενεχθήϲεται καὶ τὸ χθέϲ, εἰ ἦν ἐντελέϲ. ἀλλ’ οὑτόϲ γε ὁ λόγοϲ οὐ ϲυϲτήϲει οὐδὲ τὴν ἔϲ πρόθεϲιν οὐδὲ τὴν εἴϲ, ἐπεὶ ἀμφοτέροιϲ τοῖϲ ϲχήμαϲι ϲύνεϲτι ῥηματικὴ κατάληξιϲ. καὶ γὰρ τῷ εἰϲ τὸ αἵματόϲ εἰϲ ἀγαθοῖο (δ 611), καὶ τὸ εἰϲ ἔϲ ὅμοιον τῷ θέϲ. τὴν τοιαύτην οὑν παράθεϲιν εἰϲ κατόρ θωϲιν λέξεων παραιτητέον . ἐπεὶ πολλὰ μέρη λόγου, διάφορα ὄντα, ἔϲθ’ ὅτε ταῖϲ λέξεϲι ϲυνῳκείωνται. Ἄμεινον οὖν ἐκεῖνον τὸν λόγον παραθέ ϲθαι, ὡϲ τὸ πλεονάζον ε ψκείωται λέξεϲι ταῖϲ ἀπὸ φωνήεντοϲ ἀρχομέναιϲ, ὥϲ τε τὸ ἀφαιρούμενον λείπειν ἐθέλει λέξιν ἀπὸ ϲυμφώνου ἀρχομένην. ἔχει δὲ τὰ ὑποδείγματα τῇδε. τὸ ἕεδνα πλεονάζει τῷ ε, τὸ ἔειπεν ἀρχόμενον ἀπὸ τοῦ ἑ ἀπὸ φωνήεντοϲ, τὸ ἑώρων, καὶ εἰ μὴ διαίρεϲιϲ τοῦ ἧδε τὸ ἕαδεν , ἀπ ὸ δὲ τοῦ ἅδε δ’ ἔκτορι μῦθοϲ (Μ 80) ἔηκεν, ἕειϲ. τοῦ δὲ ἑτέρου ἔφη φῆ, ἔβη βῆ, ἐθέλω θέλω, οἱ ἐρυτῆρεϲ ῥυτῆρεϲ· ἐνιοι δὲ καὶ τὴν χεῖρα παρὰ τὸ ἔχειν φαϲὶν ἐϲχηματίϲθαι. τούτῳ γὰρ τῷ λόγῳ δείκνυται καὶ ἐν τῷ περὶ ἀντωνυμιῶν , ὡϲ οὐ πλεονάζει τὸ ε ἐν τῷ ἐκεῖνοϲ, τοὐναντίον δὲ λείπει ἡ κεῖνοϲ φωνὴ τῷ ε. ἔνθα καὶ περὶ τοῦ πνεύματοϲ ἐντελέϲτερον δείκνυται. κατὰ δὴ τοῦτον τὸν λόγον πάλιν ἐντελέϲτερον τὸ ἐχθέϲ τοῦ χθέϲ. ϲυνᾀδει δὲ καὶ ἡ τοῦ ἐτύμου προφορά, εἴγε παρὰ τὸ ἐκτὸϲ τοῦ χρόνου πεπτωκέναι τὸ κατάϲτημα ἐϲχημάτιϲται, τῶν ψιλῶν ἀντιϲτοίχων εἰϲ τὰ δαϲέα μεταπεϲόντων, καθὼϲ ἔϲτιν ἐπινοῆϲαι καὶ ἐπὶ τοῦ ἔχθοϲ· τὸ γὰρ ἀπόβλητον καὶ ἐκτὸϲ ἡμῶν τοιοῦτον. ἐχομένωϲ ϲκεπτέον περὶ τοῦ εὐτε καὶ η ὐτε, καθώϲ τινεϲ ἐπεχείρηϲαν τὸ ARGVM. 7 Praestat igitur ad Tryphonis sententiam confirmandam hoc argumcbto uti: ε relindans praefigitur vocali ubi aphaeresis facta est, vox superest a consona incipiens. Posteriori generi tribuendum est χθέϲ; id igitur per aphaeresin ex pleriore ἐχθέϲ forma factum Quocum convenit eius originatio oriundum enim est ab ἐκτόϲ. –24 εὐτε unum est simplex vocabulum ab ὅτε derivatum: ηἤτε autem per parathesin factum est ex d ἄ(=ψϲ) et τε coniunctione, hac in re completiva (in ceteris copulativa). TKSTIM, 15 cf. Et. M. 605, 50. —20 ibid. 405, 24, quem locum ex Apollonio restituit ALente. DISCR. SCRIPT. 1 οὖτός γε b, ουτοϲ τε Α |3. τῷ εἰϲ τὸ GF Schoemann, τὸ ειϲ Ab l 4. είϲ] Deleverim b in var. lect. | 5. τὸ ἔϲ ὅμοιον GFSchoemann, τὸ θίϲ εϲ ὅμοιον Ab | 7. an λήξεϲι pro λέξεϲι scribendum sit dubitat RSchneider ϲυνῳκείωνται RSohneider, ϲυνοικειωνται Α, ϲυνοικειοῦνται b | 8. οικειωται Α | λέξεϲιν ⟨οὺ μόνον ταὶϲ ἀπὸ ϲυμφώνου, ἀλλὰ καὶ ⟩ conIcit GFSchoemann 9. ὥϲ τε RSchneider. ὥϲτε Ab 10. τα εεδνα Α τὸ ε Α 11. εεειπε Α | ἀρχὸμενον ἀπ πὸ τοῦ ε φωνήεντοϲ GDronke , secutus RSkrzeczkam, qui coniecerat ἀρχόμενον ἀπὸ τοῦ εἰ φωνἡεντοϲ, ἀρχομένου τοῦ ἀπο φωνήεντοϲ Α b 14 –15 ερυτυρεϲ Α 15. ἔχειν Α et in textu , qui in var.lect male refert in Α esse ϲχειν 21. καταϲχημα Α εϲχηματιϲθαι Α | 22. εχθεϲ pro ἔχθοϲ Α | 24. inscriptio περι του ευτε και ηντε Α | καθψϲ b, και ωϲ Α | 24 — 25. ἐπεχειριϲαν Α εὖτ᾿ ὄρεοϲ κορυφῇϲι (Γ 10) διὰ τοῦ ἐ καὶ τοῦ υ γράφειν, τοῦ κατὰ φύϲιν ϲχήματοϲ ἀπαιτοῦντοϲ τὴν διὰ τοῦ η καὶ υ γραφήν. ἐγένοντο δὲ αἱ φωναὶ τῇδε. ἡ μὲν ηὖτε κατὰ τὸ ἀκριβὲϲ τοῦ λόγου ὡϲ οὐ δὲ μία λεξιϲ ἐϲτὶν ἁπλῆ, ἀλλ᾿ οὐδὲ ϲύνθετοϲ, ἐν παραθέϲει δὲ τοῦ τέ ϲυνδέϲμου, νῦν παραπληρωματικοῦ καθεϲτῶτοϲ. — Τό γε μὴν εὖτε ἓν ἁπλοῦν ἐϲτι, γενόμενον οὕτωϲ. χρονικὸν ἐπίρρημα καὶ ἀναφορικὸν ἦν τὸ ὅτε, ὃ δὴ πλεοναϲμῷ τοῦ υ, κατὰ μετάθεϲιν τοῦ ο εἰϲ τὸ ε, εὖτε ἐγένετο, καθότι τὸ υ ἐπεντιθέμενον ψιλοῦ πνεύματοϲ αἴτιον γίνεται, ὥϲπερ ἔχει τὸ ἕκηλοϲ εὔκηλοϲ φορέοι⟨το⟩ (Arat. Phaen. v. 100). τό τε εὖνιϲ παρὰ τὴν ἑνόϲ παρωνόμαϲται. — τῇδε εἴχε καὶ τὸ προκείμενον ἐπίρρημα. — Τοῖϲ εἰϲ ωϲ περατουμένοιϲ ἐπιρρήμαϲι ϲυνυπάρχει ἐπιρρήματα εἰϲ α λήγοντα, ὀξύτονα ἠ καὶ ἔτι βαρύτονα, περὶ ὧν τοῦ τόνου κατὰ τὸ ἑξῆϲ εἰρήϲεται. οἰον τῷ πυκνῶϲ παράκειται τὸ πυκνά, ὅπερ καὶ ὁμοφωνεῖ πληθυντκῇ ἐκφορᾷ οὐδετέρᾳ, τῷ καλῶϲ τὸ καλά, τῷ καλλίϲτωϲ τὸ κάλλιϲτα, ϲαφῶϲ ϲάφα, ταχέωϲ τάχα. καὶ δὴ τῷ ὤϲ παρακείϲεται τὸ ἅ, τὴν αὐτὴν ἔχον ϲημαϲίαν τῷ ὥϲ, καὶ ϲχεδὸν τὴν αὐτὴν ϲύνταξιν. ὃν γὰρ τρόπον κατὰ πλεοναϲμὸν τῆϲ κατά προθέϲεωϲ λέγομεν καθώϲ, οὕτω καὶ καθά. ἀλλὰ μὴν καὶ ὤϲτε λέων ἐχάρη (Γ 23) φαμέν· τῇδε ἔχει καὶ τὸ ἅτε παρθένοϲ (X 127). ὅτι γὰρ πάλιν ἐν δυϲὶ μέρεϲι λόγου, ϲαφὲϲ καὶ ἐκ τῆϲ μεταλήψεωϲ καὶ τοῦ πνεύματοϲ, εἴγε τὸ ο πρὸ τοῦ τ καθ᾿ ἕν μέροϲ λόγου ψιλοῦται, ἀτμήν, ἄτη, ἀτηρόϲ. οὐ μὴν ἀλλὰ καὶ παρὰ τοῦτο τὸ ἅ ἀποτελεῖται ἰωνικώτερον τὸ ἥ, κατὰ μετάληψιν τοῦ α εἰϲ τὸ η. πάλιν γὰρ τῆϲ αὐτῆϲ ϲυντάξεωϲ ἐχόμενόν ἐϲτι τὸ ἥτε ξείνων θέμιϲ ἐϲτί (ι 268), καὶ δίχα τοῦ τέ ϲυνδέϲμου ἢ θέμιϲ ἐϲτίν (B 73), Testim. 7 Epim. Cr. 127, 29 εὖταν (εὖτε scr. RSchneider) ἐπίρρημα χρόνου δηλωτικόν, καὶ γίνεται οὔτως· ὁ μὲν Ἀπολλώνιος λέγει, ὅτι ἐκ τοῦ ὅτε ἐστέ, καὶ πλεονασμῳ τοῦ υ οὔτε, καὶ μ μεταθέσει το υ εἰς υ εὖτε, cf. Et M. 398, 43. Gud. 221, 63. 251, 50 (Herod. l 498, 1. ll 330 Lentz). Discu. Script. 2. απαιτουντ abbr. A | 3 τὴν διὰ] fol. 125 v. | post γραφήν supra lin. add. A2 των κατα φυϲιν ϲχηματων | 4. τοῦ λόγου οὺ μία (vel οὐδὲ μία) RSkrzeczka. του λογου ωϲ ουδεμια A, τὸ λόγου ψϲ οὐδεμία b | 5. δὲ τοῦ b, δια του A | 6. τό γε b, του γε A | 8. pro κατὰ μετάθεϲιν scribit καὶ μεταθέϲει PEgenolf | 9. ψηλου A | 10. φορέοι⟨το ⟩, quod est apud Aratum, scripsit RSchneider, φορέοι A b | 24. ψηλουται A | 25. ἀτμήν, ἄτη scripsit RSchneider, ἀντιην ἀτην A b, ἀτίειν, ἄτην ALentz | verba οὐ μὴν ἀλλὰ binc suatulit et p.149, 2 ante καὶ οὕτωϲ collocavit KLehrs | 26. ἰωνικώτερον KLehrs, τι ἕτερον Ab | 27. ἐϲτι b, εχει A ἐν ἴϲῳ τῷ ὣϲ θέμιϲ ἐϲτί. Οὐ μὴν ἀλλὰ καὶ οὕτωϲ φαμέν· τοῖϲ εἰϲ ωϲ λήγουϲιν ἐπιρρήμαϲι ϲυνυπάρχει τινὰ εἰϲ η λήγοντα, ϲυντονούμενα τούτοιϲ, οὐδαμῶϲ οὐδαμῇ, πάντωϲ πάντῃ, ἄλλωϲ ἄλλῃ, διχῶϲ διχῇ. ὀξυνομένῳ ἄρα τῷ ὥϲ ϲυν οξυνθήϲεται τὸ ἥ, ὅπερ, ὡϲ ἔφαμεν, ἐν τῷ ἣ θέμιϲ ἐϲτὶ (Β 73). τοῦτο ἐν προϲθέϲει του τε καὶ πλεοναϲμῷ τοῦ υ ηὖτε, πάλιν ἀναγκαίωϲ τοῦ η ψιλωθέντοϲ, καθ᾿ ὃν εἴπομεν λόγον καὶ περὶ τοῦ εὖτε. καὶ ϲαφὲϲ ὅτι ὁ ἐγγενόμενοϲ πλεοναϲμὸϲ ὡϲ ἕνωϲιν τοῦ ϲχηματιϲμοῦ ἀπετέλει. ἔϲθ᾿ ὅτε γὰρ τὰ ἐπιϲυμβαίνοντα πάθη ὡϲ ἕνω⟩ ιν τῶν μορίων ἀπετέλει, ὅτε καὶ τὸ τί ποτε ὑπὸ ϲυγκοπὴν πεϲόντα ἥνωται ἐν τῷ τίπτε ϲὺ δείδοικαϲ (Μ 244). τούτῳ οὖν τῷ λόγῳ δοκεῖ καὶ τὸ ηὖτε ὡϲ ἡνῶϲθαι. Ἀλλὰ κἀκεῖνο ἐπιλυθήϲεται, «τί τί δήποτε τὸ μὲν ηὖτε καὶ ἠύτε λέγεται ἐν τριϲὶ ϲυλλαβαῖϲ, ἠὒτε περ κλαγγὴ γεράνων πέλει (Γ 3), πάλιν ἀναγκαίωϲ τοῦ η ψιλουμένου διὰ τὸ προηγεῖϲθαι φωνήεντοϲ· οὐ μὴν ἔτι τὸ εὖτε.» — πρὸϲ ὃ ἔϲτι φάναι, ὡϲ ἕνεκα μὲν τῆϲ τοῦ ῡ ἐπενθέϲεωϲ ἀναγκαία ἡ διϲύλλαβοϲ προφορά. τὸ γὰρ ῡ καὶ τὸ ῑ πλεονάζοντα μετὰ φωνήεντοϲ εἰϲ μίαν ϲυλλαβὴν ϲυνῇει, ἕαδεν εὔαδεν, ἕκηλοϲ εὔκηλοϲ, καὶ παρὰ Αἰολεῦϲι ναόϲ ναυόϲ, καὶ παρ᾿ Ἴωϲι νόϲοϲ νοῦϲοϲ. καὶ ἐπὶ τοῦ ἔρια εἴρια, ἕωϲ εἵωϲ ἀναγκαίωϲ οὖν καὶ τὸ ηὖτε ἀπὸ τοῦ ARGVM. 2 Fortasse una cum ὥϲ exstat adverbium ῆ, quod coniungitur cum τέ coniunetione et ῡ augetur. — 18 Ἠῦτε cur tribus syllabis proferatur, TESTIM. 2 Schol. B ad B 87 τὸ ἠὒτε ἐκ τοῦ ὥς (ὡς Bekker) γίνεται. κανων δέ ἐστιν ὁ λέγων, ὅτε τὰ εἰς ως λήγοντα ἐπιρρήματα, συνυκάρχοντά τινι, εἰς η λήγει, καὶ ὁμοτονούμενα αὐτοῖς. οἷον πάντως πάντῃ, ἄλλως ἄλλῃ, οὐδαμῶς οὐδαμῇ, διχῶς διχῇ. οὔτως οὖν καὶ ἀπὸ τοῦ ὤς ἤ, καὶ πλεονασμῷ τοῦ ῡ ἠὒ. ψιλοῦται δὲ ὡς τοῦ ῡ πλεονάσαντος. Et. M. 440, 4 τοῖς εἰς ως λήγουσιν ἐπιρρήμασι συνυπάρχει τινὰ εἰς η λήγοντα, καὶ ὁμοτονοῦσιν αὐτοῖς, οἷον ἄλλως, ἄλλῃ· διχῶς, διχῇ· οὐδαμῶς, οὐδαμῇ. ὁξυνομένου ἄρα τοῦ ὥς, ἀντίκειται τό ἥ, ὡς ἐν τῷ ‘ἦ[τε ξείνων] θέμις ἐστίν’· ἣ θέμις, ἀντὶ τοῦ ὡς νόμος ἐστί. [καὶ τοῖς εἰς ῆ λήγουσιν ἐπιρρήμασιν ἀντιπαράκειται τινὰ συντονούμενα τούτοις, οἷον πάντως, πάντῃ· ὡς. ἡ.] Τοῦτο ἐν προσθέσει τοῦ τε καὶ πλεονασμῷ τοῦ ῡ γίνεται ηὖτε. Ψιλοῦται, τὸ γὰρ υ πλεοναζόμενον ψιλοῦται. DISCR. SCRIPT. 1. ῶϲ RSchneider, ὡϲ Ab | 2. punctum post φαμέν posuit Klehrs |  3. ϲυνυπάρχει A, idem coniecit Klehrs, ϲυνυπάρχειν b | 4. ϲυν add. b | 7. ⟨ἐν προϲθέϲει τοῦ τε καὶ ⟩ RSchneider, ⟨καὶ ἐν ϲυντάξει τοῦ τε ‘ἥτε ξείνων θέμιϲ ἐϲτί’⟩. inseruit ante τοῦτο Klehrs | 8. ψηλωθεντοϲ A | περὶ τοῦ b, περι το A | 10. ὡϲ RSchneider, duae litterae erasae in A | . . . ϲιν τῶν μορίων] fol. 126 r., lacunam expl. b | 11. ὅτε b, ὁτι A | τὸ τί πότε b, το ποτε A 12. δείδοικαϲ Homerus, δει δειδοικαϲ A, δὴ δείδοικαϲ b | 17. post η add. προηγον in A, sed deletum | ψηλουμενου A | 20. ϲυνῄει RSchneider, ϲυνδεῖ Ab, ϲύνειϲιν GUhlig | εαδε ευαδε A ἥτε τὰϲ ἴϲαϲ ϲυλλαβὰϲ τηρεῖ. — τῆϲ δὲ διαϲτάϲεωϲ ἀφορμή ἐϲτιν ἡδε. οὐκ ἔϲτιν ἐπινοῆϲαι ⟨τὸ η⟩ καὶ τὸ ῡ ἐν μιῇ ϲυλλαβῇ, ὅτε μὴ ἐν κλίϲει ῥήματοϲ, αὐλῶ ηὔλουν, αὐχῶ ηὔχουν. ἀναγκαία ἄρα ἡ διάϲταϲιϲ τοῦ ἠὒτε. ἔνθεν γοῦν φαμὲν ἕνεκα μὲν μεταλήψεωϲ τοῦ ᾱ εἰϲ ἡ κατωρθῶϲθαι τὸ γρηῦϲ, ἕνεκα δὲ τοῦ τὴν τοιαύτην ϲυλλαβὴν μὴ εὑρίϲκεϲθαι διαϲτατικώτερόν φαμεν τὸ γρηῦϲ Ἀπειραίη (η 8)· ὅτι γὰρ ἐκ μονοϲυλλάβου διήρηται, προῦπτον, διδάϲκει δὲ καὶ ἡ γενική, διϲυλλαβήϲαϲα ἐν τῷ γρηὸϲ ὀδυρομένηϲ. ἡ γὰρ εἰϲ ηῡϲ εὐθεῖα διϲύλλαβοϲ γενικὴν τριϲύλλαβον ἀποτελεῖ, καθάπερ ἡ γένυϲ τῆϲ γένυοϲ. ἀποτελεῖ δὲ διϲύλλαβον γενικὴν τὴν γρηόϲ· ὅπερ παρείπετο ταῖϲ μονοϲυλλάβοιϲ εὐθείαιϲ. — ἀπειράκιϲ δὲ ἐδείχθη, ὅτι οὐ πρὸϲ τὰ πάθη αἱ κλίϲειϲ ἀπαρτίζονται, πρὸϲ δὲ τὰ ὁλόκληρα. —