ἴθι οὖν σὺν τέχνῃ οὑτωσὶ μετίωμεν τοὺς λόγους. Θεὸς μέν γέ που πάντως πάσης ἡςτινοςοῦν πανηγύρεως ἡγεμὼν καὶ ἐπώνυμος, οἷον Ὀλυμπίων μὲν Ὀλύμπιος Ζεύς, τοῦ δὲ ἐν Πυθοῖ Ἀπόλλων. ἀρχὴ μὲν δὴ τοῦ λόγου τοῦδε τοῦ θεοῦ, ὅςτίς ποτ’ ἂν ᾖ, ἔπαινος ἡμῖν γιγνέσθω, ὥςπερ πρόσωπόν τι τηλαυγὲς προκείμενος τοῦ λόγου. ἐπαινέσεις δὲ ἀπὸ τῶν προσόντων τῷ θεῷ· εἰ μὲν Ζεύς, ὅτι βασιλεὺς θεῶν, ὅτι τῶν ὅλων δημιουργός· εἰ δὲ Ἀπόλλων, ὅτι μουσικῆς εὑρετής, ὅτι ὁ αὐτὸς Ἡλίῳ, ’Ἡλιος δὲ πάντων πᾶσιν ἀγαλύνουσαν θῶν αἴτιος· εἰ δὲ Ἡρακλῆς, ὅτι Διός, καὶ ἃ παρέσχεν τῷ βίῳ. καὶ σχεδὸν ὁ τόπος συμπληρωθήσεται ἐξ ὧν ἕκαστος ἢ εὗρεν ἢ παρέσχεν τοῖς ἀνθρώποις. ἐν βραχεῖ δὲ ταῦτα, ὡς μὴ τοῦ ἐπιόντος ὁ λόγος ὁ προάγων μείζων γίγνοιτο. |