Καλὴ δ’ ἐκ τίνων γίνεται εἴ τις ἔροιτο, ἐκ τῶν αὐτῶν ἂν φαίην καὶ οὐχ ἑτέρων· τὰ γὰρ αὐτὰ ποιητικὰ ἀμφοῖν· μέλος εὐγενές, ῥυθμὸς ἀξιωματικός, μεταβολὴ μεγαλοπρεπής, τὸ πᾶσι τούτοις παρακολουθοῦν πρέπον· αἰτία δὲ καὶ ἐνταῦθα ἥ τε τῶν γραμμάτων φύσις καὶ ἡ τῶν συλλαβῶν δύναμις, ἐξ ὧν πλέκεται τὰ ὀνόματα· ὑπὲρ ὧν καιρὸς ἂν εἴη λέγειν.