Εἰρηκὼς δὴ καὶ περὶ τῶν ῥυθμῶν, ἐπὶ τὸ τρίτον θεώρημα τὴν μεταβολὴν μεταβήσομαι. Λέγω δ’ οὐ τὴν ἐκ τῶν κρειττόνων ἐπὶ τὰ χείρω, ἀλλὰ τὴν ἐν τοῖς ὁμοειδέσι ποικιλίαν. κόρον γὰρ ἔχει καὶ τὰ καλὰ πάντα ὥςπερ καὶ τὰ ἡδέα ὄντα ἐν τῇ ταὐτότητι, ποικιλλόμενα δὲ ταῖς μεταβολαῖς ἀεὶ καινὰ μένει. τοῖς μὲν οὖν τὰ μέτρα καὶ τὰ μέλη γράφουσιν οὐχ ἅπαντα ἔξεστι μεταβάλλειν οὐδ’ ἐρ’ ὅσον βούλονται. αὐτίκα τοῖς μὲν ἐποποιοῖς μέτρον οὐκ ἔξεστι μεταβάλλειν, ἀλλ’ ἀνάγκη πάντας εἶναι τοὺς στίχους ἑξαμέτρους· οὐδέ γε ῥυθ μόν, ἀλλὰ τοῖς ἀπὸ μακρᾶς ἀρχομένοις συλλαβῆς χρήσονται. τοῖς δὲ τὰ μέλη γράφουσι τὸ μὲν τῶν στρο- φῶν τε καὶ ἀντιστρόφων οὐχ οἷόν τε ἀλλάξαι μέλος· ἀλλ’ ἐάν τ’ ἐναρμονίους ἐάν τε χρωματικὰς ἐάν τε διατόνους ὑποθῶνται μελῳδίας, ἐν πάσαις δεῖ ταῖς στροφαῖς καὶ ἀντιστρόφοις τὰς αὐτὰς ἀγωγὰς φυλάττειν· περὶ δὲ τὰς καλουμένας ἐπῳδοὺς ἀμφότερα κινεῖν ταῦτα ἔξεστι, τό τε μέλος καὶ τὸν ῥυθμὸν τά τε κῶλα ἐξ ὧν συνέστηκε περίοδος ἑκάστη, ἄλλοτε ἄλλα μεγέθη καὶ σχήματα αὐτοῖς περιτιθέντας. Οἱ μὲν οὖν ἀρχαῖοι μελοποιοί, λέγω Ἀλκαῖόν τε καὶ Σαπφώ, μικρὰς ἐποιοῦντο στροφάς, ὥςτ’ ἐν ὀλίγοις τοῖς κώλοις οὐ πολλὰς εἰσῆγον μεταβολάς· οἱ δὲ περὶ Στησίχορόν τε καὶ Πίνδαρον μείζους ἐργασάμενοι τὰς περιόδους εἰς πολλὰ μέτρα καὶ κῶλα διένειμαν αὐτὰς μεαβολῆς ἔρωτι. οἱ δέ γε διθυραμβοποιοὶ χαὶ τοὺς τρόπους μετέβαλλον, Δωρίους τε καὶ Φρυγίους καὶ Λυδίους ἐν τῷ αὐτῷ ᾄσματι ποιοῦντες· καὶ τὰς μελῳδίας ἐξήλλαττον, τοτὲ μὲν ἐναρμονίους ποιοῦντες, τοτὲ δὲ χρωματικάς, τοτὲ δὲ διατόνους. ἡ δὲ πεζὴ λέξις ἅπασαν ἐλευθερίαν ἔχει ποικίλλειν ταῖς μεταβολαῖς τὴν σύνθεσιν ὅπως βούλεται. Καὶ ἔστι λέξις κρατίστη πασῶν, ἥ τις ἂν ἔχοι πλείστας ἀναπαύλας τε καὶ μεταβολὰς ἐναρμονίους, ὅταν τουτὶ μὲν ἐν περιόδῳ λέγηται, τουτὶ δ’ ἔξω περιόδου, καὶ ἥδε μὲν ἡ περίοδος ἐκ πλειόνων πλέκηται κώλων, ἥδε δ’ ἐξ ἐλαττόνων, αὐτῶν δὲ τῶν κώλων τὸ μὲν βραχύτερον ιιἦ, τὸ δὲ μακρότερον, καὶ τὸ μὲν γοργότερον, τὸ δὲ βραδύτερον, ῥυθμοί τε ἄλλοτε ἄλλοι, καὶ σχήματα παντοῖα, καὶ τάσεις φωνῆς αἱ καλούμεναι προσῳδίαι διάφοροι, κλέπτουσαι τῇ ποικιλίᾳ τὸν κόρον. ἔχει δὲ χάριν τὸ οὕτω συγκείμενον, ὥστε μὴ συγκεῖσθαι δοκεῖν. παράδειγμα δὲ τῆς τοιαύτης μεταβολῆς ποιοῦμαι πᾶσαν μὲν τὴν Ἡροδότου λέξιν, πᾶσαν δὲ τὴν Πλάτωνος, πᾶσαν δὲ τὴν Δημοσθένους· ἀδύνατον γὰρ εὑρεῖν τούτων ἑτέρους ἐπεισοδίοις τε πλείοσι καὶ ποικιλίαις εὐκαιροτέροις καὶ σχήμασι πολυειδεστέροις χρησαμένους· λέγω δὲ τὸν μὲν ὡς ἐν ἱστορίας σχήματι, τὸν δ’ ὡς ἐν διαλόγων χάριτι, τὸν δ’ ὡς ἐν λόγων ἐναγωνίων χρείᾳ. ἀλλ’ οὐχ ἡ Ἰσοκράτους καὶ τῶν ἐκείνου γνωρίμων αἵρεσις ὁμοία ταύταις ἦν· ἀλλὰ καίπερ ἡδέως καὶ μεγαλοπρεπῶς πολλὰ συνθέντες οἱ ἄνδρες οὗτοι περὶ τὰς μεταβολὰς καὶ τὴν ποικιλίαν οὐ πάνυ εὐτυχοῦσιν· ἀλλ’ ἔστι παρ’ αὐτοῖς κύκλος τις, ὁμοειδὴς σχημάτων τάξις, φυλακὴ συμπλοκῆς φωνηένων ἡ αὐτή, ἄλλα πολλὰ τοιαῦτα κόπτοντα τὴν ἀκρόασιν. καὶ αὐτῷ μὲν ἴσως τῷ Ἰσοκράτει πολλαὶ χάριτες ἐπήνθουν ἄλλαι ταύτην ἐπικρύπτουσαι τὴν ἀμορφίαν, παρὰ δὲ τοῖς μετ’ ἐκεῖνον ἀπ’ ἐλαττόνων τῶν ἄλλων κατορθωμάτων περιφανέστερον γίνεται τοῦτο τὸ ἁμάρτημα.