Ἔτι καταλείπεται ἡμῖν ὁ περὶ τοῦ πρέποντος λόγος. πρέπον δέ ἐστι τὸ τοῖς ὑποκειμένοις ἁρμόττον προσώποις καὶ πράγμασιν. ὥσπερ γὰρ ἔστι τις ἐκλογὴ νοημάτων ἣ μὲν πρέπουσα τοῖς ὑποκειμένοις, ἣ δὲ ἀπρεπής, οὕτω δή που καὶ σύνθεσις· οὐ γὰρ ὁμοίᾳ συνθέσει χρώμεθα ὀργιζόμενοι καὶ χαίροντες, οὐδὲ ὀλοφυρόμενοι καὶ φοβούμενοι, οὐδ’ ἐν ἄλλῳ τινὶ πάθει ὄντες· καὶ μὴν καὶ οἱ αὐτοὶ ἄνθρωποι ἐν τῇ αὐτῇ καταστάσει τῆς ψυχῆς ὄντες, ὅταν ἀπαγγέλλωσι πράγματα οἷς ἂν παραγενόμενοι τύχωσιν, οὐχ ὁμοίᾳ χρῶνται συνθέσει περὶ πάντων· ἀλλὰ καὶ μιμητικοὶ γίνονται τῶν ἀπαγγελλομένων, οὐδὲν ἐπιτηδεύοντες, ἀλλὰ φυσικῶς ἐπὶ τοῦτο ἀγόμενοι. ταῦτα δὲ δεῖ παρατηροῦντα τὸν ἀγαθὸν ποιητὴν καὶ ῥήτορα μιμητικὸν εἶναι τῶν πραγμάτων ὑπὲρ ὧν ἂν τοὺς λόγους ἐκφέροι, μὴ μόνον κατὰ τὴν ἐκλογὴν τῶν ὀνομάτων, ἀλλὰ καὶ κατὰ τὴν σύνθεσιν. ὃ ποιεῖν εἴωθεν Ὅμηρος, καίπερ μέτρον ἔχων καὶ ῥυθμοὺς ὀλίγους, ἀλλ’ ὅμως ἀεί τι καινουργῶν ἐν αὐτοῖς καὶ φιλοτεχνῶν, ὥστε μηδὲν ἡμῖν διαφέρειν γινόμενα τὰ πράγματα ἢ λεγόμενα ὁρᾶν. οἷον Καὶ μὴν καὶ Σίσυφον εἶδον κρατέρ’ ἄλγε’ ἔχοντα, λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν· ἤτοι ὃ μὲν σκηριπτόμενος χερσί τε ποσίν τε λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἐνταῦθα γὰρ ἡ σύνθεσίς ἐστιν ἡ δηλοῦσα τῶν γινομένων ἕκαστον· τὸ βάρος τοῦ πέτρου, τὴν ἐπίπονον ἐκ τῆς γῆς κίνησιν, τὸν διερειδόμενον τοῖς κώλοις, τὸν ἀναβαίνοντα πρὸς τὸν ὄχθον, τὴν μόλις ἀνωθουμένην πέτραν· γέγονε δὲ παρὰ τὸ ἐν τοῖς δυσὶ στίχοις οἷς ἀνακυλίει τὴν πέτραν, ἔξω δυεῖν ῥημάτων τὰ λοιπὰ τῆς λέξεως μόρια πάντ’ ἐστὶν ἤτοι δισύλλαβα ἢ μονοσύλλαβα· ἔπειτα τῷ ἡμίσει πλείους εἰσὶν αἱ μακραὶ συλλαβαὶ τῶν βραχειῶν, καὶ διαβεβήκασι πᾶσαι αἱ τῶν ὀνομάτων ἁρμονίαι καὶ διεστήκασιν αἰσθητῶς, ἢ τῶν φωνηέντων συγκρουομένων ἢ τῶν ἡμιφώνων τε καὶ ἀφώνων· ῥυθμοῖς τε καὶ δακτύλοις καὶ σπονδείοις σύγκειται. αἱ μὲν οὖν μονοσύλλαβοι καὶ δισύλλαβοι λέξεις, πολλοὺς τοὺς μεταξὺ χρόνους ἀλλήλων ἀπολείπουσαι, τὸ χρόνιον ἐμιμήσαντο τοῦ ἔργου· αἱ δὲ μακραὶ συλλαβαὶ στηριγμούς τινας ἔχουσαι καὶ ἐγκαθίσματα τὴν ἀντιτυπίαν καὶ τὸ βαρὺ καὶ τὸ μόλις· τὸ δὲ μεταξὺ τῶν ὀνομάτων ψύγμα καὶ ἡ τῶν τραχυνόντων γραμμάτων παράθεσις τὰ διαλείμματα τῆς ἐνεργείας καὶ τὰς ἐποχὰς καὶ τὸ τοῦ μόχθου μέγεθος· οἱ ῥυθμοὶ δ’ ἐν μήκει θεωρούμενοι τὴν διέκτασιν τῶν μελῶν καὶ τὸν διελκυσμὸν τοῦ κυλίοντος καὶ τὴν τοῦ πέτρου ἔρεισιν. καὶ ὅτι ταῦτα οὐ φύσεως ἐστιν αὐτοματιζούσης ἔργα, ἀλλὰ τέχνης μιμήσασθαι πειρωμένης τὰ γινόμενα, τὰ ἑξῆς δηλοῖ· τὴν γὰρ ἀπὸ τῆς κορυφῆς ἐπιστρέφουσαν πάλιν καὶ κατακυλιομένην πέτραν οὐ τὸν αὐτὸν ἡρμήνευκε τρόπον, ἀλλ’ ἐπιταχύνας καὶ συστρέψας τὴν σύνθεσιν· προειπὼν γὰρ ἐν τῷ αὐτῷ σχήματι ἀλλ’ ὅτε μέλλοι ἄκρον ὑπερβαλέειν, ἐπιτίθησι τοῦτο τότ’ ἐπιστρέψασκε κραταιὶς αὖτις· ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής· οὐχὶ συγκυλίεται τῷ βάρει τῆς πέτρας ἡ τῶν ὀνομάτων σύνθεσις, μᾶλλον δὲ ἔφθακε τὴν τοῦ λίθου φορὰν τὸ τῆς ἀπαγγελίας τάχος; μονοσύλλαβον μὲν γὰρ οὐδεμίαν, δισυλλάβους δὲ δύο μόνας ἔχει λέξεις· καὶ οὐ διίστησι τοὺς χρόνους ἀλλ’ ἐπιταχύνει· καὶ πλείους τῶν μακρῶν αἱ βραχεῖαι· καὶ οὔτε φωνήεντα διιστῶσιν ἀλλήλων τὰ ὀνόματα οὔτε ἡμιφώνῳ ἡμίφωνον ἢ ἄφωνον παράκειται, ἃ τραχύνει τὸν λόγον· ἀλλὰ συνολισθαίνουσιν ἀλλήλαις καὶ συγκαταφέρονται, καὶ τρόπον τινὰ μία ἐξ ἁπασῶν γίνεται διὰ τὴν τῶν ἁρμονιῶν ἀκρίβειαν· καὶ ῥυθμὸς οὐδεὶς σπονδεῖος ἐν αὐτοῖς.