Ἀλλὰ μὴν ὅτι γε καὶ μετασκευὰς δέχεται τῶν κώλων ἔνια, τοτὲ μὲν προσθήκας λαμβάνοντα οὐκ ἀναγκαίας ὡς πρὸς τὸν νοῦν, τοτὲ δὲ ἀφαιρέσεις ἀτελῆ ποιούσας τὴν διάνοιαν ἕνεκα τοῦ τὴν ἁρμονίαν ἡδεῖαν καὶ καλὴν γενέσθαι, φανερόν. τίς γὰρ οὐκ ἂν ὁμολογήσειεν ἐν τῷ τοῦ Δημοσθένους τῷ ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ οὐχὶ τοῦ ἀναγκαίου χάριν προσκεῖσθαι τὸ μηδὲ τοξεύῃ , ἀλλ’ ἵνα τὸ τελευταῖον κῶλον τὸ κἂν μήπω βάλλῃ τραχύτερον τοῦ δέοντος ὂν καὶ οὐχ ἡδὺ ἀκουσθῆναι τῇ προσθήκῃ ταύτῃ γένηται χαριέστερον; καὶ ἔτι ἐν τῷ ἐπιταφίῳ τοῦ Πλάτωνος, ἔνθα φησίν· ἔργων γὰρ εὖ πραχθέντων λόγῳ καλῶς ῥηθέντι μνήμη καὶ κόσμος γίνεται τοῖς πράξασι παρὰ τῶν ἀκουσάντων · ἐνταῦθα γὰρ τὸ παρὰ τῶν ἀκουσάντων παραπλήρωμα τῆς λέξεως πρὸς οὐδὲν ἀναγκαῖον λέγεται, ἀλλ’ ἵνα τὸ τελευταῖον κῶλον τοῖς πράξασι πάρισόν τε καὶ ἐφάμιλλον τοῖς πρὸ αὐτοῦ γένηται. καὶ δὴ καὶ τὸ τοῦ Αἰσχίνου ἐπὶ σεαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ τὴν δημοκρατίαν καλεῖς , τρίκωλον πάνυ ἐπαινούμενον, τῆς αὐτῆς ἰδέας ἔχεται· ὃ γὰρ οἷόν τε ἦν ἑνὶ κώλῳ περιληφθῆναι τόνδε τὸν τρόπον ἐπὶ σεαυτὸν καὶ τοὺς νόμους καὶ τὴν δημοκρατίαν καλεῖς , τοῦτο εἰς τρία διῄρηται. τῆς μὲν δὴ προσθέσεως ἐν τοῖς κώλοις οὗτος ὁ τρόπος· τῆς δὲ ἀφαιρέσεως, ὅταν τῶν ἀναγκαίων τι λεχθῆναι λυπεῖν μέλλῃ καὶ διοχλεῖν τὴν ἀκρόασιν, ἀφαιρεθὲν χαριεστέραν ποιεῖ τὴν ἁρμονίαν· οἷα ἐστὶν ἐν μὲν τοῖς μέτροις τὰ Σοφόκλεια ταυτί· Μύω τε καὶ δέδορκα κἀξανίσταμαι, πλέον φυλάσσων αὐτὸς ἢ φυλάσσομαι· ἐνταυθοῖ γὰρ ὁ δεύτερος στίχος ἐκ δυεῖν σύγκειται κώλων οὐχ ὅλων· τελεία γὰρ ἡ λέξις ἦν οὕτως ἐξενεχθεῖσα· πλεῖον φυλάσσων αὐτὸς ἑτέρους ἢ φυλασσόμενος ὑφ’ ἑτέρων · τὸ δὲ μέτρον ἠδικεῖτο, καὶ οὐκ ἂν ἔσχεν ἣν νυνὶ χάριν ἔχει. ἐν δὲ τοῖς πεζοῖς λόγοις τὰ τοιαῦτα· ἐγὼ δ’ ὅτι μέν τινων κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν ἀτέλειαν τῶν ἀδίκων ἐστίν, ἐάσω · μεμείωται γὰρ κἀνταῦθα τῶν πρώτων δυεῖν κώλων ἑκάτερον· αὐτοτελῆ δὲ ἂν ἦν, εἴ τις αὐτὰ οὕτως ἐξήνεγκεν· ἐγὼ δ’ ὅτι μέν τινων κατηγοροῦντα ὡς οὐκ ἐπιτήδειοι ἔχειν τὴν ἀτέλειαν, πάντας ἀφαιρεῖσθαι καὶ τοὺς δικαίως αὐτῆς τυχόντας τῶν ἀδίκων ἐστίν, ἐάσω · ἀλλ’ οὐκ ἐδόκει τῷ Δημοσθένει πλείονα ποιεῖσθαι πρόνοιαν τῆς ἀκριβείας τῶν κώλων ἢ τῆς εὐρυθμίας. Τὰ δ’ αὐτὰ εἰρήσθω μοι καὶ περὶ τῶν καλουμένων περιόδων· καὶ γὰρ ταύτας χρὴ ταῖς τε προηγουμέναις καὶ ταῖς ἑπομέναις οἰκείως συναρμόττειν, ὅταν ἐν περιόδοις προσήκῃ τὸν λόγον ἐκφέρειν. οὐ γὰρ δὴ πανταχῇ γε τὸ ἐμπερίοδον χρήσιμον.