Ἐξ ὧν δ’ οἶμαι γενέσθαι λέξιν ἡδεῖαν καὶ καλήν, τέτταρά ἐστι τὰ κυριώτατα· μέλος καὶ ῥυθμὸς καὶ μεταβολὴ καὶ τὸ παρακολουθοῦν τοῖς τρισὶ τούτοις, τὸ πρέπον. τάττω δὲ ὑπὸ μὲν τὴν ἡδονὴν τήν τε ὥραν καὶ τὴν χάριν καὶ τὴν εὐστομίαν καὶ τὴν γλυκύτητα καὶ τὸ πιθανὸν καὶ πάντα τὰ τοιαῦτα· ὑπὸ δὲ τὸ καλὸν τήν τε μεγαλοπρέπειαν καὶ τὸ βάρος καὶ τὴν σεμνολογίαν καὶ τὸ ἀξίωμα καὶ τὸ πιθανὸν καὶ τὰ τούτοις ὅμοια. Ἥδεται δὲ ἡ ἀκοὴ τοῖς τέτρασι τούτοις· τίς γάρ ἐστιν, ὃς οὐχ ὑπὸ μὲν ταύτης τῆς μελῳδίας ἄγεται καὶ γοητεύεται, ὑφ’ ἑτέρας δέ τινος οὐδὲν πάσχει τοιοῦτον; καὶ ὑπὸ μὲν τῶν ῥυθμῶν τούτων οἰκειοῦται, ὑπὸ τούτων δὲ διοχλεῖται; τὸ δ’ αὐτὸ συμβαίνει καὶ ἐν μεταβολαῖς καὶ τῷ πρέποντι· τίς γὰρ οὐκ ἂν ὁμολογήσειεν ὅτι καὶ τῆς ὀργανικῆς μούσης καὶ τῆς ἐν ᾠδῇ καὶ τῆς ἐν ὀρχήσει χάριτος ἐν ἅπασι μὲν εὐστοχούσης, μεταβολὰς δὲ μὴ ποιησαμένης εὐκαίρους ἢ τοῦ πρέποντος ἀποπλανηθείσης βαρὺς μὲν ὁ κόρος, ἀηδὲς δὲ τὸ μὴ τοῖς ὑποκειμένοις ἁρμόττον φαίνεται; καὶ οὐκ ἀλλοτρίᾳ κέχρημαι τοῦ πράγματος εἰκόνι· μουσικὴ γάρ τις ἦν καὶ ἡ τῶν πολιτικῶν λόγων ἐπιστήμη, τῷ ποσῷ διαλλάττουσα τῆς ἐν ᾠδαῖς καὶ ὀργάνοις· καὶ γὰρ ἐν ταύτῃ καὶ μέλος ἔχουσιν αἱ λέξεις καὶ ῥυθμοὺς καὶ μεταβολὴν καὶ πρέπον· ὥστε καὶ ἐπὶ ταύτης ἡ ἀκοὴ τέρπεται μὲν τοῖς μέλεσιν, ἄγεται δὲ τοῖς ῥυθμοῖς, ἀσπάζεται δὲ τὰς μεταβολάς, ποθεῖ δ’ ἐπὶ πάντων τὸ οἰκεῖον· ἡ δὲ διαλλαγὴ κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον. Διαλέκτου μὲν οὖν μέλος ἑνὶ μετρεῖται διαστήματι τῷ λεγομένῳ διὰ πέντε ὡς ἔγγιστα· καὶ οὔτε ἐπιτείνεται πέρα τριῶν τόνων καὶ ἡμιτονίου ἐπὶ τὸ ὀξύ, οὔτε ἀνίεται τοῦ χωρίου τούτου πλέον ἐπὶ τὸ βαρύ. οὐ μὴν ἅπασα λέξις ἡ καθ’ ἓν μόριον λόγου ταττομένη ἐπὶ τῆς αὐτῆς λέγεται τάσεως, ἀλλὰ ἣ μὲν ἐπὶ τῆς ὀξείας, ἣ δ’ ἐπὶ τῆς βαρείας, αἳ δ’ ἐπ’ ἀμφοῖν. τῶν δὲ ἀμφοτέρας τὰς τάσεις ἐχουσῶν αἳ μὲν κατὰ μίαν συλλαβὴν συνδιεφθαρμένον ἔχουσι τῷ ὀξεῖ τὸ βαρύ, ἃς δὴ περισπωμένας καλοῦμεν· αἳ δὲ ἐν ἑτέρᾳ καὶ ἑτέρᾳ χωρὶς ἑκάτερον ἐφ’ ἑαυτοῦ τὴν οἰκείαν φυλάττον φύσιν· καὶ ταῖς μὲν δισυλλάβοις οὐδὲν τὸ διὰ μέσου χωρίον βαρύτητός τε καὶ ὀξύτητος· ταῖς δὲ πολυσυλλάβοις, ἡλίκαι ἂν ὦσιν, ἡ τὸν ὀξὺν τόνον ἔχουσα μία ἐν πολλαῖς ταῖς ἄλλαις βαρείαις ἔνεστιν. ἡ δὲ ὀργανική τε καὶ ᾠδικὴ μοῦσα διαστήμασί τε χρῆται πλείοσιν, οὐ τῷ διὰ πέντε μόνον, ἀλλ’ ἀπὸ τοῦ διὰ πασῶν ἀρξαμένη καὶ τὸ διὰ πέντε μελῳδεῖ καὶ τὸ διὰ τεττάρων καὶ τὸ διάτονον καὶ τὸ ἡμιτόνιον, ὡς δέ τινες οἴονται, καὶ τὴν δίεσιν αἰσθητῶς· τάς τε λέξεις τοῖς μέλεσιν ὑποτάττειν ἀξιοῖ, καὶ οὐ τὰ μέλη ταῖς λέξεσιν, ὡς ἐξ ἄλλων τε πολλῶν δῆλον καὶ μάλιστα ἐκ τῶν Εὐριπίδου μελῶν, ἃ πεποίκε τὴν Ἠλέκτραν λέγουσαν ἐν Ὀρέστῃ πρὸς τὸν χορόν· Σίγα, σίγα· λευκὸν ἴχνος ἀρβύλης τιθεῖτε, μὴ κτυπεῖτε· ἄπο πρόβατ’ ἐκεῖσε· ἄπο πρό μοι κοίτας· ἐν γὰρ δὴ τούτοις τὸ σίγα, σίγα· λευκὸν ἐφ’ ἑνὸς φθόγγου μελῳδεῖται, καίτοι τῶν τριῶν λέξεων ἑκάστη βαρείας τε τάσεις ἔχει καὶ ὀξείας· καὶ τὸ ἀρβύλης τῇ μέσῃ συλλαβῇ τὴν τρίτην ὁμότονον ἔχει, ἀμηχάνου ὄντος ἕν ὄνομα δύο λαβεῖν ὀξείας· καὶ τοῦ τιθεῖτε βαρυτέρα μὲν ἡ πρώτη γίνεται, δύο δὲ μετὰ ταύτην ὀξύτονοί τε καὶ ὁμόφωνοι· τοῦ τε κτυπεῖτε ὁ περισπασμὸς ἠφάνισται· μιᾷ γὰρ αἱ δύο συλλαβαὶ λέγονται τάσει· καὶ τὸ ἄπο πρόβατε οὐ λαμβάνει τὴν τῆς μέσης συλλαβῆς προσῳδίαν ὀξεῖαν, ἀλλ’ ἐπὶ τὴν τετάρτην συλλαβὴν μεταβέβηκεν ἡ τάσις ἡ τῆς τρίτης. τὸ δ’ αὐτὸ γίνεται καὶ περὶ τοὺς ῥυθμούς· ἡ μὲν γὰρ πεζὴ λέξις οὐδενὸς οὔτε ὀνόματος οὔτε ῥήματος βιάζεται τοὺς χρόνους οὕτε μετατίθησιν, ἀλλ’ οἵας παρείληφε τῇ φύσει τὰς συλλαβὰς τάς τε μακρὰς καὶ τὰς βραχείας, τοιαύτας φυλάττει· ἡ δὲ μουσική τε καὶ ῥυθμικὴ μεταβάλλουσιν αὐτὰς μειοῦσαι καὶ παραύξουσαι, ὥστε πολλάκις εἰς τἀναντία μεταχωρεῖν· οὐ γὰρ ταῖς συλλαβαῖς ἀπευθύνουσι τοὺς χρόνους, ἀλλὰ τοῖς χρόνοις τὰς συλλαβάς. καὶ ταῦτα μὲν οὕτως· πῶς δ’ ἂν γένοιτο λέξις πολιτικὴ παρ’ αὐτὴν τὴν σύνθεσιν ἡδύνουσα τὴν ἀκρόασιν κατὰ τὰ πορρηθέντα τέτταρα κεφάλαια, γνοίημεν ἂν οὕτως.