Διωρισμένων δὴ τούτων, ἀκόλουθον ἂν εἴη λέγειν, τίνα ἐστὶν ὧν δεῖ στοχάζεσθαι τὸν βουλόμενον συντιθέναι τὴν λέξιν εὖ, καὶ διὰ τίνων θεωρημάτων τυγχάτων νοι τις ὧν ἂν βούληται. δοκεῖ δή μοι δύο ταῦτ’ εἶναι γενικώτατα ὧν ἐφίεσθαι δεῖ τοὺς συντιθέντας μέτρα τε καὶ λόγους, ἥ τε ἡδονὴ καὶ τὸ καλόν· ἀμφότερα γὰρ ἐπιζητεῖ ταῦτα ἡ ἀκοή, ὅμοιόν τι πάσχουσα τῇ ὁράσει· καὶ γὰρ ἐκείνη πλάσματα καὶ γραφὰς καὶ γλυφὰς ὁρῶσα, ὅταν εὑρίσκῃ ταῦτα ἐν αὐτοῖς, ἀρκεῖται καὶ οὐδὲν ἔτι ποθεῖ. καὶ παράδοξον οὐδέν, εἰ δύο ποιῶ τέλη καὶ χωρίζω τὸ καλὸν ἀπὸ τῆς ἡδονῆς, καὶ ἡγοῦμαί τινα λέξιν ἡδέως μὲν συγκεῖσθαι, μὴ καλῶς δέ, ἢ καλῶς μέν, οὐ μὴν καὶ ἡδέως. ἡ γάρ τοι Θουκυδίδου λέξις καὶ Ἀντιφῶντος τοῦ Ῥαμνουσίου καλῶς μὲν σύγκειται νὴ Δία· οὐ μὴν ἡδέως γε πάνυ· ἡ δέ γε τοῦ Κνιδίου Κτησίου καὶ ἡ τοῦ Σωκρατικοῦ Ξενοφῶντος ἡδέως μέν, οὐ μὴν καλῶς γε ἐφ’ ὅσον ἔδει· λέγω δὲ κοινότερον, ἀλλ’ οὐχὶ καθάπαξ· ἐπεὶ καὶ παρ’ ἐκείνοις ἥρμοσταί τινα ἡδέως, ὡς καὶ παρὰ τούτοις καλῶς. ἡ δὲ Ἡροδότου σύνθεσις ἀμφότερα ταῦτα ἔχει· καὶ γὰρ ἡδεῖα ἐστὶ καὶ καλή.