Κἀκεῖνο δὲ προϲθετέον, ὡϲ αἱ μὲν ἀντωνυμίαι ἀντ’ ὀνομάτων, τὰ δὲ ἄρθρα μετ’ ὀνομάτων. πῶϲ οὖν ἓν μέροϲ λόγου τὸ μετά τινοϲ καὶ ἀντί τινοϲ, Αἱ ἀντωνυμίαι μετὰ ῥήματοϲ αὐτοτέλειαν ποιοῦϲιν, C αὐτὸϲ γράφει, ϲὺ γράφειϲ· τὰ δὲ ἄρθρα οὖ Τὰ ἄρθρα ὑποτακτικά ἐϲτι τῆϲ εὐθείαϲ, αἱ δὲ ἀντωνυμίαι εὐθείαϲ οὐϲαι οὔποτε ὑποτακτικαί. Τῶν ἀντωνυμιῶν μεταλήψειϲ γίνονται εἰϲ ὀνόματα ῆ εἰϲ τὰϲ ἰϲοδυναμούϲαϲ, λέγω δὲ τὴν ἕ καὶ ἵ καὶ τὴν οῖ , ὅτε εἰϲ τὴν αὐτόϲ ἢ αὐτῷ ἢ αὐτόν μεταλαμβάνονται· τὰ δὲ ἄρθρα ἀμετάληπτα εἰϲ ταῦτα τὸ γὰρ ὁ δὲ προϲέειπεν (ξ 36) 9A ἐδείχθη ὡϲ ὁμοφωνεῖ μόνον τῷ ἄρθρῳ, οὐκ ἔϲτι δὲ αὐτὸ ἄρθρον. — Ἔτι ἡ αὐτόϲ μετὰ ἄλληϲ ἀντωνυμίαϲ παρατεθεῖϲα μόνον ἐπιτείνει τὰ τῆϲ ἀντιδιαϲτολῆϲ, ἐμοῦ αὐτοῦ, ϲοῦ αὐτοῦ, ϲοὶ αὐτῷ· τοῖϲ δὲ ἄρθροιϲ παρακειμένη ἐπίταϲιν μὲν οὐ ϲημαίνει, δὶϲ δὲ ἀναφοράν, ὁ α ὐτόϲ, τοῦ αὐτοῦ. πῶϲ οὑν ἕν μέροϲ λόγου; Φήϲει τιϲ· καὶ ἡ ἐγώ πολλὴν ἔχει διαφορὰν πρὸϲ τὴν ἐμόϲ, καὶ ἓν μέροϲ λόγου. Ἀλλ’ ἐμπίπτει εἰϲ τὸ γενικόν, τὸ ἀντ’ὀνόματοϲ παραλαμβάνεϲθαι, B τό τε τὰ πρόϲωπα πάντοτε ὁρίζειν τοῦ κτηϲαμένου, τὸ οὐϲίαϲ παραϲτατικὸν εἶναι. τὰ δὲ ἄρθρα οὔτε ἀντ’ ὀνόματοϲ . οὕτε ὁρίζει πάντοτε τὰ πρόϲωπα, οὔτε οὐϲίαν παρίϲτηϲιν· ὥϲτε οὐκέτι ἐν ἰδικῇ διαφορᾶ, ἀλλὰ γενικῇ. ARGVM. 7 Banc vero pronomina  δ τό τοῦ e. q. e. ab enclisi abhorrere non est quod mireris. —12 Accedunt aliae causaIe. cur articulus a pronomine aecermendus videatur. 27 Dicat fortasse quispiam: ipsa pronomina inter se nou omnibus in rebus conveniunt. At haec non genere dIversa suut. DISCR. SCRIPT. 1. ὅδε b, ωδε Α | ἀντωνυμίαι] fol. 147 r. |5. τῷ οὗτοϲ b, το ουτωϲ Α 1 6. post διαλαβεῖν spatium in Α, ut incisum indicetur ] 8. επιληψεωϲ ex επιλειψεωϲ factum ab A΄ |10. η in ειρηϲεται corr A’, quid antea fuerit non liquet | 13 οὖν ἕν b, ουν Α |14. ⟨τὸ ⟩ ἀντί conicit PSchmieder | 16. ν post εϲτι eras. in Α |18. εἰϲ τὴν αὐτόϲ ὼ, ειϲ το την αυτοϲ (non, ut falso prodit in var. lect., εἰϲ το την) Α | 22. οὐκ ἔϲτι δὲ b, οὐκέτι δε Α 29. ὁρίζειν b, οριζ’ Α 32 ἵδικη Α, εἰδικῇ b Ϲαφὲϲ δὲ ὅτι καὶ οἱ ἀπὸ τῆϲ Ϲτοᾶϲ αὐτὸ μόνον τῷ αὐτῷ ὀνόματι προϲκεχρημένοι εἰϲίν, οὐκέτι δὲ καὶ τῷ πράγμ⟨ατι⟩. καὶ γὰρ ὅτε παραλαμβάνουϲιν C ἕνεκα ὑποδείγματοϲ ἄρθρον ⟨τὸ⟩ ἐπὶ ϲώματοϲ, πολὺ διέϲτηκε· πόθεν γὰρ ἁρμογή τε καὶ κῶλον τὸ αὐτό: Ἄμεινον οὖν χωρίζονταϲ τὸ μὲν καλεῖν ἄρθρον , καθότι πἄντοτε ἐναρμόνιον πτωτικῷ, τὸ δὲ καλεῖν ἀντωνυμίαν, ὅτι ἀντ’ ὀνόματοϲ τίθεται. Οὐ γὰρ ἰϲωνυμίαν, ὥϲ τινεϲ· οὐ γὰρ τὰ ἴϲα παρακολουθεῖ τῷ ὀνόματι καὶ τῇ ἀντωνυμίᾳ. τὸ μὲν γὰρ ἀμοιρεῖ δείξεωϲ, ποιότητά τε 10 A ἐπαγγέλλεται· αἱ δὲ δεῖξιν ἔχουϲι μετὰ προϲώπων ἀκολουθίαϲ, οὐϲίαν τε μόνον δηλοῦϲιν. Ὁριϲτέον οὑν τὴν ἀντωνυμίαν ὡδε· λέξιν ἀντ’ ὀνόματοϲ προϲώπων ὡριϲμένων παραϲτατικήν, διάφορον κατὰ τὴν πτῶϲιν καὶ ἀριθμόν, ὅτε καὶ γένουϲ ἐϲτὶ κατὰ τὴν φωνὴν ἀπαρέμφατοϲ.