<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0081.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg013.1st1K-grc1" n="26"><p rend="indent">Περὶ δὲ τῆς ἐμμελοῦς καὶ ἐμμέτρου συνθέσεως τῆς ἐχούσης πολλὴν ὁμοιότητα
          πρὸς τὴν πεζὴν λέξιν, πρώτη μέν ἐστιν αἰτία κἀνταῦθα ἡ τῶν ὀνομάτων ἁρμογή·
          δευτέρα δὲ ἡ τῶν κώλων σύνθεσις· τρίτη δὲ ἡ τῶν περιόδων ἐμμετρία. τὸν δὴ
          βουλόμενον ἐν τούτῳ τῷ μέρει κατορθοῦν δεῖ τὰ τῆς λέξεως μόρια * * * συμμέτρως
          μὴ συναπαρτίζοντα τοῖς στίχοις, ἀλλὰ διατέμνοντα τὸ
          <pb facs="uc1.c020256950-1583112705_0198"/>μέτρον, ἄνισά τε ποιεῖν αὐτὰ
          καὶ ἀνόμοια· πολλάκις δὲ καὶ εἰς κόμματα συνάγειν βραχύτερα κώλων· τάς τε
          περιόδους μήτε ἰσομεγέθεις μήτε ὁμοιοσχήμονας τὰς γοῦν παρακειμένας ἀλλήλαις
          ἐργάζεσθαι· ἔγγιστα γὰρ φαίνεται λόγοις τὸ περὶ τοὺς ῥυθμοὺς καὶ τὰ μέτρα
          πεπλανημένον· παράδειγμα τούτων
            <quote type="blockquote"><lb/>Αὐτὰρ ὅ γ’ ἐγ λιμένος προσέβη τρηχεῖαν ἀταρπόν·</quote><lb/>
          ἕν μὲν δὴ τοῦτο κῶλον. ἕτερον δέ
            <quote type="blockquote"><lb/>χῶρον ἀν’ ὑλήεντα</quote>
          <lb/>ἔλαττόν τε τοῦ προτέρου, καὶ δίχα τέμνον τὸν στίχον· τρίτον δέ
            <quote type="blockquote"><lb/>δι’ ἄκριας</quote>
          <lb/>κομμάτιον· τέταρτον δέ
            <quote type="blockquote"><lb/>οἷ οἱ Ἀθήνη
          <lb/>
          <lb/>πέφραδε δῖον ὑφορβόν</quote>
          <lb/>ἐξ ἡμιστιχίων δύο· ἔπειτα τὸ τελευταῖον
            <quote type="blockquote"><lb/>ὅ οἱ βιότοιο μάλιστα
          <lb/>κήδετο οἰκήων· οὕς κτήσατο δῖος Ὀδυσσεύς</quote>
          <lb/>ἀτελῆ μὲν τὸν τρίτον ποιοῦν στίχον, τοῦ δὲ τετάρτου τῇ προσθήκῃ τὴν
          ἀκρίβειαν ἀφῃρημένον. τὰ δ’ αὐτὰ νοητέον κἀν τοῖς ἰαμβικοῖς καὶ τοῖς ἄλλοις
          μέτροις· ὧν παρὰ τοῖς τραγικοῖς μυρία τὰ παραδείγματα.</p><p rend="indent">Τοιαῦτα δ’ ἐστὶ τὰ ὅμοια
          τοῖς καλοῖς λόγοις μέτρα καὶ μέλη, διὰ ταύτας γινόμενα τὰς αἰτίας.
          <pb facs="uc1.c020256950-1583112705_0201"/></p></div></div></body></text></TEI>