Ἐκ δὴ τῶν γραμμάτων τούτων αἱ καλούμεναι γίνονται συλλαβαί. τούτων δὲ εἰσὶ μακραὶ μὲν ὅσαι συνεστήκασιν ἐκ φωνηέντων μακρῶν ἢ διχρόνων μακρῶς ἐκφερομένων, καὶ ὅσαι λήγουσιν εἰς μακρὸν ἢ μακρῶς λεγόμενον γράμμα ἢ τι τῶν ἡμιφώνων τε καὶ ἀφώνων· βραχεῖαι δὲ αἱ ἐκ βραχέος φωνήεντος ἢ βραχέως λαμβανομένου. μήκους δὲ καὶ βραχύτητος συλλαβῶν οὐ μία φύσις, ἀλλὰ καὶ μακρότεραί τινές εἰσι τῶν μακρῶν καὶ βραχύτεραι τῶν βραχειῶν. ἔσται δὲ τοῦτο φανερὸν ἐπὶ τῶν παραδειγμάτων. Ὁμολογεῖται δὴ βραχεῖα εἶναι συλλαβή, ἣν ποιεῖ φωνῆεν γράμμα βραχὺ τὸ ο̅, ὡς λέγεται Ὁδός. ταύτῃ προστεθήτω γράμμα ἓν τῶν ἡμιφώνων τὸ ρ̅, καὶ γενέσθω Ῥόδος· μένει μὲν ἔτι βραχεῖα ἡ συλλαβή, πλὴν οὐχ ὁμοίως, ἀλλ’ ἕξει τινὰ παραλλαγὴν παρὰ τὴν προτέραν· ἔτι προστεθήτω ταύτῃ τῶν ἀφώνων γραμμάτων ἓν τὸ τ̅, καὶ γενέσθω Τρόπος· μείζων αὕτη τῶν προτέρων ἔσται συλλαβῶν, καὶ ἔτι βραχεῖα μένει· τρίτον ἔτι γράμμα τῇ αὐτῇ συλλαβῇ προστεθήτω τὸ σ̅, καὶ γενέσθω τρόφος· τρισὶν αὕτη προσθήκαις ἀκουσταῖς μακροτέρα γενήσεται τῆς βραχυτάτης μένουσα ἔτι βραχεῖα. οὐκοῦν τέσσαρες αὗται βραχείας συλλαβῆς διαφοραὶ τὴν ἄλογον αἴσθησιν ἔχουσαι τῆς παραλλαγῆς μέτρον. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῆς μακρᾶς· ἡ γὰρ ἐκ τοῦ η̅ γινομένη συλλαβὴ μακρὰ τὴν φύσιν οὖσα, τεττάρων γραμμάτων προσθήκαις παραυξηθεῖσα, τριῶν μὲν προταττομένων, ἑνὸς δὲ ὑποταττομένου, καθ’ ἣν λέγεται Σπλήν, μείζων ἂν δήπου λέγοιτο εἶναι τῆς προτέρας ἐκείνης τῆς μονογραμμάτου· μειουμένη τε αὖ πάλιν καθ’ ἕκαστον τῶν προστεθέντων γραμμάτων τὰς ἐπὶ τοὔλαττον παραλλαγὰς αἰσθητὰς ἂν ἔχοι. Πρῶτον μὲν δὴ θεώρημα τοῦτο τῶν ἐν ταῖς συλλαβαῖς παθῶν· ἕτερον δὲ τοιόνδε. τῶν γραμμάτων πολλὰς ἐχόντων διαφορὰς οὐ μόνον περὶ τὰ μήκη καὶ τὰς βραχύτητας, ἀλλὰ καὶ περὶ τοὺς ἤχους, ὑπὲρ ὧν ὀλίγῳ πρότερον εἴρηκα, ἀνάγκη καὶ τὰς ἐκ τούτων συνισταμένας συλλαβὰς ἅμα τήν τε ἰδίαν ἑκάστου σώζειν δύναμιν καὶ τὴν κοινὴν ἀπάντων, ἣ γίνεται διὰ τῆς κράσεώς τε καὶ παραθέσεως αὐτῶν· ἐξ ὧν μαλακαί τε φωναὶ καὶ σκληραί, καὶ λεῖαι καὶ τραχεῖαι, γλυκαίνουσαί τε τὴν ἀκοὴν καὶ πικραίνουσαι, καὶ στύφουσαι καὶ διαχέουσαι, καὶ πᾶσαν ἄλλην κατασκευάζουσαι διάθεσιν φυσικήν· αὗται δέ εἰσι μυρίαι τὸ πλῆθος. Ταῦτα ἤδη καταμαθόντες οἱ χαριέστατοι ποιητῶν τε καὶ συγγραφέων τὰ μὲν αὐτοὶ κατασκευάζουσιν ὀνόματα, συμπλέκοντες ἐπιτηδείως ἀλλήλοις τὰ γράμματα, καὶ τὰς συλλαβὰς δὲ οἰκείας οἷς ἂν βούλωνται παραστῆσαι πάθεσι ποικίλως φιλοτεχνοῦσιν· ὡς Ὅμηρος ποιεῖ, ἐπὶ μὲν τῶν προσηνέμων αἰγιαλῶν τῇ παρεκτάσει τῶν συλλαβῶν τὸν ἄπαυστον ἐκφαίνειν βουλόμενος ἦχον· Ἠιόνες βοόωσιν, ἐρευγομένης ἁλὸς ἔξω· ἐπὶ δὲ τοῦ τετυφλωμένου Κύκλωπος τό τε τῆς ἀλγηδόνος μέγεθος καὶ τὴν διὰ τῶν χειρῶν βραδεῖαν ἔρευναν τῆς τοῦ σπηλαίου θύρας· Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι χερσὶ ψηλαφόων· καὶ ἄλλοθί που δέησιν ἐνδείξασθαι βουλόμενος πολλὴν καὶ κατεσπουδασμένην· Οὐδ’ εἴ κεν μάλα πολλὰ πάθῃ ἑκάεργος Ἀπόλλων, προπροκυλινδόμενος πατρὸς Διός· καὶ μυρία τοιαῦτα.