εἰ δὲ τοῦτʼ οὐκ ἐποίουν, ἐπῄνουν δὲ Δημοσθένη πάσας διεξιὼν αὐτοῦ τὰς ἀρετάς, ὡς μὲν ἀγαθὸς ὁ ῥήτωρ, ἔπεισα πάντως ἂν τοὺς ἀναγνωσομένους· ὡς δὲ καὶ κράτιστος πάντων τῶν πρωτευσάντων περὶ λόγους, οὐκ ἂν ἔπεισα μὴ παρατιθεὶς αὐτῷ τοὺς ἀρίστους· πολλὰ γὰρ τῶν καθʼ αὑτὰ φαινομένων καλῶν καὶ θαυμαστῶν ἑτέροις ἀντιπαρατεθέντα κρείττοσιν ἐλάττω τῆς δόξης ἐφάνη. οὕτω γέ τοι καὶ χρυσὸς ἑτέρῳ χρυσῷ παρατεθεὶς κρείττων εἴτε καὶ χείρων εὑρίσκεται καὶ πᾶν ἄλλο χειρούργημα, καὶ ὅσων ἐνέργεια τὸ τέλος. εἰ δὲ ἀχάριστον ὑπολήψεταί τις ἐν τοῖς πολιτικοῖς λόγοις τὴν ἐκ τῆς συγκρίσεως ἐξέτασιν καὶ καθʼ ἑαυτὸν ἕκαστον ἀξιώσει σκοπεῖν, οὐδὲν κωλύσει τὸ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ποιεῖν, καὶ μήτε ποίησιν ἀντεξετάζειν ἑτέρᾳ ποιήσει μήθʼ ἱστορικὴν σύνταξιν ἑτέρᾳ συντάξει μήτε πολιτείαν πολιτείᾳ μήτε νόμον νόμῳ, μὴ στρατηγὸν στρατηγῷ, μὴ βασιλεῖ βασιλέα, μὴ βίῳ βίον, μὴ δόγματι δόγμα· τοῦτο δʼ οὐκ ἄν τις συγχωρήσειε νοῦν ἔχων.