Οὐδὲ μὴν ϲυγκαταθετέον ἐϲτὶ τοῖϲ ὁριζομένοιϲ· ἀντώνυμόν ἐϲτι μέροϲ λόγου ἀντ᾿ ὀνόματοϲ παραλαιβανόμενον. Οἱ γὰρ ὅροι τῶν γενικῶν ἐμπεριεκτικοί εἰϲιν ν, οὐ μὴν τῶν ἰδικῶν. ὁ γοῦν ὅροϲ ὁ τοῦ ἀνθρώπου οὐ τὸν ἰδικόν, τὸν δὲ γενικὸν ϲημαίνει. καὶ νῦν ἀντώνυμόν ἐϲτι τὸ ἰδικόν ν, τὸ ἐγώ, τὸ ϲύ, ἀντωνυμία δὲ τὸ ὅλον ν, τουτέϲτι τὸ γενικόν· ὥϲπερ ἀμφιβολία καὶ ἀμφίβολον, ϲυνωνυμία καὶ ϲυνώνυμον, C διωνυμία καὶ διώνυμον, ὁμωνυμία καὶ ὁμώνυμον. τὸ γὰρ οὐκερῶ ἀμφίβολον· τό τε Αἴαϲ, ἐπὶ τοῦ Αοκροῦ παραλαμβανόμενον καὶ τοῦ Τελαμωνίου, ὁμώνυμον. Ἀλλ᾿ ἴϲωϲ φήϲει τιϲ παράλογον τὸ λέγειν ἀντωνυμίαν τὸ ἐγώ δέον γὰρ ἀντώνυμον. Ἦν δ᾿ ἂν παράλογον, εί μὴ τοῖϲ γενικοῖϲ πολλάκιϲ ϲυνεχρώμεθα ἀντὶ τῶν ἰδικῶν, τὸ ζῷον 3 A. τιθέντεϲ ἐπ᾿ ἀνθρώπου, καὶ ἐπὶ τοῦ φοίνικοϲ τὸ φυτόν. τοιοῦτον οὖν καὶ τὸ προκείμενον. Ἐκφεύγοντάϲ φαϲι τὸ Αἰολικὸν τοὺϲ περὶ Κομανὸν ἀντωνομαϲίαϲ καλεῖν, εἴγε τὸ μὲν ὄνυμα οὐ κοινόν, τὸ δὲ ὄνομα. Ναί, ἀλλά, φαϲι, καὶ ἄλλα κατὰ τὸ ἔθοϲ ὀθνεῖα παρειϲῆλθεν, ὡϲ τὸ Εὔξεινοϲ πόντοϲ Ἰακῶϲ τῷ ῑ πλεονάϲαν ὅ τε ἀπηλιώτηϲ διὰ ψιλοῦ ϲυναλειφθείϲ, ὅπερ ϲυνεχὲϲ παῤ Ἴωϲι· τό τε ξενοδοκεῖον καὶ πανδοκεῖον· ἄλλα μυρία. Ἀλλὰ καὶ τοῦτο εὐδιάϲειϲτον. εἰ γὰρ τὰ παρειϲδύοντα τῶν διαλέκτων B οὐκ ἐν τῷ καθόλου, ἅπαξ δέ που (ἰδοὺ γὰρ κακόξενοϲ καὶ φιλόξενοϲ, ἄξενοϲ, ἓν δέ ἐϲτι τὸ εὔξεινοϲ· καὶ ἄφοδοϲ καὶ ἀφοριϲμόϲ καὶ ἀφορία, ἓν δὲ τὸ ἀπηλιώτηϲ), χρῆ ν ἄρα καὶ τὴν ἀντωνυμίαν ἅπαξ εἰρῆϲθαι, καὶ τὰ ὑπολειπόμενα ἔχειν κατὰ τὴν κοινὴν ἐκφοράν, λέγω δὲ διὰ τοῦ ο. νῦν δὲ οὐδαμῶϲ ἔϲτιν ἐπινοῆϲαι· πολυώνυμοϲ γὰρ καὶ διώνυμοϲ. πῶϲ C AKOVM. 13 ⟩ Nec recte Tyrannio ϲημείωϲιν nuncupavit. — 5 4) Nec eis assentiendum est, qui ἀντώνυμον dici volebant. — 18 5) Nec Comani sententia probanda ἀντωνομαϲία nomen praeferentis, quod ὅνυμα aeolicum sit. DISCR. SCRIPT. 1. ιἰριϲμένα b, οριϲμενα A | ψριϲμένα b, οριϲμενα A | 2. παριϲτάϲιν] παρίϲτηϲιν Α, ν litteram iam aprima manu acriptam sed evanidam renovavit A, παρίϲτηϲιν b in textu, παρίϲταϲιν idem in ind mendorum | ἀπιθάνωϲ b, απειθανωϲ A | 3. ελλειπεϲ Α, ἐλλιπέϲ b | 15. ν post εϲτι bis erasum in A. 7. ἴδικῶν A, εἰδικῶν b | 8. ῖδιικον A, εἰδικόν b | 9. ῖδικον A, ἰδικόν b in textu, εἰδικόν idem in ind. mendorum | 12. τό τε Αῖαϲ] fol. 184 ν. | 13. ὁμώνυμον b, in A ομω litterae nunc palluerunt, ut 14 νυμιαν in voce ἀντωνυμίαν et 15 ιϲ in τοιϲ 15. Ἦν δἄν] Ἦν τ᾿ άν conicit G GUhlig | 15. ῖδικων A, εἰδικῶν b | ζῶον, quod evanuit in. A, adecit b | 19. Nαί b, in A aliquid erasum et ante ναι et post eam voculam ⟨εἰ⟩ναι. conicit JGuttentag | ν post φαϲι erasum in A 20. τὸ Εύξεινοϲ b, ευξεινοϲ A | 21. τῷ ib, το ι A ϲυναλειφθείϲ b, ϲυναληφθειϲ A 25. ἀφορία] Suspectum vocabulum b in var. lect., ἀφορμή conicit JGuttentag 26, τὸ, b, τω A | χρῆν b in var. lect, χρὴ iden in textu cum A δὲ οὐχὶ γελοίωϲ Αίολικὸν εἰρήϲεται τὸ ἱερώνυμοϲ καὶ ἔτι τὸ ὁμώνυμοϲ, δαϲυνόμενα; Λεκτέον οὖν, ὡϲ καὶ ἐπ’ ἄλλων μυρίων κατὰ τὰϲ ϲυνθέϲειϲ μεταβολαὶ γίνονται φωνηέντων , καὶ ἐπὶ τοῦ ὀνόματοϲ τὸ αὐτό. τὸ ἄνεμοϲ διὰ τοῦ η ποδήνεμοϲ, καὶ ἔτι τὸ ἄγειν φορτηγόϲ, ϲτρατηγόϲ· τό τε ἀνήρ ἀντήνωρ· τὸ τε α τῶν οὐδετέρων ο γίνεται, γηροκόμοϲ, κρεοπώληϲ, 4 A χρεοφείληϲ. τὰ δύο διὰ τοῦ ῑ, δύο μῆνεϲ δίμηνοϲ, δίπηχυϲ. καὶ τὸ ὄνομα οὖν τὸ μὲν ἄρχον ο ω ποιεῖ, τὸ δὲ παραλῆγον υ· ϲυνώνυμον γὰρ καὶ φερώνυμον, αὐτό τε τὸ ἀντ’ ὀνόματοϲ παραλαμβανόμενον ἀντωνυμία ἂν κληθείη. Τὸ δὲ ἀντωνομαϲία, πρὸϲ τῷ καὶ τρόπου ὄνομα δηλοῦν , καὶ τὸ ὀνομάϲαι ἔχει ἐγκείμενον , καθὸ καὶ τῷ χειμάϲαι τὸ χειμαϲία παράκειται · ὅπερ οὐκ ἐπιζητεῖ τὸ ϲημαινόμενον. B ῦἱ ἀπὸ τῆϲ Ϲτοᾶϲ ἄρθρα καλοῦϲι καὶ τὰϲ ἀντωνυμίαϲ, διαφέροντα δὲ τῶν παρ’ ἡμῖν ἄρθρων, ἡ ταῦτα μὲν ὡριϲμένα, ἐκεῖνα δὲ ἀοριϲτώδη. καὶ ὃν τρόπον, φαϲί, τὸ ἄρθρον διχῶϲ νοεῖται τε γὰρ ϲυμβολὴ τῶν κώλων, ἐν ὧ φαμεν ἔξαρθρον, καὶ αὐτὸ τὸ κῶλον, ἐν ῷ φαμεν μεγάλοιϲ ἄρθροιϲ κεχρῆϲθ αι τὸν δεῖνα), οὕτω καὶ τὸ ἐν τῷ λόγῳ ἄρθρον τὸν αὐτὸν τρόπο ν. - καὶ Ἀπολλόδωροϲ ὁ Ἀθηναῖοϲ καὶ ὁ Θρᾷξ Διονύϲιοϲ καὶ ἄρθρα δεικτικὰ τὰϲ ἀντωνυμίαϲ ἐκάλεϲαν. Ϲυνη γορεῖ δὲ αὐτοῖϲ ὁ λόγοϲ, καθὸ αἱ ἀντωνυμίαι καὶ ἀναφορικῶϲ λαμβάνονται, καὶ τὰ ἄρθρα δὲ ἀναφορὰν δηλοῖ. — τὰ ἄρθρα ἀνθυπάγεται ταῖϲ ἀντωνυμίαιϲ, προτακτικὰ μέν· ὁ γὰρ λθε (Α 12). τοῦ δ’ αὐτοῦ λυκάβαντοϲ (ξ 161), καὶ τῷ νήδυμοϲ ὕπνοϲ (ν 79), ἀλλ’ ἄρα καὶ τόν Ἥρη (1 96) 5Α ὑποτακτικὰ δέ· ἀλλὰ καὶ ὃϲ δείδοικεν (φ 198). Πάτροκλον κλαίωμεν· ὃ γὰρ γέραϲ ἐϲτὶ θανόντων ( ψ 9)· καὶ θηλυκά· AROVM 13 6) Diveras miscuerunt et Stoici, qui articulum et pronomen uno ὄρθρον nomine appellaverunt, et Apollodorus Atheniensis ac Dionysius Thrax, qui pronomina ἄρθρα δεικτικὰ dixerunt. —20 Sunt sane quaedam res, quat pronomina cum articuhs communes . DISCR. SCRIPL. 7. χρεοφείληϲ] Ἡoc quoque suspectum est’ bin var. lect.  |9.αντονοματοϲ Α΄ αντωνοματοϲ A |12. χειμάϲαι b, χειμαϲω Α | 13. τῆϲ Ϲτοᾶϲ b, τηϲτοαϲ Α | 14. ωριϲμένα b, οριϲμενα Α | 16, εξαρθρον ultimum in fol 184 v. vocabulum, quae sequntur sunt in fol. 146 r. αυτο το evan. in Α, supplevit b αι in κεχρηϲθαι evan in Α | δεῖνα b, δινα Α | 18. τρόπον b, cuius vocis una ν littera superest in Α | Θράξ b, θραιξ Α |20. vocis ϲυνηγορεὶ, quam restituit b, ϲυνη litterae evan. in Α | 21. τα om. Α, in marg. Α1 add. 1 23. post ηλθε ν erasum in Α | 24. τοῦδ’ Homerus | 30. ν erasum post εϲτι in Α ὣϲ ἡ ῥίμφα θέουϲα (ν 88), καὶ εἵνεκα τῆϲ ἀρετῆϲ (β 206) καὶ ἀντὶ τῆϲ αὐτόϲ ὁ δὲ προϲέειπεν ἄνακτα (ξ 36), ἡ δὲ χιτῶν’ ἐνδῦϲα (ε 730. Θ 387).— B ἔτι καὶ αἱ φωναὶ ὁμολογοῦϲι. δαϲύνεται γὰρ τὰ τῶν ἀντωνυμιῶν τρίτα πρόϲωπα, ἕ, οἱ· καὶ τὰ τοιαῦτα τιῶν ἄρθρων δαϲύνεται, ἡ, οἱ. — πρὸϲ τούτοιϲ αἱ ἀντωνυμίαι κλητικὰϲ οὐκ ἔχουϲιν ἐν τῷ πρώτῳ καὶ τρίτῳ · τοιαῦτα δὲ καὶ τὰ ἄρθρα . τρίτου προϲώπου νοούμενα· τὸ γὰρ ὦ οὐκ ἄρθρον. τὰ εἰϲ φωνῆεν λήγοντα ἐπ’ εὐθείαϲ καὶ κατὰ ἄρϲενοϲ λαμβανόμενα ἀντωνυμίαι είϲίν, ἐγώ, ϲύ· τοιοῦτο καὶ τὸ ὁ. — τὸ τημοῦτοϲ C τὸ αὐτὸ μέροϲ λόγου ἐϲτὶ καὶ τὸ τῆμοϲ, καὶ τὸ τημόϲδε, καὶ καθόλου ἡ ἐπέκταϲιϲ εἰϲ τὸ αὐτὸ μέροϲ λόγου προάγεται· καὶ κατὰ τοῦτο οὖν τὸ αὐτὸ μέροϲ λόγου τὰ ἄρθρα καὶ αἱ ἀντωνυμίαι, καθὸ ἀπὸ τοῦ ὁ τὸ οὐτοϲ καὶ ὅδε παρείλκυϲε, καὶ ἔτι ἀπὸ τῆϲ γενικῆϲ τῆϲ τὸ τ ἐχούϲηϲ τὸ τούτου καὶ τοῦδε, καὶ ἀπὸ οὐδετέρου, ὅπερ μόνον ἀπὸ τοῦ τ ἤρξατο κατὰ τὴν εὐθεῖαν, τὸ τοῦτο. μονοπροϲωποῦϲι καὶ εἰϲ ο λήγουϲι 6 A κατὰ τὸ οὐδέτερον αὐτό, ἐκεῖνο· οὕτωϲ   ἔχει καὶ τὸ τό οὐδέτερον.