Ἡ δὲ τρίτη καὶ μέση τῶν εἰρημένων ἁρμονιῶν σχῆμα μὲν ἴδιον οὐδὲν ἔχει, κεκέρασται δὲ ὡς ἐξ ἐκείνων μετρίως. καὶ ἔστιν ἐκλογή τις τῶν ἐν ἑκατέρᾳ κρατίστων. ὧν αὕτη δοκεῖ μοι τὰ πρωτεῖα ἐπιτηδεία εἶναι φέρεσθαι, ἐπειδὴ μεσότης μέν τις ἐστί· μεσότης δὲ ἡ ἀρετὴ καὶ βίων καὶ ἔργων. ὁρᾶται δὲ οὐ κατὰ ἀπαρτισμόν, ἀλλὰ ἐν πλάτει, καὶ τὰς εἰδικὰς ἔχει διαφορὰς πολλάς· οἵ τε χρησάμενοι αὐτῇ οὐ τὰ αὐτὰ πάντες οὐδ’ ὁμοίως ἐπετήδευσαν. Κορυφὴ μὲν οὖν ἀπάντων καὶ σκοπός, ἐξ οὗ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα καὶ πᾶσαι κρῆναι, δικαίως ἂν Ὅμηρος λέγοιτο· πᾶς γὰρ αὐτῷ τόπος, ὅτου τις ἂν ἅψοιτο, ταῖς τε αὐστηραῖς καὶ ἀνθηραῖς ἁρμονίαις εἰς ἄκρον διαπεποίκιλται. τῶν δὲ ἄλλων ὅσοι τὴν αὐτὴν μεσότητα ἐπετήδευσαν, ὕστεροι μέντοι Ὁμήρου μακρῷ παρ’ ἐκεῖνον ἐξεταζόμενοι φαίνοιντ’ ἄν· καθ’ ἑαυτοὺς δὲ εἰ θεωροίη τις αὐτούς, ἀξιοθέατοι· μελοποιῶν μὲν Στησίχορός τε καὶ Ἀλκαῖος, τραγῳδοποιῶν δὲ Σοφοκλῆς, συγγραφέων δὲ Ἡρόδοτος, ῥητόρων δὲ Δημοσθένης, φιλοσόφων δὲ κατ’ ἐμὴν δόξαν Δημόκριτός τε καὶ Πλάτων καὶ Ἀριστοτέλης. τούτων γὰρ ἑτέρους εὑρεῖν ἀμήχανον ἄμεινον κεράσαντας τοὺς λόγους.