Δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε Ῥοῦφε Μελίτιε, τοῦτο δίδωμι, καθάπερ ἡ παρ’ Ὁμήρῳ φησὶν Ἑλένη ξενίζουσα τὸν Τηλέμαχον, πρώτην ἡμέραν ἄγοντι ταύτην γενέθλιον, ἀφ’ οὗ παραγέγονας εἰς ἀνδρὸς ἡλικίαν. πέμπω δὲ κτῆμα τὸ αὐτὸ καὶ χρῆμα πρὸς πάσας τὰς ἐν τῷ βίῳ χρείας, ὁπόσαι γίνονται διὰ λόγων ὠφελίμων. Διττῆς γὰρ οὔσης ἀσκήσεως περὶ πάντας ὡς εἰπεῖν τοὺς λόγους, τῆς περὶ τὰ νοήματα καὶ τὴν λέξιν, ὧν ἣ μὲν τοῦ πραγματικοῦ τόπου μᾶλλον ἐφάπτεσθαι δό- ξειεν ἄν, ἣ δὲ τοῦ λεκτικοῦ, καὶ πάντων ὅσοι τοῦ λέγειν εὖ στοχάζονται περὶ ἀμφοτέρας τὰς θεωρίας τοῦ λόγου ταύτας σπουδαζόντων ἐξ ἴσου, ἡ μὲν ἐπὶ τὰ πράγματα καὶ τὴν ἐν τούτοις φρόνησιν ἄγουσα ἡμᾶς ἐπιστήμη βραδεῖα ἐστὶ καὶ χαλεπὴ νέοις, μᾶλλον δὲ ἀδύνατος εἰς ἀγενείων καὶ μειρακίων πεσεῖν ἡλικίαν· ἀκμαζούσης γὰρ ἤδη συνέσεως ἐστὶν ἡ τούτων κατάληψις πολλῇ μὲν ἱστορίᾳ λόγων τε καὶ ἔργων, πολλῇ δὲ πείρᾳ καὶ συμφορᾷ παθῶν οἰκείων τε καὶ ἀλλοτρίων συναυξομένη. τὸ δὲ περὶ τὰς λέξεις φιλόκαλον καὶ ταῖς νεαραῖς συνανθεῖν εἴωθεν οὐχ ἧττον ἡλικίαις· ἐπτόηται γὰρ ἅπασα νέου ψυχὴ περὶ τὸν τῆς ἑρμηνείας ὡραϊσμόν, ἀλόγους τινὰς καὶ ὥσπερ ἐνθουσιώδεις ἐπὶ τοῦτο λαμβάνουσα τὰς ὁρμάς· οἷς πολλῆς πάνυ καὶ ἔμφρονος δεῖ τῆς πρώτης ἐπιστάσεως τε καὶ ἀγωγῆς, εἰ μέλλουσι μὴ πᾶν, ὅ τι κεν ἐπ’ ἀκαιρίμαν γλῶσσαν ἔπος ἔλθοι, λέγειν μηδ’ εἰκῇ συνθήσειν τὰ προστυχόντα ἀλλήλοις, ἀλλ’ ἐκλογῇ κεχρῆσθαι καθαρῶν ἅμα καὶ γενναίων ὀνομάτων, καὶ συνθέσει ταῦτα κοσμήσειν 15 μεμιγμένον ἐχούσῃ τῷ σεμνῷ τὸ ἡδύ.