Πολλὰ δὲ καὶ παρὰ τῶν ἔμπροσθεν λαμβάνουσιν ὡς ἐκεῖνοι κατεσκεύασαν, ὅσα μιμητικὰ τῶν πραγμάτων ἐστίν, ὡς ἔχει ταυτί· Ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο. Αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο. Αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος. Σκέπτετ’ ὀιστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων. μεγάλη δὲ τούτων ἀρχὴ καὶ διδάσκαλος ἡ φύσις, ἡ ποιοῦσα μιμητικοὺς καὶ θετικοὺς ἡμᾶς τῶν ὀνομάτων, οἷς δηλοῦται τὰ πράγματα κατά τινας εὐλόγους καὶ κινητικὰς τῆς διανοίας ὁμοιότητας· ὑφ’ ὧν ἐδιδάχθημεν ταύρων τε μυκήματα λέγειν καὶ χρεμετισμοὺς ἵππων καὶ φριμαγμοὺς τράγων, πυρός τε βρόμον καὶ πάταγον ἀνέμων καὶ συριγμὸν κάλων καὶ ἄλλα τούτοις ὅμοια, τὰ μὲν φωνῆς μιμήματα, τὰ δὲ μορφῆς, τὰ δὲ ἔργων, τὰ δὲ πάθους, τὰ δὲ κινήσεως, τὰ δ’ ἠρεμίας, τὰ δ’ ἄλλου τινός. Τί δὴ τὸ κεφάλαιον τοῦ λόγου; ὅτι παρὰ μὲν τὰς τῶν γραμμάτων συμπλοκὰς ἡ τῶν συλλαβῶν γίνεται σύνθεσις ποικίλη, παρὰ δὲ τὴν τῶν συλλαβῶν σύνθεσιν ἡ τῶν ὀνομάτων φύσις παντοδαπή, παρὰ δὲ τὰς τῶν ὀνομάτων ἁρμονίας πολύμορφος ὁ λόγος· ὥστε πολλὴ ἀνάγκη καλὴν μὲν εἶναι λέξιν ἐν ᾗ καλά ἐστιν ὀνόματα· κάλλους δὲ ὀνομάτων συλλαβάς τε καὶ γράμματα καλὰ αἴτιον εἶναι· ὁμοίως δὲ καὶ ἡδεῖαν διάλεκτον ἐκ τούτων ἡδυνόντων γίνεσθαι. Ὅμηρος γοῦν ὅταν μὲν ὥραν ὄψεως εὐμόρφου ἐπιδείξασθαι βούληται, τῶν τε φωνηέντων τοῖς κρατίστοις χρήσεται καὶ τῶν ἡμιφώνων τοῖς μαλακωτάτοις· καὶ οὐ καταπυκνώσει τοῖς ἀφώνοις τὰς συλλαβὰς οὐδὲ συγκόψει τοὺς ἤχους παρατιθεὶς ἀλλήλοις τὰ δυσέκφορα· πραεῖαν δέ τινα ποιήσει τὴν ἁρμονίαν τῶν γραμμάτων καὶ ῥέουσαν ἀλύπως διὰ τῆς ἀκοῆς, ὡς ἔχει ταυτί· Ἡ δ’ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια, Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσῇ Ἀφροδίτῃ. Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα. Καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς γῆμεν ἑὸν διὰ χαλλος, ἐπεὶ πόρε μυρία ἕδνα. ὅταν δ’ οἰκτρὰν ἢ φοβερὰν ἢ ἀγέρωχον ὄψιν εἰσάγῃ, τῶν φωνηέντων οὐ τὰ κράτιστα θήσει’, ἀλλὰ τῶν ψοφοειδῶν ἢ ἀφώνων τὰ δυσεκφορώτατα· καὶ καταπυκνώσει τούτοις τὰς συλλαβάς· Σμερδαλέος δ’ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ. Τῇ δ’ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο δεινὸν δερκομένη· περὶ δὲ Δεῖμός τε Φόβος τε. ποταμῶν δέ γε σύρρυσιν εἰς χωρίον ἓν καὶ πάταγον ὑδάτων ἀναμισγομένων ἐκμιμήσασθαι τῇ λέξει βουλόμενος οὐκέτι λείας συλλαβάς, ἀλλ’ ἰσχυρὰς καὶ ἀντιτύπους θήσει· Ὡς δ’ ὅτε χείμαρροι ποταμοὶ κατ’ ὄρεσφι ῥέοντες ἐς μισγάγκειαν συμβάλλετον ὄμβριμον ὕδωρ· καὶ μυρία τοιαῦτα. εἰ μὲν οὖν ἐγχωροίη πάντ’ εἶναι τὰ μόρια τῆς λέξεως, ὑφ’ ὧν μέλλει δηλοῦσθαι τὸ πρᾶγμα, εὔφωνά τε καὶ καλλιρρήμονα, μανίας ἔργον ζητεῖν τὰ χείρω· εἰ δὲ ἀδύνατον εἴη τοῦτο, ὥςπερ ἐπὶ πολλῶν ἔχει, τῇ πλοκῇ καὶ μίξει καὶ παραθέσει πειρατέον ἀφανίζειν τὴν τῶν χειρόνων φύσιν· καὶ γὰρ καὶ τὰ ἐν τῇ Βοιωτίᾳ ὀνόματα Ὑρία καὶ Μυκαλησσὸς καὶ Γραία καὶ Ἐτεωνὸς καὶ τὰ τοιαῦτα οὐδεμίαν ἔχει καλλιλογίαν· ἀλλ’ οὕτως αὐτὰ καλῶς Ὅμηρος συνύφαγκε καὶ παραπληρώμασιν εὐφώνοις διείληφεν, ὥςτε μεγαλοπρεπέστερα φαίνεσθαι πάντων ὀνομάτων.