Ἡ μὲν δὴ περὶ τὴν ἁρμογὴν τῶν κώλων θεωρία τοιαύτη· ἡ δὲ περὶ τὸν σχηματισμὸν ποταπή; οὐκ ἔστιν εἷς τρόπος τῆς ἐκφορᾶς ἁπάντων τῶν νοημάτων, ἀλλὰ τὰ μὲν ὡς ἀποφαινόμενοι λέγομεν, τὰ δ’ ὡς πυνθανόμενοι, τὰ δ’ ὡς εὐχόμενοι, τὰ δ’ ὡς ἐπιτάττοντες, τὰ δ’ ὡς διαποροῦντες, τὰ δ’ ὡς ὑποτιθέμενοι, τὰ δὲ ἄλλως πως σχηματίζοντες· οἷς ἀκολούθως καὶ τὴν λέξιν πειρώμεθα σχηματίζειν. πολλοὶ δὲ δή που σχηματισμοὶ καὶ τῆς λέξεως εἰσίν, ὥσπερ καὶ τῆς διανοίας· οὓς οὐχ οἷόν τε κεφαλαιωδῶς περιλαβεῖν. οὐ γὰρ δὴ τὸ αὐτὸ δύναται ποιεῖν τὸ αὐτὸ κῶλον οὕτω σχηματισθὲν ἢ οὕτως. ἐρῶ δὲ ἐπὶ παραδείγματος· εἰ τοῦτον ἐξήνεγκε τὸν τρόπον ὁ Δημοσθένης τὴν λέξιν ταύτην ταῦτ’ εἴπας ἔγραψα· γράψας δὲ ἐπρέσβευσα· πρεσβεύσας δὲ ἔπεισα Θηβαίους , ἄρ’ οὕτως ἂν συνέκειτο χαριέντως, ὡς νῦν σύγκειται καὶ οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ· οὐδὲ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ· οὐδὲ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θηβαίους ;