τὸ δὲ αὐτὸ δύναται καὶ ἡ πεζὴ λέξις παθεῖν τῇ ἐμμέτρῳ· μενόντων γὰρ τῶν αὐτῶν ὀνομάτων, ἀλλαττομένης δὲ τῆς συνθέσεως, καταφανὲς τὸ ἐν αὐτῇ ἄμουσόν τε καὶ ἀκαλλώπιστον· οἷον Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δὲ Ἀλυάττεω, τύραννος δὲ ἐθνῶν τῶν ἐντὸς Ἅλυος ποταμοῦ · εἰ γὰρ ὑπαλλάξεις, ἔφθαρται ἡ σύνθεσις· οἷον Κροῖσος ἦν Ἀλυάττου μὲν παῖς, γένος δὲ Λυδός, τύραννος δὲ τῶν ἐντὸς Ἄλυος ποταμοῦ ἐθνῶν". ὅτι τοίνυν μείζονα ἰσχὺν ἔχει τῆς ἐκλογῆς ἡ σύνθεσις, φανερόν. καί μοι οὐ δοκεῖ τις ἁμαρτεῖν εἰκάσας αὐτὴν τῇ Ὁμηρικῇ Ἀθηνᾷ· ἐκείνη τε γὰρ τὸν Ὀδυσσέα τὸν αὐτὸν ὄντα ἄλλοτε ἀλλοῖον ἐποίει φαίνεσθαι· τοτὲ μὲν μικρὸν καὶ ῥυσὸν καὶ αἰσχρὸν πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι, τοτὲ δὲ τῇ αὐτῇ ῥάβδῳ πάλιν ἐφαψαμένη μείζονά τ’ εἰσιδέειν καὶ πάσσονα θῆκεν ἰδέσθαι, καδ δὲ κάρητος οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας. αὐτή τε τὰ αὐτὰ λαμβάνουσα ὀνόματα τοτὲ μὲν ἄμορφα καὶ ταπεινὰ καὶ πτωχὰ ποιεῖ φαίνεσθαι τὰ νοήματα, τοτὲ δ’ ὑψηλὰ καὶ πλούσια καὶ ἁδρὰ καὶ καλά. καὶ τοῦτ’ ἦν σχεδὸν ᾧ μάλιστα διαλλάττει ποιητής τε ποιητοῦ καὶ ῥήτωρ ῥήτορος, τὸ συντιθέναι δεξιῶς τὰ ὀνόματα.