χαίρειν ἐπιστολήν τινα παρὰ σοῦ κομισθεῖσαν ἐδεξάμην εὐπαίδευτόν τε καὶ πάνυ μοι κεχαρισμένην, ἐν ᾗ γράφεις, ὅτι τὰς συντάξεις τὰς ἐμὰς ἐπιχορηγοῦντός σοι Ζήνωνος τοῦ κοινοῦ φίλου διαπορευόμενος καὶ πάνυ διατιθέμενος οἰκείως, ἐν αὐταῖς τὰ μὲν ἄλλα θαυμάζεις, ἑνὶ δὲ μέρει δυσχεραίνεις τῶν ἐν αὐταῖς κατακεχωρισμένων, τῇ Πλάτωνος κατηγορίᾳ. ὅτι μὲν οὖν σεβαστικῶς διάκεισαι πρὸς τὸν ἄνδρα, ὀρθῶς ποιεῖς· ὅτι δὲ περὶ ἡμῶν τἀναντία ὑπείληφας, οὐκ ὀρθῶς. εἰ γάρ τις ἄλλος ἐκπλήττεται ταῖς Πλατωνικαῖς ἑρμηνείαις, εὖ ἴσθι νῦν, κἀγὼ τούτων εἷς εἰμι. ὃ δὲ πέπονθα πρὸς ἅπαντας, ὅσοι τὰς αὑτῶν ἐπινοίας εἰς τὴν κοινὴν φέρουσιν ὠφέλειαν ἐπανορθοῦντες ἡμῶν βίους τε καὶ λόγους, ἐρῶ σοι, καὶ πείσω γε νὴ Δία, πιστεύων καινὸν οὐδὲν ἐρεῖν οὐδὲ παράδοξον οὐδʼ ὃ μὴ πᾶσιν ὁμοίως δοκεῖ.