Ἴϲωϲ τιϲ δόξει τὰ κτήματα ὁρίζεϲθαι ἐν τοῖϲ πρὸϲ πρόϲωπον λόγοιϲ, παῖδεϲ ἐμοί ἐμὸϲ εἶ. ϲόϲ εἰμι, ἡμέτερε. Ὅπερ οὐ τοῦ κτήματοϲ ἴδιον, τοῦ δὲ μετειλημμένου δευτέρου προϲώπου, ὅπερ πάλιν οὐδὲ 131 A τοῦτο κατὰ τὸ παντελὲϲ ὥριϲται. προϲδέεται γὰρ τὸ ϲόϲ εἰμι· ἡ δοῦλοϲ ἢ ἄλλο τι, καὶ ἡμέτερε· δοῦλε ἢ πάτερ. πάλιν οὖν καὶ ἐπὶ τῶν τοιούτων ἡ ποιότηϲ ἐνδεῖ. Βραχύϲ λόγοϲ πρὸϲ τοὺϲ οἰομένουϲ ἀπ’ αἰτιατικῶν παρῆχθαι τὰϲ ἀντωνυμίαϲ· «παρὰ γὰρ Δώριον τὴν ἁμέ καὶ ὑμέ καὶ ἔτι ϲφέ τὸ ἁμέτεροϲ καὶ ὑμέτεροϲ καὶ ϲφέτεροϲ. καὶ ἔτι παρὰ τὴν Αἰολικὴν τὴν ἄμμε B τὸ ἀμμέτεροϲ, καὶ παρὰ τὴν νῶι καὶ ϲφῶι νωιτεροϲ καὶ ϲφιτεροϲ. — Πρῶτον οὐκ ἐξωμάλιϲται· πῶϲ γὰρ αἱ ἑνικαί: ἐμέ γὰρ καὶ ἐμόϲ, ϲέ ϲόϲ καὶ ἕ ὅϲ, οὐδαμῶϲ τοῦ ε ἐγκειμένου. πῶϲ δὲ καὶ τὸ ἡμέτεροϲ καὶ ὑμέτεροϲ τῷ ᾱ ·οὐ προϲχρῆται, εἴγε τὸ ἡμᾶϲ καὶ ὑμᾶϲ — ἔπειτα εἰϲ γενικὰϲ ἀναλυόμεναι ϲυμφανεῖϲ εἰϲι καὶ ἀπὸ γενικῶν παρηγμέναι. — ἔπειτα ἡ αὐτόϲ ἐπιταγματικὴ ὁμοιόϲχημοϲ οὖϲα ἀεὶ ἐπιτάϲϲεται ταῖϲ πρωτοτύποιϲ, ταῖϲ δὲ κτητικαῖϲ κατὰ μόνην γενικήν· C καὶ δῆλον ὡϲ τῇ κατὰ τὸ ἐντὸϲ πρόϲωπον νοουμένῃ ϲυντάϲϲεται, ἥ τιϲ οὐκ ἄλλη ὀφείλει πτῶϲιϲ εἶναι ἡ γενική, ἀφ’ ἧϲ καὶ ἡ παραγωγή, αὐτῶν γὰρ ϲφετέρῃϲιν (α 7) καὶ  ἢ ἑὸν αὐτοῦ χρεῖοϲ (α 409). Ὃν τρόπον αἱ ϲύνθετοι τὸ γένοϲ ἢ τὴν πτῶϲιν μετατιθεῖϲαι κατὰ 132 A τὸ τέλοϲ κινοῦνται, τὸ δὲ πρόϲωπον κατὰ τὸ ἄρχον, τὸν αὐτὸν τρόπον καὶ αἱ κτητικαὶ ἐπὶ γένουϲ καὶ πτώϲεωϲ κατὰ τὸ τέλοϲ, ἐν προϲώποιϲ κατὰ τὸ ἄρχον. ἔχουϲι μέντοι περιϲϲὸν τὸ ἐν ἀριθμοῖϲ κατ’ ἄμφω τὰ μέρη κινεῖϲθαι· ἐμὸϲ γὰρ καὶ νωιτέρω καὶ ἡμέτεροι. Arovm. 5 Si quis dicat possessionem definiri, ubi aliquem alloquimur: id ut fiat non efficere possessivi naturam, sed secundae personae monemus quamquam ne haec quidem omni ex parte definita est. — 11 Possessiva non sunt derivata ab accusativis nam 1) formae non conveniunt. 2) ln possessivorum locum quoniam substituuntur genetivi, a genetivis ea descendere consentaneum est. 3) Αὐτόϲ appositivum cum personalibus semper eodem casu, cum possessivis genetivo coniungtur — 26 Possessivorum ut genus et casus distinguantur. fines mutantur; personarum vicissitudines initiis indicantur numerum variam et initia et terminationes ostendunt. Discr. script. 3. γράφω RBScheider, γράφει A b | 6. παῖδεϲ ἐμοί aut παῖδεϲ expungendum ease vidit RSkrzeczka | 8. παντελέϲ b, παντελωϲ A | ἢ δοῦλοϲ] fol 190 r. | 14 νῶι καὶ ϲφῶι b, νωιν και ϲφωιν A, puncta adscripsit A¹ | 15 κ in και voce ex ε tacit Ax | 18. ἐπεὶ ταειϲ accentu fere eraso A |  εἰϲιν A | 21 ωϲ τῇ A, ὡϲ η b | νοουμένη Ab | 29. εχουϲιν A | περιϲον A Ἄξιον ἐπιϲτάϲεωϲ ἐκεῖνο, ὁτιδήποτε τὰ μὲν ῥήματα κινούμενα ἐν προϲώποιϲ κατὰ τὸ τέλοϲ κινεῖται, αἱ δὲ ἀντωνυμίαι οὐκέτι, ἀλλὰ κατὰ τὸ ἄρχον. Καὶ ἴϲωϲ τιϲ οἰήϲεται τὸν λόγον περιϲϲὸν εἴναι, φάϲκων τὰ μὲν ῥήματα εἰναι, τὰϲ δὲ ἀντωνυμίαϲ. Ἀλλὰ κοινὸν ἔχουϲι τὸ B πρόϲωπον δηλοῦν, καὶ ἔτι μένει ἡ ζήτηϲιϲ. ἔπειτα ἡ μετοχὴ καὶ ἡ κτητικὴ ἀντωνυμία ἐν γένει καὶ πτώϲει κινούμεναι κατὰ τὸ τέλοϲ κινοῦνται, καθάπερ καὶ τὰ ὀνόματα, καὶ οὐ διήλλαξε, διάφορα καθεϲτῶτα. Λεκτέον οὖν ὡϲ φυϲικῶϲ τὸ τοιοῦτον ἀπετελέϲθη. αἱ πτώϲειϲ ἐν τῷ τέλει κινοῦνται, καὶ τοῦτο ἀποδείξεωϲ οὐ δεῖται· πτῶϲιν δὲ ἐπιδέχονται αἱ ἀντωνυμίαι· ὀφείλουϲιν ἄρα κατὰ τὸ τέλοϲ κινεῖϲθαι. ὅπερ καὶ C παρακολουθεῖ. ἀλλὰ μὴν εἰ καὶ κατὰ τὸ τέλοϲ ἐν προϲώποιϲ ἐκινοῦντ ο , ϲαφὲϲ ὅτι παρηκολούθηϲεν ἂν ϲυγχύνεϲθαι τὴν π τῶϲιν διὰ τὴν μετάθεϲιν τὴν ἐκ τοῦ προϲώπου. προνοητικώτατα ἄρα κατὰ τὸ ἄρχον κινεῖται, ἵνα ἄχραντοϲ ἡ πτῶϲιϲ μείνῃ. τὰ μέντοι ῥήματα, οὐκ ὄντα δεκτικὰ πτώϲεωϲ ἢ μόνηϲ εὐθείαϲ, ἀκωλύτωϲ τὸ τέλοϲ ἐκίνει ἐν προϲώποιϲ, ἐπεὶ οὐκέτι τὰ τῆϲ πτώϲεωϲ ἀμφήριϲτα. Νοείϲθωϲαν οὖν πάλιν αἱ πληθυντικαὶ τῶν κτητικῶν, αἵ τε δυϊκαί, 133 A ἐν ϲυλλήψει καθεϲτῶϲαι πρώτου καὶ δευτέρου ἢ καὶ τρίτου, καθότι καὶ αἱ πρωτότυποι ἐδείχθηϲαν. ἡμέτεροϲ γὰρ ὁ ἐμὸϲ καὶ ϲὸϲ καί, εἰ τύχοι, ἄλλου του· καὶ νωίτεροϲ ὁ ἐμὸϲ καὶ ϲόϲ, ἐμὸϲ καὶ ἐκείνου.