Μία μὲν δὴ θεωρία τῆς συνθετικῆς ἐπιστήμης ἡ περὶ αὐτὰ τὰ πρῶτα μόρια καὶ τὰ στοιχεῖα τῆς λέξεως ἥδε· ἑτέρα δὲ ἡ περὶ τὰ κῶλα, ποικιλωτέρας δεομένη πραγματείας καὶ μείζονος· καὶ γὰρ ταῦτα ἁρμόσαι πρὸς ἄλληλα δεῖ, ὥστε οἰκεῖα φαίνεσθαι καὶ φίλα· καὶ σχηματίσαι ὡς ἂν ἐνδέχηται κράτιστα, προκατασκευάσαι τε εἴ πού τι δέοι μειώσει καὶ πλεονασμῷ καὶ εἰ δή τινι ἄλλῃ κατασκευῇ. τούτων δ’ ἕκαστα ἡ πεῖρα αὐτὴ διδάσκει· πολλάκις γὰρ τουτὶ τὸ κῶλον τούτου μὲν προτεθὲν ἢ ἐπὶ τούτῳ τεθὲν εὐστομίαν τινὰ ἐμφαίνει καὶ σεμνότητα, ἑτέραν δέ τινα συζυγίαν λαβὸν ἄχαρι φαίνεται καὶ ἄσεμνον· οἷον τὸ τοῦ Θουκυδίδου ἡμεῖς τε, ὦ Λακεδαιμόνιοι, ἡμῶν ἡ ἐλπίς, δεδίαμεν, μὴ οὐ βέβαιοι ἦτε εἴ τις μεθαρμόσας οὕτως ἐρεῖ ἡμεῖς τε, ὦ Λακεδαιμόνιοι, δεδίαμεν, μὴ οὐ βέβαιοι ἦτε, ἡμῶν ἡ ἐλπίς , οὐ τὴν αὐτὴν χάριν ἢ τὸ αὐτὸ πάθος φυλάξει· καὶ τὸ τοῦ Δημοσθένους τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι, τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφῃ εἴ τις μεταθεὶς ἐρεῖ ὁμολογῶν οὖν ἔννομον εἶναι τὸ λαβεῖν τὰ διδόμενα, παρανόμων γράφῃ τὸ τούτων χάριν ἀποδοῦναι , οὐχ ὁμοίως ἔσται δικανικὴ καὶ στρογγύλη ἡ περίοδος.