Οὐχ ἅπαντα πέφυκε τὰ μέρη τῆς λέξεως ὁμοίως διατιθέναι τὴν ἀκοήν, ὥσπερ οὐδὲ τὴν γευστικὴν τὰ γευστὰ οὐδὲ τὰς ἄλλας αἰσθήσεις τὰ κινοῦντα ἑκάστην· ἀλλὰ καὶ γλυκαίνουσιν αὐτὴν τινὲς ἦχοι καὶ πικραίνουσι, καὶ τραχύνουσι καὶ λεαίνουσι, καὶ πολλὰ ἄλλα πάθη ποιοῦσι περὶ αὐτήν· αἰτία δὲ ἡ τῶν γραμμάτων φύσις, ἐξ ὧν ἡ φωνὴ συνέστηκε, πολλὰς καὶ διαφόρους ἔχουσα δυνάμεις, καὶ ἡ τῶν συλλαβῶν πλοκὴ παντοδαπῶς σχηματιζομένη. τοιαύτην δὲ ἤδη δύναμιν ἐχόντων τῶν τῆς λέξεως μορίων, ἐπειδὴ μεταθεῖναι τὴν ἑκάστου φύσιν οὐχ οἷόν τε, λείπεται τὸ τῇ μίξει καὶ κράσει καὶ παραθέσει συγκρύπτειν τὴν παρακολουθοῦσαν αὐτῶν τισιν ἀτοπίαν, τραχέσι λεῖα μίσγοντα καὶ σκληροῖς μαλακὰ καὶ κακοφώνοις εὔφωνα καὶ δυσεκφόροις εὐπρόφορα καὶ βραχέσι μακρὰ καὶ τἆλλα τὸν αὐτὸν τρόπον εὐκαίρως συντιθέντα, καὶ μήτ’ ὀλιγοσύλλαβα πολλὰ ἑξῆς λαμβάνοντα (κόπτεται γὰρ ἡ ἀκρόασις), μήτε πολυσύλλαβα πλείω τῶν ἱκανῶν, μηδὲ ὁμοιότονα παρ’ ὁμοιοτόνοις, μηδὲ ὁμοιόχρονα παρ’ ὁμοιοχρόνοις. χρὴ δὲ καὶ τὰς πτώσεις τῶν ὀνοματικῶν ταχὺ μεταλαμβάνειν· καὶ τὴν ὁμοιότητα διαλύειν συνεχῶς, ὀνομάτων τε τινῶν ἑξῆς τιθεμένων πολλῶν καὶ ῥημάτων καὶ ἄλλων μερῶν τὸν κόρον φυλασσομένους· σχήμασί τε μὴ ἐπὶ τοῖς αὐτοῖς ἀεὶ μένειν, μηδὲ τρόπους τοὺς αὐτοὺς ἐπιφέρειν, μηδὲ ἄρχεσθαι πολλάκις ἀπὸ τῶν αὐτῶν μηδὲ λήγειν ἐς τὰ αὐτά. Καὶ μηδεὶς οἰηθῇ με καθάπαξ ταῦτα παραγγέλλειν, ὡς ἡδονῆς αἴτια διαπαντὸς ἐσόμενα ἢ τἀναντία ὀχλήσεως· οὐχ οὕτως ἀνόητός εἰμι. οἶδα γὰρ ἐξ ἀμφοῖν γινομένην πολλάκις ἡδονήν, τοτὲ μὲν ἐκ τῶν ὁμοιογενῶν, τοτὲ δὲ ἐκ τῶν ἀνομοιογενῶν. ἀλλ’ ἐπὶ πάντων οἴομαι δεῖν τὸν καιρὸν ὁρᾶν· οὗτος γὰρ ἡδονῆς καὶ ἀηδίας κράτιστον μέτρον· ὃς οὐκ ἔστι θηρατὸς ἐπιστήμῃ, ἀλλὰ δόξῃ. Φημὶ δὴ τὸν μέλλοντα διαθήσειν τὴν ἀκοὴν ἡδέως ἢ τὰ ἐμμελῆ καὶ εὔρυθμα καὶ εὔφωνα ὀνόματα, ὑφ’ ὧν γλυκαίνεται ἡ αἴσθησις, ἀλλήλοις συναρμόττειν, ἢ τὰ μὴ τοιαῦτα ἐγκαταπλέκειν αὐτοῖς· ὥσπερ καὶ στρατηγοὶ τὰ ἀσθενῆ τοῖς ἰσχυροῖς ἐπικρύπτουσι καὶ γίνεται αὐτοῖς οὐδὲν τῆς δυνάμεως ἄχρηστον. διαναπαύειν δὲ τὴν ταὐτότητα φημὶ δεῖν, μεταβολὰς εὐκαίρους εἰσφέροντα· μεταβολὴ γὰρ πάντων ἡδύ. τελευταῖον δὲ ὃ καὶ πάντων κράτιστον, οἰκείαν ἀποδιδόναι τοῖς ὑποκειμένοις καὶ πρέπουσαν ἁρμονίαν· δυσωπεῖσθαι δ’ οὐδὲν οἴομαι δεῖν οὔτε ὄνομα οὔτε ῥῆμα ὅ τι καὶ τέτριπται, μὴ σὺν αἰσχύνῃ λέγεσθαι μέλλον· οὐδὲν γὰρ οὕτω ταπεινὸν ἢ ῥυπαρὸν ἢ ἄλλην τινὰ δυσχέρειαν ἔχον ἔσεσθαι φημὶ λόγου μόριον, ᾧ σημαίνεταί τι σῶμα ἢ πρᾶγμα, ὃ μηδεμίαν ἕξει χώραν ἐπιτηδείαν ἐν λόγοις. παρακελεύομαι δὲ τῇ συνθέσει πιστεύοντας ἀνδρείως πάνυ καὶ τεθαρρηκότως αὐτὰ ἐκφέρειν, Ὁμήρῳ τε παραδείγματι χρωμένους, παρ’ ᾧ καὶ τὰ εὐτελέστατα κεῖται τῶν ὀνομάτων, καὶ Δημοσθένει καὶ Ἡροδότῳ καὶ τοῖς ἄλλοις. καὶ περὶ μὲν ἡδείας συνθέσεως ταῦτα.