ἔνθέν τοι καὶ Θουκυδίδης ἀξιωματικῶς συγκεῖσθαι τὴν ἐν τῷ ἐπιταφίῳ λέξιν βουλόμενος οὕτω φησίν· Οἱ μὲν πολλοὶ τῶν ἐνθάδε ἤδη εἰρηκότων ἐπαινοῦσι τὸν προσθέντα τῷ νόμῳ τὸν λόγον τόνδε, ὡς καλὸν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις ἀγορεύεσθαι αὐτόν’· διόλου γὰρ ταυτὶ τὰ κῶλα ἐκ σπονδείων καὶ ἀναπαίστων καὶ κρητικῶν εἴτ’ οὖν ἀμφιμάκρων καὶ δακτύλων καὶ τῶν τοιούτων ἃ τὴν σεμνότητα ποιεῖ σύγκειται. καὶ μυρία τοιαῦτα καὶ παρὰ Πλάτωνι ἔστιν εὑρεῖν. ὁ γὰρ ἀνὴρ ἐμμέλειάν τε καὶ εὐρυθμίαν συνιδεῖν δαιμονιώτατος· καὶ εἴ γε δεινὸς ἦν οὕτως ἐκλέξαι τὰ ὀνόματα, ὡς συνθεῖναι περιττός, καὶ νύ κεν ἢ παρήλασεν ἂν τὸν Δημοσθένην κάλλος ἑρμηνείας ἢ ἀμφήριστον ἔθηκε. νῦν δὲ περὶ μὲν τὴν ἐκλογὴν ἔστιν ὅτε διαμαρτάνει, καὶ μάλιστα ἐν οἷς ἂν τὴν ὑψηλὴν καὶ περιττὴν καὶ ἐγκατάσκευον διώκῃ φράσιν· συντίθησι δὲ τὰ ὀνόματα καὶ ἡδέως καὶ καλῶς νὴ Δία, καὶ οὐκ ἄν τις αὐτὸν ἔχοι κατὰ τοῦτο μέμψασθαι τὸ μέρος. ὁ δὲ Δημοσθένης ὅρος τίς ἐστιν ἐκλογῆς τε ὀνομάτων καὶ κάλλους συνθέσεως.