Πανηγύρεις εὕρημα μὲν καὶ δῶρον θεῶν εἰς ἀνάπαυσιν τῶν περὶ τὸν βίον αἰεὶ πόνων παραδιδόμεναι, ὥς που ὁ Πλάτων φησίν, οἰκτειράντων τῶν θεῶν τὸ ἀνθρώπειον ἐπίπονον γένος· συνήχθησαν δὲ ὑπὸ ἀνθρώπων σοφῶν, κατεστάθησαν δὲ ὑπὸ πόλεων κοινῇ κοινῷ δόγ|ματι εἰς τέρψιν καὶ ψυχαγωγίαν τῶν παρόντων. συντέλεια δὲ ἡ εἰς τὰς πανηγύρεις ἄλλη ἄλλων· παρὰ μὲν τῶν πλουσίων δαπάναι χρημάτων, παρὰ δὲ τῶν ἀρχόντων κόσμος περὶ τὴν πανήγυριν καὶ τῶν ἐπιτηδείων εὐπορία· οἱ δὲ ἀθληταὶ τῇ ῥώμῃ τῶν σωμάτων κοσμοῦσι τὴν πανήγυριν, καὶ ὅσοι γε δὴ Μουσῶν καὶ Ἀπόλλωνος ὀπαδοί, τῇ μουσικῇ τῇ παρ’ ἑαυτῶν. ἀνδρὶ δὲ περὶ λόγους ἐσπουδακότι καὶ σύμπαντα τὸν ἑαυτοῦ βίον ἀνατεθεικότι τούτοις πρέποι ἂν οἶμαι τοῖς τοιούτοις λόγοις κοσμεῖν τὴν πανήγυριν, τέχνῃ μετιόντι τὸν λόγον, ὡς μὴ κατὰ τοὺς πολλοὺς εἴη αὐτῷ γινόμενος. φέρε οὖν εἰς τοῦτο, ὁ Ἐχέκρατες, λέγωμέν σοι, ὥςπερ ὁδοῦ τινος ἀστιβοῦς τοῖς πολλοῖς ἡγεμόνες γιγνόμενοι, ἃ πάλαι παρὰ τῶν πατέρων τῆς ἡμεδαπῆς σοφίας παραλαβόντες ἔχομεν, ἐκεῖνοι δὲ καὶ οἱ ἔτι τούτων ἀνωτέρω παρ’ Ἑρμοῦ τε καὶ Μουσῶν λαβεῖν ἔφασαν οὐ μείον’ ἢ ὁ | Ἀσκραῖος ποιμὴν [ποίησιν] παρὰ τῶν αὐτῶν τούτων ἐν τῷ Ἑλικῶνι.